Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Seneca ep. 58, 12. illud genus quod est (scil. τὸ ὄν) generale supra se nihil habet. initium rerum est, omnia sub illo sunt. Stoici volunt superponere huic etiamnunc aliud genus magis principale. - ibid. 15. Primum genus Stoicis quibusdam videtur quid: quare videatur subiiciam. in rerum, inquiunt, natura quaedam sunt, quaedam non sunt. et haec autem, quae non sunt, rerum natura complectitur, quae animo succurrunt, tamquam Centauri, Gigantes et quicquid aliud falso cogitatione formatum habere aliquam imaginem coepit, quamvis non habeat substantiam.

Anonymi Proleg. in Aristot. Categ. p. 34b Brandis (Schol. in Ar.) τρία δὲ τὰ καθολικώτατα ὁμώνυμα, ἕν, ὄν, τί· κατὰ πάντων γὰρ τῶν ὄντων φέρεται ταῦτα, κατὰ μὲν Πλάτωνα τὸ ἕν, κατ’ Ἀριστοτέλη τὸ ὄν, κατὰ δὲ τοὺς Στωϊκοὺς τὸ τί.

Philo Leg. Alleg. III § 175 Vol. I p. 151, 28. τὸ γὰρ μάννα ἑρμηνεύεται τί· τοῦτό ἐστι τὸ γενικώτατον τῶν ὄντων.

Plutarchus de comm. not. cp. 30 p. 1074 d. οὐδὲν οὖν ἔτι δεῖ λέγειν τὸν χρόνον, τὸ κατηγόρημα, τὸ ἀξίωμα, τὸ συνημμένον, τὸ συμπεπλεγμένον· οἷς χρῶνται μὲν μάλιστα τῶν φιλοσόφων, ὄντα δ’ οὐ λέγουσιν εἶναι.

Stobaeus Eclogae I p. 138, 23 W. Χρυσίππου. Χρύσιππος αἴτιον εἶναι λέγει δι’ ὅ. Καὶ τὸ μὲν αἴτιον ὂν καὶ σῶμα ⟨οὗ δὲ αἴτιον μήτε ὄν, μήτε σῶμα⟩ καὶ αἴτιον μὲν ὅτι, οὗ δὲ αἴτιον διά τι. Αἰτίαν δ’ εἶναι λόγον αἰτίου, ἢ λόγον τὸν περὶ τοῦ αἰτίου ὡς αἰτίου. Sequitur simillima Posidonii disputatio (Diels Arii Didymi Epit. phys. frgm. 18). Cf. Zeno I n. 89

Sextus adv. math. IX 196. εἴπερ τοίνυν, φασίν, ἔστι σπέρμα, ἔστι καὶ αἴτιον, ἐπείπερ τὸ σπέρμα αἴτιόν ἐστι τῶν ἐξ αὐτοῦ φυομένων τε καὶ γεννωμένων· ἔστι δέ γε σπέρμα, ὡς ἐκ τῶν σπειρομένων καὶ ζῳογονουμένων δείκνυται· ἔστιν ἄρα αἴτιον. καὶ πάλιν εἰ ἔστι τι φύσις, ἔστι τι αἴτιον· τῶν γὰρ φυομένων ἢ ἐκπεφυκότων αἴτιόν ἐστιν ἡ φύσις. ὑπάρχει δὲ αὕτη, ὡς ἀπὸ τῶν ἀποτελεσμάτων συμφανές. —  — τοίνυν εἰ ἔστι φύσις, ἔστι τι αἰτιον· ἀλλὰ μὴν τὸ πρῶτον· ἄρα τὸ δεύτερον. καὶ ἄλλως εἰ ἔστι τι ψυχή, ἔστιν αἴτιον· αὕτη γὰρ καὶ τοῦ ζῆν καὶ τοῦ θνήσκειν αἰτία γίνεται, τοῦ μὲν ζῆν παροῦσα, τοῦ δὲ θνῄσκειν χωριζομένη τῶν σωμάτων· ἔστι δέ γε ψυχή, φασίν, εἴγε καὶ ὁ λέγων μὴ εἶναι ψυχὴν αὐτῇ προσχρώμενος τοῦτο ἀποφαίνεται· ἔστιν ἄρα αἰτιον. πρὸς τούτοις εἰ ἔστι θεός, ἔστιν αἴτιον· οὗτος γὰρ ἦν ὁ τὰ ὅλα διοικῶν· ἔστι δέ γε κατὰ τὰς κοινὰς ἐννοίας τῶν ἀνθρώπων θεός· ἔστιν ἄρα αἴτιον· καίτοι κἂν μὴ θεὸς ὑπάρχῃ, ἔστιν αἴτιον· τὸ γὰρ μὴ εἶναι θεοὺς διά τινα αἰτίαν γίνεται· καὶ τῷ οὖν ὑπάρχειν θεὸν καὶ τῷ μὴ ὑπάρχειν ἐπ’ ἴσης ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον. πολλῶν γε μὴν γεννωμένων καὶ φθειρομένων, αὐξομένων τε καὶ μειουμένων, κινουμένων τε καὶ ἀκινητιζόντων, ἐξ ἀνάγκης ὁμολογεῖν δεῖ τὸ εἶναί τινα τούτων αἴτια, τὰ μὲν γενέσεως τὰ δὲ φθορᾶς, καὶ τὰ μὲν αὐξήσεως τὰ δὲ μειώσεως καὶ ἤδη κινήσεως ἢ ἀκινησίας· σὺν τῷ κἂν μὴ ὑπάρχῃ ταῦτα τὰ ἀποτελέσματα, φαίνηται δὲ μόνον, πάλιν εἰσάγεσθαι τὴν ὕπαρξιν τῶν αἰτίων· τοῦ γὰρ φαίνεσθαι μὲν ἡμῖν αὐτὰ ὡς ὑποκείμενα, μὴ ὑποκεῖσθαι δέ, αἴτιόν τι καθέστηκεν. καὶ μὴν εἰ μηδέν ἐστιν αἴτιον, πάντα ἐκ παντὸς δεήσει γίνεσθαι καὶ ἐν παντὶ τόπῳ, ἔτι καὶ κατὰ πάντα καιρόν· ὅπερ ἄτοπον. εὐθέως γὰρ εἰ μηδέν ἐστιν αἴτιον, οὐδὲν τὸ κωλῦον ἐξ ἀνθρώπου ἵππον συνίστασθαι· [αἰτιον ἄρα τι ἔσται]. μηδενὸς δὲ ὄντος τοῦ κωλύοντος συστήσεταί ποτε ἐξ ἀνθρώπου ἵππος, καὶ οὕτως, εἰ τύχοι, ἐξ ἵππου φυτόν· κατὰ ταὐτὰ δὲ οὐκ ἀδύνατον ἔσται χιόνα μὲν ἐν Αἰγύπτῳ πήγνυσθαι, ἀβροχίαν δὲ ἐν Πόντῳ συμβαίνειν, καὶ τὰ μὲν τοῦ θέρους ἐν χειμῶνι γίγνεσθαι, τὰ δὲ τοῦ χειμῶνος ἐν θέρει συνίστασθαι· ὅθεν εἴπερ ᾧ ἕπεταί τι ἀδύνατον, καὶ αὐτὸ ἔσται ἀδύνατον, τῷ δὲ μὴ εἶναι αἴτιον ἕπεται πολλὰ τῶν ἀδυνάτων, ῥητέον καὶ τὸ μὴ εἶναι αἴτιον τῶν ἀδυνάτων ὑπάρχειν. ὅ τε λέγων μὴ εἶναι αἴτιον ἤτοι χωρὶς αἰτίας τοῦτο λέγει ἢ μετά τινος αἰτίας. καὶ εἰ μὲν χωρίς τινος αἰτίας, ἄπιστός ἐστιν, μετὰ τοῦ ἀκολουθεῖν αὐτῷ τὸ μὴ μᾶλλον τοῦτο ἀξιοῦν ἢ τὸ ἀντικείμενον τούτῳ, αἰτίας εὐλόγου μὴ προϋποκειμένης, δι’ ἥν φησιν ἀνύπαρκτον εἶναι τὸ αἴτιον· εἰ δὲ μετά τινος αἰτίας,

περιτρέπεται, κὰν τῷ λέγειν μὴ εἶναί τι αἴτιον τίθησι τὸ εἶναί τι αἴτιον· ὅθιν καὶ ἀπὸ τῆς αὐτῆς δυνάμεως ἐρωτᾶν ἔξεστι καὶ τὸν ἐπὶ τοῦ σημείου καὶ τῆς ἀποδείξεως διὰ τῶν ἔμπροσθεν ἀποδοθέντα λόγον, ὃς ἔξει τὴν σύνταξιν τοιαύτην· εἰ ἔστι τι αἴτιον, ἔστιν αἰτιον· ἀλλὰ καὶ εἰ μὴ ἔστι τι αἰτιον, ἔστιν αἴτιον· ἤτοι δὲ ἔστιν ἢ οὐκ ἔστιν· ἔστιν ἄρα. τῷ τε γὰρ εἶναι αἰτιον ἀκολουθεῖ τὸ εἶναί τι αἴτιον, μὴ διαφέροντος παρὰ τὸ ἡγούμενον τοῦ λήγοντος, τῷ τε μηδὲν εἶναι αἴτιον ἀκολουθεῖ πάλιν τὸ εἶναί τι αἴτιον, ἐπείπερ ὁ λέγων μηδὲν εἶναι αἰτιον ὑπό τινος αἰτίας κινηθεὶς λέγει μηδὲν εἶναι αἴτιον. ὥστε καὶ τὸ διεζευγμένον πρὸς τοῖς δυσὶ συνημμένοις ἀληθὲς γίνεσθαι ἐξ ἀντικειμένων διεζευγμένον, καὶ τὴν ἐπιφορὰν τοῖς τοιούτοις λήμμασι συνεισάγεσθαι, καθὼς ἀνώτερον παρεμυθησάμεθα.

Aëtius Plac. 11, 7. Οἱ Σωϊκοὶ τὸ πρῶτον αἴτιον ὡρίσαντο κινητόν.

Simplicius in Aristot. Phys. p. 420, 6 Diels. ὅτι τισὶ δοκεῖ μὴ εἶναί τι κινοῦν ἀκίνητον, ἀλλὰ πᾶν τὸ κινοῦν κινεῖσθαι —  — καὶ δῆλον ὅτι ταύτης εἰσὶ τῆς δόξης τῶν τε παλαιῶν φυσιολόγων ὅσοι σωματικὴν ἢ μίαν ἢ πλείους ὑπέθεντο τὴν ἀρχὴν, καὶ τῶν νέων οἱ Στωϊκοί.

Aëtius Plac. I 11, 5. Οἱ Στωϊκοὶ πάντα τὰ αἴτια σωματικά· πνεύματα γάρ.

Sextus adv. math. IX 211. εἴγε Στωϊκοὶ μὲν πᾶν αἴτιον σῶμά φασι σώματι ἀσωμάτου τινὸς αἴτιον γίνεσθαι, οἷον σῶμα μὲν τὸ σμιλίον, σώματι δὲ τῇ σαρκί, ἀσωμάτου δὲ τοῦ τέμνεσθαι κατηγορήματος, καὶ πάλιν σῶμα μὲν τὸ πῦρ, σώματι δὲ τῷ ξύλῳ, ἀσωμάτου δὲ τοῦ καίεσθαι κατηγορήματος.

Simplicius in Aristot. categ. f. 77 B. ed. Bas. οὐδὲ ἔδει ἀπὸ τῶν ἐσχάτων ἄρχεσθαι ποιήσεων, λέγω δὴ τῶν κατὰ πληγὴν καὶ ὦσιν, οὐδὲ τοῖς Στωϊκοῖς συγχωρεῖν περὶ οὗ διατελοῦμεν αὐτοῖς διαφερόμενοι, ὡς τὸ ποιοῦν πελάσει τινὶ ποιεῖ καὶ ἅψει. βέλτιον γὰρ λέγειν ὡς οὐ πάντα πελάσει καὶ ἅψει ποιεῖ.

Proclus in Plat. Parmen. Vol. V p. 74 ed Cousin. Τὸ δεύτερον τοίνυν ὁ τῆς σφραγῖδος τύπος Στωϊκῶν ὑποθέσεσι προσήκει ταῖς σωματικῶς λεγούσαις τὰ ποιοῦντα ποιεῖν καὶ τὰ πάσχοντα πάσχειν· ὠθισμοῦ γὰρ δεδέηται καὶ ἀντιτυπίας καὶ ἐπερείσεως καὶ οὐκ ἄλλως γέγονεν.