Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Plutarchus de defectu oraculorum cp. 29. οὐ γὰρ ἐνταῦθα μὲν ἔν συνίσταται σῶμα πολλάκις ἐκ διεστώτων σωμάτων, οἷον ἐκκλησία καὶ στράτευμα καὶ χορός· ὧν ἑκάστῳ καὶ ζῆν καὶ φρονεῖν καὶ μανθάνειν συμβέβηκεν, ὡς οἴεται Χρύσιππος· ἐν δὲ τῷ παντὶ δέκα κόσμους — — ἑνὶ χρῆσθαι λόγῳ — — ἀδύνατόν ἐστιν.
Achilles Isagoge 14 p. 134 in Petav. Uranol. (Τί μὲν ἀστήρ, τί δὲ ἄστρον;) σώματα ἡνωμένα λέγεσθαι ὅσα ὑπὸ μιᾶς ἕξεως κρατεῖται, οἷον λίθος, ξύλον· ἔστι δὲ ἕξις πνεῦμα σώματος συνεκτικόν. συνημμένα δὲ ὅσα οὐχ ὑπὸ μιᾶς ἕξεως δέδεται, ὡς πλοῖον καὶ οἰκία· τὸ μὲν γὰρ ἐκ πολλῶν σανίδων, ἡ δὲ ἐκ πολλῶν λίθων σύγκειται. διεστῶτα δὲ ὡς χορός. τῶν δὲ τοιούτων διτταὶ αἱ διαφοραί. τὰ μὲν γὰρ ἐξ ὡρισμένων σωμάτων καὶ ἀριθμῷ ληπτῶν ὡς χορός, τὰ δὲ ἐξ ἀορίστων ὡς ὄχλος. εἴη οὖν ⟨ἂν⟩ ὁ μὲν ἀστὴρ σῶμα ἡνωμένον, τὸ δὲ ἄστρον ἐκ διεστώτων καὶ ὡρισμένων· ἀριθμὸς γὰρ ἀστέρων ἐφ’ ἑκάστου δείκνυται.
Simplicius in Aristot. categ. f. 16 Δ ed. Bas. Οἱ δέ γε Στωϊκοὶ εἰς ἐλάττονα συστέλλειν ἀξιοῦσι τὸν τῶν πρώτων γενῶν ἀριθμόν. καὶ τινὰ ἐν τοῖς ἐλάττοσιν ὑπηλλαγμένα παραλαμβάνουσι. ποιοῦνται γὰρ τὴν τομὴν εἰς τέσσαρα· εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πῶς ἔχοντα καὶ πρὸς τί πως ἔχοντα. καὶ δῆλον ὅτι πλεῖστα παραλείπουσιν. τό τε γὰρ ποσὸν ἄντικρυς, καὶ τὰ ἐν χρόνῳ καὶ ἐν τόπῳ. εἰ γὰρ τὸ πῶς ἔχον νομίζουσιν αὐτοῖς τὰ τοιαῦτα περιλαμβάνειν, ὅτι τὸ πέρυσιν ὂν ἢ τὸ ἐν Λυκείῳ ἢ τὸ καθῆσθαι ἢ τὸ ὑποδεδέσθαι διάκειταί πως κατά τι τούτων, πρῶτον μὲν πολλῆς οὔσης τῆς ἐν τούτοις διαφορᾶς ἀδιάρθρωτος ἡ τοῦ πῶς ἔχειν κοινότης ἐκφέρεται κατ’ αὐτῆς. ἔπειτα τὸ κοινὸν τοῦτο πῶς ἔχειν καὶ τῷ ὑποκειμένῳ ἁρμόσει καὶ τῷ ποσῷ μάλιστα. καὶ ταῦτα γὰρ διάκειταί πως.
Dexippus in Aristot. categ. p. 5, 18 Busse (de Aristotelis categoriis locutus:) σχεδὸν γὰρ κατανενόηκα, ὡς οὔτε πλείους ἀντιλογίαι εἰς
ἑτέραν ὑπόθεσιν γεγόνασιν οὔτε μείζους ἀγῶνες κεκίνηνται οὐ μόνον τοῖς Στωϊκοῖς καὶ Πλατωνικοῖς, σαλεύειν ἐπιχειροῦσι ταύτας τὰς Ἀριστοτέλους κατηγορίας etc.Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü). πρὸς δὲ τοὺς τέτταρα τιθέντας (scil. γένη τοῦ ὄντος) καὶ τετραχῶς διαιροῦντας εἰς ὑποκείμενα καὶ ποιὰ καὶ πὼς ἔχοντα καὶ πρός τι πὼς ἔχοντα καὶ κοινόν τι ἐπ’ αὐτῶν τιθέντας καὶ ἑνὶ γένει περιλαμβάνοντας τὰ πάντα, ὅτι μὲν κοινόν τι καὶ ἐπὶ πάντων ἓν γένος λαμβάνουσι, πολλὰ ἄν τις λέγοι. καὶ γὰρ ὡς ἀσύνετον αὐτοῖς καὶ ἄλογον τὸ τὶ τοῦτο καὶ οὐκ ἐφαρμόττον ἀσωμάτοις καὶ σώμασι. καὶ διαφορὰς οὐ καταλελοίπασιν, αἷς τὸ τὶ διαιρήσουσι etc.
Simplicius in Aristot. Phys. p. 94, 11 Diels. διὸ πολλαχῶς ἔφη τὸ ὄν (scil. Aristoteles). πλὴν ὅτι τὰ ἄλλα ἐπὶ τῇ οὐσίᾳ συμβέβηκε, καθ’ ἣν καὶ χαρακτηρίζεται τὸ ὑποκείμενον, διὸ οἱ μὲν ἀνῄρουν τὰ ἄλλα, καθάπερ οἱ ἀπὸ τῆς Στοᾶς ἐποίουν παρὰ τὰ ἐναργῆ, ὁ δὲ ὁμοίως τῇ οὐσίᾳ καὶ τἇλλ’ εἰπὼν εἶναι μᾶλλον ἁμαρτάνει.
Plotinus Ennead. VI lib. I 25 (Vol. II p. 256 Mü.). αὐτὴν δὲ τὴν διαίρεσιν ἐπισκεπτέον· ὑποκείμενα μὲν γὰρ πρῶτα τάξαντες καὶ τὴν ὕλην ἐνταῦθα τῶν ἄλλων προτάξαντες, τὴν πρώτην αὐτοῖς δοκοῦσαν ἀρχὴν συντάττουσι τοῖς μετὰ τὴν ἀρχὴν αὐτῶν — — ἐπεὶ καὶ αὐτοὶ φήσουσι παρὰ τῆς ὕλης, οἶμαι, τοῖς ἄλλοις τὸ εἶναι ὑπάρχειν. ἔπειτα τὸ ὑποκείμενον ἓν ἀριθμοῦντες οὐ τὰ ὄντα ἐξαριθμοῦνται, ἀλλ’ ἀρχὰς τῶν ὄντων ζητοῦσι. διαφέρει δὲ ἀρχὰς λέγειν καὶ αὐτά. εἰ δὲ ὂν μὲν μόνον τὴν ὕλην φήσουσι, τὰ δ’ ἄλλα πάθη τῆς ὕλης, οὐκ ἐχρῆν τοῦ ὄντος καὶ τῶν ἄλλων ἕν τι γένος προτάττειν· μᾶλλον δ’ ἂν βέλτιον αὐτοῖς ἐλέγετο, εἰ τὸ μὲν οὐσίαν ⟨ἔφασαν⟩, τὰ δ’ ἄλλα πάθη, καὶ διῃροῦντο ταῦτα. τοῦ δὲ καὶ λέγειν τὰ μὲν ὑποκείμενα, τὰ δὲ τὰ ἄλλα, ἑνὸς ὄντος τοῦ ὑποκειμένου καὶ διαφορὰν οὐκ ἔχοντος, ἀλλ’ ἢ τῷ μεμερίσθαι ὥσπερ ὄγκον εἰς μέρη (καίτοι οὐδὲ μεμερίσθαι τῷ συνεχῆ λέγειν τὴν οὐσίαν) βέλτιον λέγειν ἦν τὸ μὲν ὑποκείμενον.
Dexippus in Aristot. categ. p. 23, 25 Busse. πρὸς τοῦτο τὸ ἀπόρημα ἐκεῖνο χρὴ προσειπεῖν, ὡς ἔστι τὸ ὑποκείμενον διττὸν καὶ κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς καὶ κατὰ τοὺς πρεσβυτέρους· ἓν μὲν τὸ λεγόμενον πρῶτον ὑποκείμενον ὡς ἡ ἄποιος ὕλη, ἣν δυνάμει σῶμα Ἀριστοτέλης φησί, δεύτερον δὲ ὑποκείμενον τὸ ποιόν, ὃ κοινῶς ἢ ἰδίως ὑφίσταται· ὑποκείμενον γὰρ καὶ ὁ χαλκὸς καὶ ὁ Σωκράτης τοῖς ἐγγινομένοις ἢ κατηγορουμένοις κατ’ αὐτῶν. τὸ γὰρ ὑποκείμενον κατὰ ⟨τὸ⟩ πρός τι λέγεσθαι ἐδόκει (τινὶ γὰρ ὑποκείμενον), ἤτοι δὲ ἁπλῶς τῶν γινομένων ἐν αὐτῷ καὶ κατηγορουμένων αὐτοῦ ἢ ἰδίως· ἁπλῶς μὲν γὰρ ὑποκείμενον πᾶσι τοῖς γινομένοις καὶ κατηγορουμένοις ἡ πρώτῃ ὕλη, τισὶ δὲ ὑποκείμενον γιγνομένοις ἐπ’ αὐτοῦ καὶ κατηγορουμένοις ὁ χαλκὸς καὶ ὁ Σωκράτης. δύο τοίνυν ὑποκειμένων ὄντων πολλὰ τῶν ἐγγινομένων, ὡς πρὸς τὸ πρῶτον ὑποκείμενον ἐν ὑποκειμένῳ ὄντα, ὡς πρὸς τὸ δεύτερον οὐκ ἦν ἐν ὑποκειμένῳ ἀλλὰ μέρη αὐτοῦ.
Plotinus Ennead. IV lib. VII 9 (Vol. II p. 114 Mü.) ὅτι δὲ καὶ τὰ σώματα ἀσωμάτοις δυνάμεσι δύναται ἃ δύναται, ἐκ τῶνδε δῆλον. ὁμολογήσουσι γὰρ ἕτερον ποιότητα καὶ ποσότητα εἶναι καὶ πᾶν σῶμα ποσὸν εἶναι καὶ ἔτι οὐ πᾶν σῶμα ποιὸν εἶναι, ὥσπερ τὴν ὕλην. ταῦτα δὲ
ὁμολογοῦντες τὴν ποιότητα ὁμολογήσουσιν, ἕτερον οὖσαν ποσοῦ, ἕτερον σώματος εἶναι. πῶς γὰρ μὴ ποσὸν οὖσα σῶμα ἔσται, εἴπερ πᾶν σῶμα ποσόν; — — τὸ δὲ ὕλην μὲν τὴν αὐτὴν εἶναι, σῶμα ὥς φασιν οὖσαν, διάφορα δὲ ποιεῖν ποιότητας προσλαβοῦσαν, πῶς οὐ δῆλον ποιεῖ, τὰ προσγενόμενα λόγους ἀΰλους καὶ ἀσωμάτους εἶναι;Plotinus Ennead. VI lib. I 29 (Vol. II p. 260 Mü.). τὰ δὲ ποιὰ αὐτοῖς ἕτερα μὲν δεῖ εἶναι τῶν ὑποκειμένων καὶ λέγουσιν· οὐ γὰρ ἂν αὐτὰ δεύτερα κατηρίθμουν. — — εἰ δὲ τὰ ποιὰ ὕλην ποιὰν λέγοιεν, πρῶτον μὲν οἱ λόγοι αὐτοῖς ἔνυλοι, ἀλλ’ οὐκ ἐν ὕλῃ γενόμενοι σύνθετόν τι ποιήσουσιν, ἀλλὰ πρὸ τοῦ συνθέτου, ὃ ποιοῦσιν, ἐξ ὕλης καὶ εἴδους ἔσονται· οὐκ ἄρα αὐτοὶ εἴδη οὐδὲ λόγοι. εἰ δὲ λέγοιεν μηδὲν εἶναι τοὺς λόγους ἢ ὕλην πὼς ἔχουσαν, τὰ ποιὰ δῆλον ὅτι πὼς ἔχοντα ἐροῦσι, καὶ ἐν τῷ τετάρτῳ γένει τακτέον. εἰ δὲ ἥδε ἡ σχέσις ἄλλη, τίς ἡ διαφορά; ἢ δῆλον ὅτι τὸ πὼς ἔχειν ἐνταῦθα ὑπόστασις μᾶλλον;
Galenus de qualitatibus incorporeis 1 Vol. XIX p. 463 K. ἦν δὲ ὁ περὶ τῶν ποιοτήτων λόγος καὶ τῶν συμβεβηκότων ἁπάντων, ἅ φασιν εἶναι Στωϊκῶν παῖδες σώματα.
Simplicius in Aristot. categ. f. 57E. ed. Bas. Οἱ δὲ Στωϊκοὶ τὸ κοινὸν τῆς ποιότητος τὸ ἐπὶ τῶν σωμάτων λέγουσι διαφορὰν εἶναι οὐσίας, οὐκ ἀποδιαληπτὴν καθ’ ἑαυτήν, ἀλλ’ εἰς ἓν νόημα καὶ ἰδιότητα ἀπολήγουσαν, οὔτε χρόνῳ οὔτε ἰσχύϊ εἰδοποιουμένην, ἀλλὰ τῇ ἐξ αὐτῆς τοιουτότητι, καθ’ ἣν ποιοῦ ὑφίσταται γένεσις. ἐν δὲ τούτοις εἰ μὴ οἷόν τε, κατὰ τὸν ἐκείνων λόγον, κοινὸν εἶναι σύμπτωμα σωμάτων καὶ ἀσωμάτων, οὐκέτι ἔσται γένος ἡ ποιότης etc.