Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Alexander Aphrod. in Aristot. Topica IV p. 181 Ald. p. 360, 9 Wal. ἀναιροῖτο ἂν τὸ τὴν ποιότητα εἶναι πνεῦμά πως ἔχον ἢ ὕλην πως ἔχουσαν. - ἀλλὰ καὶ ὁ τὴν πυγμὴν λέγων εἶναι χεῖρά πως ἔχουσαν ἁμαρτάνει. οὐ γὰρ ἡ πυγμὴ χείρ, ἀλλ’ ἐν ὑποκειμένῳ τῇ χειρὶ ἡ πυγμή.

Plutarchus de comm. not. cp. 50 p. 1O85e. ἔτι τὴν μὲν οὐσίαν καὶ τὴν ὕλην ὑφεστάναι ταῖς ποιότησι λέγουσι, ὡς σχεδὸν οὕτω τὸν ὅρον ἀποδιδόναι· τὰς δὲ ποιότητας αὖ πάλιν οὐσίας καὶ σώματα ποιοῦσι· ταῦτα δὲ πολλὴν ἔχει ταραχήν. εἰ μὲν γὰρ ἰδίαν οὐσίαν οἱ ποιότητες ἔχουσι καθ’ ἣν σώματα λέγονται καί εἰσιν, οὐχ ἑτέρας οὐσίας δεόνται· τὴν γὰρ αὑτῶν ἔχουσιν. εἰ δὲ τοῦτο μόνον αὐταῖς ὑφέστηκε τὸ κοινόν, ὅπερ οὐσίαν οὗτοι καὶ ὕλην καλοῦσι, δῆλον ὅτι σώματος μετέχουσι, σώματα δ’ οὔκ εἰσιν ⟨οὐδ’ οὐσίαι⟩· τὸ γὰρ ὑφεστὼς καὶ δεχόμενον διαφέρειν ἀνάγκη τῶν ἃ δέχεται καὶ οἷς ὑφέστηκεν. οἱ δὲ τὸ ἥμισυ βλέπουσι· τὴν γὰρ ὕλην ἄποιον ὀνομάζουσι, τὰς δὲ ποιότητας οὐκέτι βούλονται καλεῖν ἀΰλους. p. 1086 a ὃν δέ τινες αὐτῶν προβάλλονται λόγον, ὡς ἄποιον τὴν οὐσίαν ὀνομάζοντες, οὐχ ὅτι πάσης ἐστέρηται ποιότητος ἀλλ' ὅτι πάσας ἔχει τὰς ποιότητας, μάλιστα παρὰ τὴν ἔννοιάν ἐστιν.

Galenus de qalitatibus incorporeis 10. Vol. XIX p. 483 K. εἴ τε καὶ τῶν συμβεβηκότων ἕκαστον σῶμά ἐστι, τί βουλόμενοι τὸ σῶμα μόνον φασὶν ἐπ’ ἄπειρον τέμνεσθαι, οὐχὶ δὲ καὶ τὸ σχῆμα φέρε καὶ τὴν γλυκύτητα καὶ τῶν ἄλλων ἕκαστον, οὐ τῷ κατὰ συμπλοκὴν τρόπῳ, φημί, οὐδὲ κατ’ ἀναφορὰν ἐπὶ τὸ συνήθως καλούμενον σῶμα, ἀλλ’ ἀπ’ εὐθείας; διὰ τί δὲ μόνου, καθάπερ ἔφην, τοῦ σώματος τοῦτον ὅρον εἶναί φασιν, τὸ τριχῇ διαστατὸν μετὰ ἀντιτυπίας, οὐχὶ δὲ καὶ χρόαν καὶ χυλὸν καὶ χυμὸν καὶ τῶν λοιπῶν συμβεβηκότων ἕκαστον οὕτως ὁρίζονται; εἰ δὲ σώμα⟨τα⟩ πάντα ταῦτ' εἶναί φασι (κἂν γὰρ ἐπ’ εἴδους διαφέρῃ, κοινῶς γε καὶ πάντα σώματα εἶναί φασιν) —  — τῶν συμβεβηκότων ἕκαστον ὁριζόμενοι λεγέτωσαν οὐσίαν σωματικὴν τριχῇ διαστάτην μετὰ ἀντιτυπίας.

Galenus de qualitatibus incorporeis 3. 4 Vol. XIX p. 471 K. ἐπιτείνεται δὲ τὸ ἄπορον τοῦ λόγου, εἰ καὶ τὸ μῆκος τοῦ σώματος σῶμά ἐστι καὶ τὸ πλάτος καὶ τὸ βάθος. ἅμα γὰρ ἄπειροι, φημί, σωμάτων ἀπειρίαι γενήσονται ἐν βραχεῖ κατὰ περιγραφὴν πρὸς αἴσθησιν τόπῳ. τό τε τῶν πολλῶν τούτων, μᾶλλον δὲ ἀπείρων σωμάτων πλῆθος ἆρά γε οὖν ἀΐδιον; καὶ πῶς ἔτι φήσουσιν ἄποιον τὴν πρώτην οὐσίαν; ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐπὶ μέρους εἰδῶν ἕκαστον γεγονέναι.

Simplicius in Aristot. categ. f. 69 Γ. ed. Bas. ἀλλ’ οὐδὲ ἡ τῶν Στωϊκῶν δόξα, λεγόντων σώματα εἶναι τὰ σχήματα, ὥσπερ καὶ τὰ ἄλλα ποιά, συμφωνεῖ τῇ Ἀριστοτέλους δόξῃ.

Galenus de qualitatibus incorporeis 2 Vol. XIX p. 467 K. (postquam probare studuit μῆκος, πλάτος, βάθος, βάρος, σχῆμα non esse corpora) ὁ δ’ ὅμοιος ἐπὶ τῶν λοιπῶν συμβεβηκότων λόγος, χρωμάτων τε καὶ χυμῶν καὶ τῶν πρὸς ὄσφρησιν καὶ τῶν πρὸς ἀκοήν, φωνῶν, λόγων, συριγμῶν, μυγμῶν, ποππυσμῶν, στεναγμῶν, ῥωχμῶν, ῥογχασμῶν, βόμβων, ἤχων, ψόφων· εἰ δὲ λέγοι τις ταῦτά τε καὶ τὰ τοιαῦτα πάντα ὑπάρχειν ἀέρα πεπληγμένον πως, καλὸν ἐπειπεῖν αὐτῷ τὸ Μενάνδρειον ταῦτά σ’ ἀπολώλεκεν, ὦ πονηρέ τὸ μὴ δίχα σώματος νοεῖσθαί τι τοιοῦτο. —  — οὔκουν οὐδὲ πληγὴ τοῦ ἀέρος ἀήρ ἐστιν etc.

Galenus de qualitatibus incorporeis 6 Vol. XIX p. 480 K. κἀκεῖνα λοιπὸν τοῖς φιλονίκοις ἀνδράσιν οὐκ ἄτοπα; καὶ γὰρ τὰς κινήσεις, αἳ προσγίγνονται τοῖς σώμασιν καὶ πάλιν ἀπογίγνονται, σώματ’ εἶναί φασιν. —  — ἀλλ’ εἰ μὲν τῷ κατὰ ἀναφορὰν τρόπῳ τῆς κλήσεως οὕτως ἐκάλουν, οὐδ’ ἂν οὐδ’ αὐτὸς ἐχαλέπαινον αὐτοῖς. - εἰ δὲ πρώτως καὶ κυρίως, ἁμαρτάνουσιν.

Galenus de qualitatibus incorporeis 4. Vol. XIX p. 473 K. ⟨πῶς δ’ εἰ⟩ καὶ τὸ φῶς ἐστι σῶμα καὶ ἡ λευκότης καὶ ἡ θερμότης, πᾶν δὲ σῶμα ποσόν ἐστι καὶ πηλίκον καὶ συναυξητικὴν φύσιν ἔχει, τὸ καταυγασθὲν καὶ

θερμανθὲν ὕδωρ ὑπὸ ἡλίου ⟨οὐ⟩ πλεῖόν τε καὶ μεῖζον γίγνεται καὶ διὰ τοῦτο μείζονος δεῖται τόπου.

Aëtius Plac. IV 20, 2. Οἱ δὲ Στωϊκοὶ σῶμα τὴν φωνήν· πᾶν γὰρ τὸ δρῶν ἢ καὶ ποιοῦν σῶμα· ἡ δὲ φωνὴ ποιεῖ καὶ δρᾷ· ἀκούομεν γὰρ αὐτῆς καὶ αἰσθανόμεθα προσπιπτούσης τῇ ἀκοῇ καὶ ἐκτυπούσης καθάπερ δακτυλίου εἰς κηρόν. ἔτι πᾶν τὸ κινοῦν καὶ ἐνοχλοῦν σῶμά ἐστι· κινεῖ δὲ ἡμᾶς ἡ εὐμουσία, ἐνοχλεῖ δὲ ἡ ἀμουσία. ἔτι πᾶν τὸ κινούμενον σῶμά ἐστι· κινεῖται δὲ ἡ φωνὴ καὶ προσπίπτει εἰς τοὺς λείους τόπους καὶ ἀντανακλᾶται καθάπερ ἐπὶ τῆς σφαίρας τῆς βαλλομένης εἰς τοῖχον· ἐν γοῦν ταῖς κατ’ Αἴγυπτον πυραμίσιν ἔνδον μία φωνὴ ῥηγνυμένη τέτταρας ἢ καὶ πέντε ἤχους ἀπεργάζεται.

Simplicius in Aristot. categorias f. 54 B. ed. Bas. οἱ δὲ τινὰς μὲν ἀνήρουν ποιότητας, τινὰς δὲ κατελίμπανον. τῶν δὲ ὑπόστασιν αὐταῖς διδόντων, οἱ μὲν πάσας ἡγοῦντο ἀσωμάτους, ὥσπερ οἱ ἀρχαῖοι· οἱ δὲ τῶν μὲν ἀσωμάτων ἀσωμάτους, τῶν δὲ σωμάτων σωματικὰς ὥσπερ οἱ Στωϊκοί.

Simplicius in Aristot. categ. f. 56 Δ ed. Bas. Οἱ δὲ Στωϊκοὶ τῶν μὲν σωμάτων σωματικάς, τῶν δὲ ἀσωμάτων ἀσωμάτους εἶναι λέγουσι τὰς ποιότητας. σφάλλονται δὲ ἀπὸ τοῦ ἡγεῖσθαι τὰ αἴτια τοῖς ἀποτελουμένοις ἀφ’ ἑαυτῶν ὁμοούσια εἶναι καὶ ἀπὸ τοῦ κοινὸν λόγον τῆς αἰτίας ἐπί τε τῶν σωμάτων καὶ ἐπὶ τῶν ἀσωμάτων ὑποτίθεσθαι. πῶς δὲ καὶ πνευματικὴ ἡ οὐσία ἔσται τῶν σωματικῶν ποιοτήτων, αὐτοῦ τοῦ πνεύματος συνθέτου ὄντος καὶ ἐκ πλειόνων συνεστηκότος, μεριστοῦ τε ὑπάρχοντος καὶ ἐπίκτητον ἔχοντος τὴν ἕνωσιν, ὥστε οὐ κατ’ οὐσίαν ἔχειν τὸ συνηνῶσθαι οὐδὲ πρώτως ἀφ’ ἑαυτοῦ; πῶς οὖν ἂν τοῖς ἄλλοις τοῦτο παρέχοι τὸ συνέχεσθαι;

Simplicius in Aristot. categ. f. 55 A ed. Bas. Καὶ εἰ ὁ Ἀριστοτέλης μὲν καὶ τὰ ἑκτὰ καὶ τὰς ἐνεργείας περὶ ἡμᾶς ἀπολείπει, οἱ δὲ ἐξ Ἀκαδημίας ἀμφότερα ἐκτός, οἱ δὲ Στωϊκοὶ τὰ μὲν ἑκτὰ περὶ ἡμᾶς, τὰ δὲ ἐνεργήματα καὶ τὰ ποιήματα ἐκτός, συγχέαντες τὰς δύο δόξας, συμφώνως ἑαυτῷ ὁ Ἀριστοτέλης συνῆψε τῇ ποιότητι τὸ ποιόν, ὡς ὄντα ἀμφότερα περὶ ἡμᾶς. τῶν δὲ Στωϊκῶν τινες, τριχῶς τὸ ποιὸν ἀφοριζόμενοι, τὰ μὲν δύο σημαινόμενα ἐπιπλέον τῆς ποιότητος λέγουσι· τὸ δὲ ἓν ἤτοι ἑνὸς μέρος συναπαρτίζειν αὐτῇ φασι. λέγουσι γὰρ ποιὸν καθ’ ἓν μὲν σημαινόμενον πᾶν τὸ κατὰ διαφοράν, εἴτε κινούμενον εἴη εἴτε ἐχόμενον· καὶ εἴτε δυσαναλύτως εἴτε εὐαναλύτως ἔχει. κατὰ τοῦτο δὲ οὐ μόνον ὁ φρόνιμος καὶ ὁ πὺξ προτείνων, ἀλλὰ καὶ ὁ τρέχων ποιοί. καθ’ ἕτερον δὲ καθ’ ὃ οὐκέτι τὰς κινήσεις περιελάμβανον, ἀλλὰ μόνον τὰς σχέσεις· ὃ δὴ καὶ ὡρίζοντο τὸ ἰσχόμενον κατὰ διαφοράν, οἷός ἐστιν ὁ φρόνιμος καὶ ὁ προβεβλημένος. καὶ τούτων δὲ τῶν ἐμμόνως ἰσχομένων κατὰ διαφορὰν οἱ μὲν ἀπηρτισμένως κατὰ τὴν ἐκφορὰν αὐτῶν καὶ τὴν ἐπίνοιαν εἰσὶ τοιοῦτοι, οἱ δὲ οὐκ ἀπηρτισμένως. καὶ τούτους μὲν παρῃτοῦντο· τοὺς δὲ ἀπαρτίζοντας καὶ ἐμμόνους ὄντας κατὰ διαφορὰν ποιοὺς ἐτίθεντο. ἀπαρτίζειν δὲ κατὰ τὴν ἐκφορὰν ἔλεγον τοὺς τῇ ποιότητι συνεξισουμένους, ὡς τὸν γραμματικὸν καὶ τὸν φρόνιμον. οὔτε γὰρ πλεονάζει οὔτε ἐλλείπει τούτων ἑκάτερος παρὰ τὴν ποιότητα· ὁμοίως δὲ καὶ ὁ φίλοψος καὶ ὁ φίλοινος. οἱ μέντοι περὶ τὰς ἐνεργείας τοιοῦτοι, ὥσπερ ὁ ὀψοφάγος καὶ ὁ οἰνόφλυξ, ἔχοντες μέρη

τοιαῦτα, δι’ ὧν ἀπολαύουσιν, οὕτως λέγονται. διὸ καὶ εἰ μέν τις ὀψοφάγος, καὶ φίλοψος πάντως· εἰ δὲ φίλοψος, οὐ πάντως ὀψοφάγος. ἐπιλειπόντων γὰρ τῶν μερῶν δι’ ὧν ὀψοφαγεῖ, τῆς μὲν ὀψοφαγίας ἀπολέλυται, τὴν δὲ φίλοψον ἕξιν οὐκ ἀνῄρηκ. τριχῶς οὖν τοῦ ποιοῦ λεγομένου, ἡ ποιότης κατὰ τὸ τελευταῖον ποιὸν συναπαρτίζει πρὸς τὸ ποιόν. διὸ καὶ ὅταν ὁρίζωνται τὴν ποιότητα σχέσιν ποιοῦ, οὕτως ἀκουστέον τοῦ ὅρου, ὡς τοῦ τρίτου ποιοῦ παραλαμβανομένου. μοναχῶς μὲν γὰρ ἡ ποιότης λέγεται κατ’ αὐτοὺς τοὺς Στωϊκούς, τριχῶς δὲ ὁ ποιός.