Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Galenus ad. Iulianum 6 Vol. XVIII A p. 279 K. εἴρηται δὲ καὶ περὶ τῶν συνεκτικῶν αἰτίων ἑτέρωθι δεικνύντων ἡμῶν ὅτι τό τε ὄνομα καὶ τὸ πρᾶγμα αὐτό, καθ’ οὗ τοὔνομα, τῆς Στωϊκῆς αἱρέσεώς ἐστι καὶ ὡς οὐκ ὀρθῶς ὑπειλήφασιν οὔτ’ ὀνομάζουσιν οἱ νεώτεροι τῶν ἰατρῶν ἅπαν τοῦτο τὸ γένος, ὅτι τε καὶ ἡμεῖς ἑπόμενοι πολλάκις αὐτοῖς, ὅπως μὴ δόξωμεν ἐρίζειν ὑπὲρ τοῦ ὀνόματος, ἔνια μὲν τῶν αἰτιῶν οὕτω καλεῖσθαι συγχωροῦμεν, οὐ μὰ Δία ὅσα τῶν ἁπλῶς ὄντων ἐστίν, ἀλλὰ τῶν ἐν τῷ γίγνεσθαι τὸ εἶναι κεκτημένων. ibid. p. 298. καὶ μὴν οὐδ’ ἄλλην τινὰ ἔννοιαν εἰπεῖν ἔχει τοῦ συνέχοντος αἰτίου παρὰ τὸ γίνεσθαί τι πρὸς αὐτοῦ καὶ παύεσθαι σὺν αὐτῷ, πλὴν εἰ κἀνταῦθα πάλιν ἐξαίφνης ἑαυτὸν εἶναί φησι Στωϊκόν, ὡς ἐν ἄλλοις ἐποίησεν. ἀλλὰ τοῦτό γε πράξας οὐ νόσου μόνον, ἀλλὰ καὶ τῆς ὑγείας αὐτῆς αἴτιον ἀποφανεῖταί τι εἶναι καὶ θερμὸν καὶ ψυχρὸν ἀναγκασθήσεταί τι λέγειν εἶναι νόσημα καὶ ξηρὸν καὶ ὑγρόν, ἅπερ οὐ βούλεται. μὴ τοίνυν ληρείτω μάταια μηδ’ ἐμπλήκτων τρόπον ἄλλοτ’ ἄλλα φανταζέσθω, ποτὲ μὲν ἐπαινῶν Στωϊκούς, ποτὲ δ’ ἀναιρῶν αὐτῶν τὰ δόγματα.
Galenus synopsis librorum de pulsibus 9. Vol. IX p. 458 K. μεμνῆσθαι μέντοι χρὴ πρὸ πάντων ὅπως ἔφαμεν ὀνομάζειν τὸ οἷον συνεκτικὸν αἴτιον, ὅτι μὴ κυρίως ἀλλὰ καταχρώμενοι τῇ προσηγορίᾳ· τὸ μὲν γὰρ κυρίως λεγόμενον αἴτιον συνεκτικὸν οὔτ’ ὠνόμασέ τις ἄλλος πρὸ τῶν Στωϊκῶν οὔτ’ εἶναι συνεχώρησε· τὰ δὲ καὶ πρὸ ἡμῶν οἷον συνεκτικὰ λεγόμενα γενέ σεώς τινος, οὐχ ὑπάρξεως αἴτια.
Arius Didymus epit. phys. fr. 19 Diels (DG p. 457, 17. Stobaeus ecl. I p. 143, 24 W.). σῶμά ἐστι τὸ τριχῇ διαστατόν, πλάτει, βάθει, μήκει· ταῦτα δὲ πλεοναχῶς λέγεσθαι. ὁτὲ μὲν γὰρ μῆκος [εἶναι] λέγεσθαι τὸ μέγιστον διάστημα τοῦ σώματος, ὁτὲ δὲ μόνον τὸ κάτωθεν ἄνω· καὶ πλάτος ὁτὲ ⟨μὲν⟩ τὸ δεύτερον διάστημα, ὁτὲ δὲ τὸ ἐκ δεξιᾶς καὶ ἐξ εὐωνύμου· καὶ βάθος ὁτὲ μὲν τὸ εἰς ἑαυτὸ διάστημα, ὁτὲ δὲ τὸ πρόσω καὶ ὀπίσω· κατὰ μὲν τὸν πρότερον λόγον οὔτε τῶν σφαιρῶν οὔτε τῶν τετραγώνων καὶ τῶν ὁμοίων οὐδὲν τῶν διαστημάτων τούτων ἐχόντων, κατὰ δὲ τὸν δεύτερον παντὸς σώματος τὰς τρεῖς ἔχοντος διαστάσεις διὰ τὸ κατὰ πᾶσαν θέσιν ὑπὸ τὸν λόγον τοῦτον πίπτειν αὐτό.
Philo de mundi opificio § 36 Vol. I p. 11, 9 Wendl. τὸ γὰρ σῶμα φύσει στερεὸν ὅτιπερ καὶ τριχῆ διαστατόν· στερεοῦ δὲ καὶ σώματος ἔννοια τίς ἑτέρα, πλὴν τὸ πάντη διεστηκός.
Clemens Alexandrinus Stromat II p. 436 Pott. διϊσχυρίζονται τοῦτ’ εἶναι μόνον ὅπερ ἔχει προσβολὴν καὶ ἐπαφήν τινα, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, ⟨ἄλλοι δὲ⟩ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθεν ἐξ ἀοράτου ποθὲν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι.
Aëtius I 10, 5. Οἱ ἀπὸ Ζήνωνος Στωϊκοὶ ἐννοήματα ἡμέτερα τὰς ἰδέας ἔφασαν.
Syrianus in Aristot. Metaph. (Aristot. Acad. Bor. Vol. V) p. 892a. τῶν καθ’ ἕκαστα, ἃ εἴτε ῥέοι κατὰ πᾶν — — ἕτε γίγνοιτο μὲν ἀεὶ καὶ φθείροιτο, διαμένοι δὲ κατὰ τὸ ἑαυτῶν ὅλον διὰ τὴν εἰδητικὴν αἰτίαν — — εἴτε καὶ ὄντα τις αὐτὰ καλοίη, ὡς Ἀριστοτέλης εἴωθεν, εἴτε καὶ μόνα εἶναι λέγοι, ὡς οἱ Στωϊκοί φασιν.
Simplicius in Aristot. categ. f. 17 A ed. Bas. οἱ δὲ ἀναιροῦσι μὲν τὴν τῶν κοινῶν φύσιν, ἐν δὲ τοῖς καθ’ ἕκαστα αὐτὰ μόνοις ὑφεστάναι νομίζουσιν, αὐτὰ καθ’ αὑτὰ μηδαμοῦ θεωροῦντες.
Sextus adv. math. VIII 263. τὸ ἀσώματον κατ’ αὐτοὺς (scil. Stoicos) οὔτε ποιεῖν τι πέφυκεν οὔτε πάσχειν.
Syrianus in Aristot. Metaphys. (Aristot. Acad. V 892b, 14). ὡς ἄρα τὰ εἴδη παρὰ τοῖς θείοις τούτοις ἀνδράσιν οὔτε πρὸς τὴν χρῆσιν τῆς τῶν ὀνομάτων συνηθείας παρήγετο, ὡς Χρύσιππος καὶ Ἀρχέδημος καὶ οἱ πλείους τῶν Στωϊκῶν ὕστερον ᾠήθησαν (πολλαῖς γὰρ διαφοραῖς διέστηκε τὰ καθ’ αὑτὰ εἴδη τῶν ἐν τῇ συνηθείᾳ λεγομένων) οὔτε etc.
Proclus in Euclidem 35, 25 p. 395 Friedlein. (Τὰ παραλληλόγραμμα τὰ ἐπὶ τῆς αὐτῆς βάσεως καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις
ἴσα ἀλλήλοις ἐστιν). Τὰ δ’ οὖν τοιαῦτα τῶν θεωρημάτων, ὡς φησὶν ὁ Γεμῖνος, ἀπείκαζεν ὁ Χρύσιππος ταῖς ἰδέαις. ὡς γὰρ ἐκεῖναι τῶν ἀπείρων ἐν πέρασιν ὡρισμένοις τὴν γένεσιν περιλαμβάνουσιν, οὕτως καὶ ἐν τούτοις τῶν ἀπείρων ἐν ὡρισμένοις τόποις ἡ περίληψις γίνεται. καὶ διὰ τὸν ὅρον τοῦτον ἡ ἰσότης ἀναφαίνεται. τὸ γὰρ ὕψος τῶν παραλλήλων τὸ αὐτὸ μένον ἀπείρων νοουμένων ἐπὶ τῆς αὐτῆς βάσεως παραλληλογράμμων πάντα ἴσα ἀλλήλοις ἀποφαίνει.Plutarchus praec. conjugalia cp. 34: Τῶν σωμάτων οἱ φιλόσοφοι (scil. Stoici) τὰ μὲν ἐκ διεστώτων λέγουσιν εἶναι καθάπερ στόλον καὶ στρατόπεδον, τὰ δ’ ἐκ συναπτομένων ὡς οἰκίαν καὶ ναῦν, τὰ δ’ ἡνωμένα καὶ συμφυᾶ καθάπερ ἐστὶ τῶν ζώων ἕκαστον. — — - δεῖ δὲ ὥσπερ οἱ φυσικοὶ τῶν ὑγρῶν λέγουσι δι’ ὅλων γενέσθαι τὴν κρᾶσιν, οὕτω etc.