Fragmenta Logica et Physica
Chrysippus
Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).
Chalcidius ad Timaeum cp. 280. Qui tamen providentiae opus silvae quoque constitutionem esse pronuntiaverunt, censent eam una quadam ab exordio usque ad finem continuatione porrectam, nec tamen omnes eodem modo. aliter enim Pythagoras et item aliter Plato diversoque Aristoteles modo et cum aliquanta differentia Stoici. Sed hi quidem omnes informem eam et sine ulla qualitate constituunt.
Galenus methodi med. II 7 Vol. X p. 155 K. τὴν γὰρ μικρολογίαν τῶν ὀνομάτων, ἣν ἐκομψεύσαντό τινες τῶν φιλοσόφων - παραιτοῦμαι λέγειν τὰ νῦν. — — λέγω δὲ μικρολογίαν, ἐν ᾗ διαιροῦνται κατὰ γένη τό τε ὂν καὶ τὸ ὑφεστός.
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 476 K. πρὸς ⟨δʼ⟩ οἷς ἔφην ἀτόποις οὐδ’ ἡνωμένην ἔτι χρὴ λέγειν ὑπάρχειν τὴν οὐσίαν. — — - ἥν τε λέγουσιν οἱ Στωϊκοὶ πρώτην ὕλην καὶ πρώτην οὐσίαν, ἐξ ἧς φασι τόν τε κόσμον καὶ τῶν ἐν αὐτῷ πραγμάτων ἕκαστον πεποιηκέναι τὸν Δία, εἰ καθάπερ αἱ ποιότητες σῶμα ἦν, πῶς οὐκ ἦν καὶ αὐτὴ ποιότης ἢ εἶχέ γε ποιότητα; εἴ τε τὰς ἄλλας ποιότητας οὐκ εἶχε, ἀλλὰ δή πάντως ὑπῆρχε βάρος, ὅπερ φασὶν εἶναι σώματος ⟨ἴδιον⟩, πῶς ἁπλῆν ἔτι φασὶ τὴν πρώτην οὐσίαν, ἀλλ’ οὐχὶ σύγκριμα; εἰ δὲ πεπερασμένην εἶναί φασι καὶ πέρασι κεχρημένην, καὶ σχῆμα δῆλον ὡς ἐκέκτητο, ἄτοπον γάρ ἐστιν ἰδίοις
περαινόμενον σῶμα πέρασι μὴ μετὰ σχήματος πάντως ὑπάρχειν, εἰ καὶ μὴ συννοοῖτο τοῦτ’ αὐτῷ καθ’ ὑπόθεσιν· ὥστε εἰ περὶ ὕλην ἦν ταῦθ’ ἅπερ ἔφην πάντα, ταῦτα δ’ ἐστί, καθάπερ αὐτοί φασι, σώματα, οὔτε ἄποιος ἦν δηλαδὴ οὔτε ἁπλῆ. — — ταύτῃ δὲ οὐδὲν ἀμιγὲς ἦν κατ’ αὐτούς.Galenus de qualitatibus incorporeis 6. Vol. XIX p. 478 K. ὁ μὲν οὖν ἰατρὸς συντιθεὶς ἐκ πολλῶν φαρμάκων ἕτερον φάρμακον, ἰδίαν ποιότητα πάντων ἐχόντων, ποιὸν ἕτερον ἐκ τῆς μίξεως ποιεῖ, τὸν Δία δ’ οὔ φασι μῖξαι τῇ πρώτῃ οὐσίᾳ καὶ σχηματότητα, οὐδὲ μηκότητα οὐδὲ τῶν ἄλλων τι συμβεβηκότων. εἰ δὲ μίγνυσιν, ὄντα καὶ αὐτὰ δῆλον ὡς ἀΐδια, ταῦτά [ἐστιν], πῶς ἔτι λέγουσι μόνην τὴν πρώτην ὕλην ἀΐδιον τὴν ἄποιον, οὐχὶ δὲ καὶ τὰς ἄλλας ποιότητας καὶ πάντα τὰ συμβαίνοντα. οὐδὲ γὰρ ποιητὴν εἶναί φασι, καθάπερ τινὰ χειροτέχνην, τὸν Δία, ἀλλ’ ὅλον δι' ὅλης τῆς ὕλης διεληλυθότα πάντων δημιουργὸν γεγονέναι. τήν τε πηλικότητα τοῦ θείου πυρὸς καὶ τὰ ἐπὶ μέρους τῇ πηλικότητι συμβεβηκότα, τό τε μῆκος καὶ πλάτος καὶ βάθος, καὶ πρὸς τούτοις τὸ λογικὸν αὐτοῦ καὶ τὴν μακαριότητα, εἰ μὲν οὐσίας εἶναι φήσουσι καὶ σωματικὰς αὐτὰς ἐροῦσιν, ἐκ σωμάτων δῆλον ὡς ἦν ὁ Ζεὺς συνεστηκὼς καὶ οὐχ ἁπλοῦν ἦν, ἀλλὰ καὶ σύγκριμα. εἰ δὲ ἀνουσίους αὐτὰς — — φύσεις ἐροῦσι, τὸ λεγόμενον ὑφ’ ἡμῶν κρατύνεται τὸ μὴ σωματικὴν ἔχειν φύσιν τὰ συμβεβηκότα μηδὲ τὰς ποιότητας.
Aëtius Plac. I 9, 2. Οἱ ἀπὸ Θάλεω καὶ Πυθαγόρου καὶ οἱ Στωϊκοὶ τρεπτὴν καὶ ἀλλοιωτὴν καὶ μεταβλητὴν καὶ ῥευστὴν ὅλην δι’ ὅλης τὴν ὕλην. (Stob. λέγω δὲ τοὺς μέχρι τῶν Στωϊκῶν καταβεβηκότας σὺν Ἡρακλείτῳ etc.) cf. Thedoret IV 13.
Aëtius Plac. I, 9, 7. Οἱ Στωϊκοὶ σῶμα τὴν ὕλῆν ἀποφαίνονται.
Simplicius in Aristot. phys. p. 227, 23 ἀλλ’ ἐπειδή τινες καὶ οὐδὲ οἱ τυχόντες ἐν φιλοσοφίᾳ τὸ ἄποιον σῶμα τὴν πρωτίστην ὕλην εἶναί φασι καὶ κατὰ Ἀριστοτέλην καὶ κατὰ Πλάτωνα, ὥσπερ τῶν μὲν παλαιῶν οἱ Στωϊκοί, τῶν δὲ νέων Περικλῆς ὁ Λυδός, καλῶς ἂν ἔχοι ταύτην ἐπισκέψασθαι τὴν δόξαν.
Galenus de qualitatibus incorporeis 5. Vol. XIX p. 477 K. (de materia Stoicorum locutus) ἀδιανόητόν τε καὶ τὸ μήτε βαρὺ τοῦθ’ ὑπάρχειν μήτε κοῦφον, οὐχ ἧττον ⟨δʼ⟩ ἄτοπον εἰ λέγοι τις ἅμα τοῦτ’ ἔχειν ἀμφότερα καὶ κατὰ τὰ αὐτὰ καὶ μὴ πρὸς ἄλλο καὶ ἄλλο κρινόμενον· τό τε μὴ ⟨ποιὰν⟩ ἐκείνης ἐχούσης οὐσίαν, τῶν ἐξ αὐτῆς, ὥς φασι, γεγονότων πρῶτον τεττάρων ἕκαστον ἔχειν ποιότητα. — — εἰ δὲ μηδ’ αὐτὸ εἶχε τούτων μηδὲ ἓν καθ’ ὑπόθεσιν τὸ αἰθέριον δὴ ἐκεῖνο πῦρ, ὑφ’ οὗ φασι τά τε στοιχεῖα καὶ τὸν κόσμον γεγονέναι, πῶς ταῦτ’ ἔχει τὰ γεννήματα καὶ ποιήματα καὶ πλάσματα.
Asclepius in Aristot. Metaph. p. 377, 29 Hayd. καὶ πάλιν οἱ μὲν μίαν οὐσίαν εἶναι εἰρήκασιν, οἷον τὴν αἰσθητήν, ὥσπερ οἱ φυσικοὶ καὶ οἱ Στωϊκοί.
Alexander Aphrod. comm. in Aristot. Topica IV p. 155 Ald. p. 301, 19 Wal. οὕτω δεικνύοις ἂν ὅτι μὴ καλῶς τὸ τὶ οἱ ἀπὸ τῆς Στοᾶς γένος τοῦ ὄντος τίθενται· εἰ γὰρ τί, δῆλον ὅτι καὶ ὄν· εἰ δὲ ὄν, τὸν τοῦ ὄντος ἀναδέχοιτο ἂν λόγον· ἀλλ’ ἐκεῖνοι νομοθετήσαντες αὑτοῖς τὸ ὂν κατὰ σωμάτων μόνων λέγεσθαι, διαφεύγοιεν ἂν τὸ ἠπορημένον· διὰ τοῦτο γὰρ τὸ τὶ γενικώτερον αὐτοῦ φασιν εἶναι, κατηγορούμενον οὐ κατὰ σωμάτων μόνον, ἀλλὰ καὶ κατὰ ἀσωμάτων. Cf. p. 180 Ald. p. 359, 12 Wal. οὕτω δειχθήσεται μηδὲ τὸ τὶ γένος ὂν τῶν πάντων· ἔσται γὰρ καὶ τοῦ ἑνὸς γένος ἢ ἐπίσης ὄντος αὐτῷ ἢ καὶ ἐπὶ πλέον· εἴ γε τὸ μὲν ἓν καὶ κατὰ τοῦ ἐννοήματος· τὸ δὲ τὶ κατὰ μόνων σωμάτων καὶ ἀσωμάτων· τὸ δὲ ἐννόημα μηδέτερον τούτων κατὰ τοὺς ταῦτα λέγοντας.
Sextus adv. math. I 17. καὶ μὴν εἰ διδάσκεταί τι, ἤτοι διὰ τῶν οὐτινῶν διδαχθήσεται ἢ διὰ τῶν τινῶν· ἀλλὰ διὰ μὲν τῶν οὐτινῶν οὐχ οἷόν τε διδαχθῆναι· ἀνυπόστατα γάρ ἐστι τῇ διανοίᾳ ταῦτα κατὰ τοὺς ἀπὸ τῆς Στοᾶς.
Sextus adv. math. X 218. ὥσθ’ οὗτοι μὲν σῶμα ποιοῦσι τὸν χρόνον, οἱ δὲ ἀπὸ τῆς στοᾶς φιλόσοφοι ἀσώματον αὐτὸν ᾠήθησαν ὑπάρχειν· τῶν γὰρ τινῶν φασὶ τὰ μὲν εἶναι σώματα τὰ δὲ ἀσώματα, τῶν δὲ ἀσωμάτων τέσσαρα εἴδη καταριθμοῦνται ὡς λεκτὸν καὶ κενὸν καὶ τόπον καὶ χρόνον. ἐξ οὗ δῆλον γίγνεται ὅτι πρὸς τῷ ἀσώματον ὑπολαμβάνειν τὸν χρόνον, ἔτι καὶ καθ’ αὑτό τι νοούμενον πρᾶγμα δοξάζουσι τοῦτον. Cf. ibid. 227. 234