Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). αἴτιον δὲ κυρίως λέγεται τὸ παρεκτικόν τινος ἐνεργητικῶς. ἐπεὶ καὶ τὸν σίδηρον τμητικόν φαμεν εἶναι οὐ μόνον ἐν τῷ τέμνειν, ἀλλὰ καὶ ἐν τῷ μὴ τέμνειν· οὕτως οὖν καὶ τὸ παρεκτικὸν ἄμφω σημαίνει, καὶ τὸ ἤδη ἐνεργοῦν, καὶ τὸ μηδέπω μέν, δυνάμει δὲ κεχρημένον τοῦ ἐνεργῆσαι.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). οἱ μὲν οὖν σωμάτων, οἱ δ’ ἀσωμάτων φασὶν εἶναι τὰ αἴτια (scil. Stoici et Peripatetici). οἱ δὲ τὸ μὲν σῶμα κυρίως αἰτιόν φασι, τὸ δὲ ἀσώματον καταχρηστικῶς καὶ οἷον αἰτιωδῶς (scil Stoici)· ἄλλοι δ’ ἔμπαλιν ἀναστρέφουσι, τὰ μὲν ἀσώματα κυρίως αἴτια λέγοντες, καταχρηστικῶς δὲ τὰ σώματα.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 929 Pott.). Τῶν αἰτίων τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συνεργά, τὰ δὲ ὧν οὐκ ἄνευ. προκαταρκτικὰ μὲν τὰ πρώτως ἀφορμὴν παρεχόμενα εἰς τὸ
γίγνεσθαί τι, καθάπερ τὸ κάλλος τοῖς ἀκολάστοις τοῦ ἔρωτος· ὀφθὲν γὰρ αὐτοῖς τὴν ἐρωτικὴν διάθεσιν ἐμποιεῖ μέν, οὐ μὴν κατηναγκασμένως· συνεκτικὰ δὲ ἅπερ συνωνύμως καὶ αὐτοτελῆ καλεῖται, ἐπειδήπερ αὐτάρκῶς δι’ αὑτῶν ποιητικά ἐστι τοῦ ἀποτελέσματος. ἑξῆς δὲ πάντα τὰ αἴτια ἐπὶ τοῦ μανθάνοντος δεικτέον. ὁ μὲν πατὴρ αἰτιόν ἐστι προκαταρκτικὸν τῆς μαθήσεως, ὁ διδάσκαλος δὲ συνεκτικόν, ἡ δὲ τοῦ μανθάνοντος φύσις συνεργὸν αἴτιον, ὁ δὲ χρόνος τῶν ὧν οὐκ ἄνευ λόγον ἐπέχει.Seneca epist. 65, 4. Stoicis placet unam causam esse id quod facit. ibid. 11. Haec quae ab Aristotele et Platone ponitur turba causarum aut nimium multa aut nimium pauca comprehendit. nam si, quocumque remoto quid effici non potest, id causam iudicant esse faciendi, pauca dixerunt: ponant inter causas tempus: nihil sine tempore fieri potest. ponant locum: si non fuerit, ubi fiat aliquid, ne fiet quidem. ponant motum: nil sine hoc nec fit nec perit, nulla sine motu ars, nulla mutatio est. Sed nos nuuc primam et generalem quaerimus causam. haec simplex esse debet, nam et materia simplex est, quaerimus quae sit causa, ratio scilcet faciens, id est deus.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 930 Pott.). τὸ δὲ αὐτὸ ἄρα αἴτιον καὶ ποιητικὸν καὶ δι’ ὅ. καὶ εἰ μὲν τί ἐστιν αἴτιον καὶ ποιητικόν, τοῦτο πάντως ἐστὶ καὶ δι’ ὅ, εἰ δέ τι ἐστὶ δι’ ὅ, οὐ πάντως τοῦτο καὶ αἰτιον. πολλὰ γοῦν ἐφ’ ἓν ἀποτέλεσμα συντρέχει, δι’ ἃ γίνεται τὸ τέλος, ἀλλ’ οὐκ ἔστι πάντα αἴτια· οὐ γὰρ ἂν ἐτεκνοκτόνησεν Μήδεια, εἰ μὴ ὠργίσθη· οὐδ’ ἂν ὠργίσθη, εἰ μὴ ἐζήλωσεν· οὐδὲ τοῦτο, εἰ μὴ ἠράσθη· οὐδὲ τοῦτο, εἰ μὴ Ἰάσων ἔπλευσεν εἰς Κόλχους· οὐδὲ τοῦτο, εἰ μὴ Ἀργὼ κατεσκευάσθη· οὐδὲ τοῦτο, εἰ μὴ τὰ ξύλα ἐκ τοῦ Πηλίου ἐτμήθη· ἐν τούτοις γὰρ ἅπασιν τοῦ δι’ ὃ τυγχάνοντος, οὐ πάντα τῆς τεκνοκτονίας αἴτια τυγχάνει, μόνη δὲ ἡ Μήδεια.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol II p. 932 Pott.). ἔτι ζητεῖται, εἰ πολλὰ κατὰ σύνοδον ἑνὸς αἴτια γίνεται· ⟨καὶ τινὲς μὲν λέγουσιν ὅτι γίνεται⟩· πολλοὶ γὰρ ἄνθρωποι συνέλκοντες αἴτιοί εἰσι τοῦ καθέλκεσθαι τὴν ναῦν, ⟨οὐκ αὐτὸς ἕκαστος αἴτιος ὢν⟩ ἀλλὰ σὺν τοῖς ἄλλοις, εἰ δή τι καὶ τὸ συναίτιον αἴτιον. ἄλλοι δέ φασιν, εἰ πολλὰ αἴτια, κατ’ ἰδίαν ἕκαστον ἑνὸς αἰτιον γίνεται· τοῦ γοῦν εὐδαιμονεῖν ἑνὸς ὄντος αἴτιαι τυγχάνουσιν αἱ ἀρεταὶ πολλαὶ οὖσαι· καὶ τοῦ θερμαίνεσθαι καὶ τοῦ ἀλγεῖν ὁμοίως πολλὰ τὰ αἴτια. μή τι οὖν αἱ πολλαὶ ἀρεταὶ μία ἐστὶ κατὰ δύναμιν, καὶ τὰ θερμαίνοντα καὶ τὰ ἀλγύνοντα. καὶ τὸ πλῆθος δὲ τῶν ἀρετῶν κατὰ γένος ἓν τυγχάνον ἑνὸς αἴτιον γίνεται τοῦ εὐδαιμονεῖν. τῷ ὄντι δὲ προκαταρκτικὰ μὲν αἴτια ἑνὸς γίνεται πλείονα κατὰ γένος καὶ κατ’ εἶδος· καὶ κατὰ γένος μὲν τοῦ νοσεῖν ὁπωσοῦν, οἷον ψύξις, ἔκλυσις, κόπος, ἀπεψία, μέθη· κατ’ εἶδος δὲ τοῦ πυρετοῦ. τὰ δὲ συνεκτικὰ αἴτια κατὰ γένος μόνον, οὐκέτι δὲ καὶ κατ’ εἶδος. τοῦ γὰρ εὐωδιάζεσθαι κατὰ γένος ἑνὸς ὄντος πολλὰ τὰ αἰτια κατ’ εἶδος· οἷον λιβανωτός, ῥόδον, κρόκος, στύραξ, σμύρνα, μύρον·
⟨τοῦ δὲ εὐωδιάζεσθαι τοῦ κατ’ εἶδος οὐκέτι πολλά⟩· τὸ γὰρ ῥόδον οὐκ ἂν οὕτως εὐῶδες εἴη ὡς ἡ σμύρνα.Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 932 Pott.). ἀλλήλων οὐκ ἔστι τινὰ αἴτια, ἀλλήλοις δὲ αἴτια· ἡ γὰρ σπληνικὴ διάθεσις προϋποκειμένη οὐ πυρετοῦ αἴτιος, ἀλλὰ τοῦ γίνεσθαι τὸν πυρετόν, καὶ ὁ πυρετὸς προϋποκείμενος οὐ σπληνός, ἀλλὰ τοῦ αὔξεσθαι τὴν διάθεσιν. οὕτως καὶ αἱ ἀρεταὶ ἀλλήλαις αἴτιαι, τῷ μὴ χωρίζεσθαι διὰ τὴν ἀντακολουθίαν· καὶ οἱ ἐπὶ τῆς ψαλίδος λίθοι ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ μένειν κατηγορήματος, ἀλλήλων δὲ οὐκ εἰσὶν αἴτιοι· καὶ ὁ διδάσκαλος δὲ καὶ ὁ μανθάνων ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ προκόπτειν κατηγορήματος. λέγεται δὲ ἀλλήλοις αἴτια ποτὲ μὲν τῶν αὐτῶν, ὡς ὁ ἔμπορος καὶ ὁ κάπηλος ἀλλήλοις εἰσὶν αἴτιοι τοῦ κερδαίνειν· ποτὲ δὲ ἄλλου καὶ ἄλλου, καθάπερ ἡ μάχαιρα καὶ ἡ σάρξ· ἡ μὲν γὰρ τῇ σαρκὶ τοῦ τέμνεσθαι, ἡ σὰρξ δὲ τῇ μαραίρᾳ τοῦ τέμνειν etc.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). τὸ δὲ αὐτὸ τῶν ἐναντίων αἴτιον γίνεται, ποτὲ μὲν παρὰ τὸ μέγεθος τοῦ αἰτίου καὶ τὴν δύναμιν, ποτὲ δὲ παρὰ τὴν ἐπιτηδειότητα τοῦ πάσχοντος· παρὰ μὲν τὴν ποιὰν δύναμιν, ⟨οἷον⟩ ἡ αὐτὴ χορδὴ παρὰ τὴν ἐπίτασιν ἢ τὴν ἄνεσιν ὀξὺν ἢ βαρὺν ἀποδίδωσι τὸν φθόγγον· παρὰ δὲ τὴν ἐπιτηδειότητα τῶν πασχόντων, ⟨οἷον⟩ τὸ μέλι γλυκάζει μὲν τοὺς ὑγιαίνοντας, πικράζει δὲ τοὺς πυρέσσοντας· καὶ εἷς καὶ ὁ αὐτὸς οἶνος τοὺς μὲν εἰς ὀργήν, τοὺς δὲ εἰς διάχυσιν ἄγει· καὶ ὁ αὐτὸς ἥλιος τήκει μὲν τὸν κηρόν, ξηραίνει δὲ τὸν πηλόν.
Clemens Alexandrinus Stromat. VIII 9 (Vol. II p. 933 Pott.). καὶ τὰ μὲν προκαταρκτικά, τὰ δὲ συνεκτικά, τὰ δὲ συναίτια, τὰ δὲ συνεργά. — — τῶν μὲν οὖν προκαταρκτικῶν αἰρομένων μένει τὸ ἀποτέλεσμα· συνεκτικὸν δέ ἐστιν αἴτιον, οὗ παρόντος μένει τὸ ἀποτέλεσμα καὶ αἰρομένου αἴρεται. τὸ δὲ συνεκτικὸν συνωνύμως καὶ αὐτοτελὲς καλοῦσιν, ἐπειδὴ αὐταρκως δι’ αὑτοῦ ποιητικόν ἐστι τοῦ ἀποτελέσματος. εἰ δὲ τὸ αἴτιον αὐτοτελοῦς ἐνεργείας ἐστὶ δηλωτικόν, τὸ ⟨δὲ⟩ συνεργὸν ὑπηρεσίαν σημαίνει καὶ τὴν σὺν ἑτέρῳ λειτουργίαν, εἰ μὲν οὖν μηδὲν παρέχεται, οὐδὲ συνεργὸν λεχθήσεται· εἰ δὲ παρέχεται, τούτου πάντως γίνεται αἴτιον, οὗ καὶ παρέχεται, τουτέστιν τοῦ δι’ αὐτὸ γινομένου· ἔστιν οὖν συνεργόν, οὗ παρόντος ἐγίνετο τὸ ἀποτέλεσμα· προδήλως μὲν οὖν παρόντος ⟨προδήλου⟩, ἀδήλως δὲ ἀδήλου· καὶ τὸ συναίτιον δὲ ἐκ τοῦ γένους ἐστὶ τῶν αἰτίων, καθάπερ ὁ συστρατιώτης στρατιώτης καὶ ὁ συνέφηβος ἔφηβος. τὸ μὲν οὖν συνεργὸν αἴτιον τῷ συνεκτικῷ πρὸς τὴν ἐπίτασιν βοηθεῖ τοῦ ὑπ’ αὐτοῦ γινομένου· τὸ δὲ συναίτιον οὐκ ἐπὶ τῆς αὐτῆς ἐστιν ἐννοίας· δύναται γὰρ συναίτιον ὑπάρχειν, κἆν μὴ συνεκτικὸν αἴτιον ᾖ τι. νοεῖται γὰρ σὺν ἑτέρῳ τὸ συναίτιον οὐδ’ αὐτῷ δυναμένῳ κατ’ ἰδίαν ποιῆσαι τὸ ἀποτέλεσμα, αἴτιον ὂν σὺν αἰτίῳ. διαφέρει δὲ τοῦ συναιτίου τὸ συνεργὸν ἐν τῷ τὸ μὲν συναίτιον ⟨μεθ’ ἑτέρου αἰτίου⟩ κατ’ ἰδίαν μὴ ποιοῦντος τὸ ἀποτέλεσμα παρέχειν, τὸ δὲ συνεργὸν ἐν τῷ κατ’ ἰδίαν μὴ ποιεῖν, ἑτέρῳ δὲ προσερχόμενον τῷ κατ’ ἰδίαν ποιοῦντι συνεργεῖ αὐτῷ πρὸς τὸ σφοδρότερον γίνεσθαι τὸ ἀποτέλεσμα. μάλιστα δὲ τὸ
ἐκ προκαταρκτικοῦ συνεργὸν γεγονέναι, ⟨ἐπὶ τοῦτο⟩ τὴν τοῦ αἰτίου διατείνειν δύναμιν παρίστησιν.Clemens Alexandrinus Stromat. I p. 376. 77 Pott. distinguit τὸ συνεργόν, τὸ συναίτιον, τὸ συνεκτικὸν αἴτιον. ὃ δὲ μεθ’ ἑτέρου ποιεῖ, ἀτελὲς ὂν καθ’ αὑτὸ ἐνεργεῖν, συνεργὸν φαμὲν καὶ συναίτιον [ἀπὸ τοῦ συναιτίου αἴτιον ὑπάρχειν] ἀπὸ τοῦ ἑτέρῳ συνελθὸν αἴτιον γίγνεσθαι ὠνομασμένον· καθ’ ἑαυτὸ δὲ μὴ δύνασθαι τὸ ἀποτέλεσμα — — παρέχειν. paulo post: ἀλλὰ τῶν συνεργῶν τὰ μὲν πλείονα τὰ δὲ ἐλάττονα προσφέρεται δύναμιν.
Clemens Alexandrinus Stromat. I p. 367 Pott. οἶδα πολλοὺς — — καὶ τὸ μὴ κωλῦον αἴτιον εἶναι λέγοντας. — — φαμὲν δὴ πρὸς αὐτοὺς τὸ αἴτιον ἐν τῷ ποιεῖν καὶ ἐνεργεῖν καὶ δρᾶν νοεῖσθαι· τὸ δὲ μὴ κωλῦον κατά γε τοῦτο ἀνενέργητον εἶναι. ἔτι τὸ μὲν αἴτιον πρὸς τῇ ἐνεργείᾳ ἐστί, καθάπερ ὁ μὲν ναυπηγὸς πρὸς τῷ γίγνεσθαι τὸ σκάφος, ὁ δὲ οἰκοδόμος πρὸς τῷ κτίζεσθαι τὴν οἰκίαν· τὸ δὲ μὴ κωλῦον κεχώρισται τοῦ γιγνομένου etc.
Galenus defin. med. 154-160 Vol. XIX p. 392 K. definit αἴτια προκαταρκτικά, προηγούμενα, συνεκτικά, αὐτοτελῆ, συναίτια, συνεργά.