Fragmenta Logica et Physica

Chrysippus

Chrysippus. Stoicorum veterum fragmenta, Vol. 2. von Arnim, Hans Friedrich August, editor. Leipzig: Teubner, 1903 (1964 printing).

Sextus adv. math. X 312. ἐξ ἀποίου μὲν οὖν καὶ ἑνὸς σώματος τὴν τῶν ὅλων ὑπεστήσαντο γένεσιν οἱ Στωϊκοί· ἀρχὴ γὰρ τῶν ὄντων κατ’ αὐτούς ἐστιν ἡ ἄποιος ὕλη καὶ δι’ ὅλων τρεπτή, μεταβαλλούσης τε ταύτης γίγνεται τὰ τέσσαρα στοιχεῖα, πῦρ καὶ ἀήρ, ὕδωρ καὶ γῆ.

Alexander Aphrod. de mixtione p. 224, 32 Bruns. αἰτιάσαιτο δ’ ἄν τις εὐλόγως αὐτῶν, ἐνταῦθα τοῦ λόγου γενόμενος, καὶ τὸ δύο ἀρχὰς τῶν πάντων λέγοντας εἶναι, ὕλην τε καὶ θεόν, ὧν τὸν μὲν ποιοῦντα εἶναι, τὴν δὲ πάσχουσαν, μεμῖχθαι τῇ ὕλῃ λέγειν τὸν θεόν, διὰ πάσης αὐτῆς διήκοντα καὶ σχηματίζοντα καὶ μορφοῦντα καὶ κοσμοποιοῦντα τούτῳ τῷ τρόπῳ· εἰ γὰρ θεὸς κατ’ αὐτοὺς σῶμα, πνεῦμα ὢν νοερόν τε καὶ ἀΐδιον, καὶ ἡ ὕλη δὲ σῶμα, πρῶτον μὲν ἔσται πάλιν διῆκον σῶμα διὰ σώματος, ἔπειτα τὸ πνεῦμα τοῦτο ἤτοι τι τῶν τεσσάρων τῶν ἁπλῶν ἔσται σωμάτων, ἃ καὶ στοιχεῖά φασιν, ἢ ἐκ τούτων σύγκριμα, ὥς που καὶ αὐτοὶ λέγουσιν (καὶ γὰρ ἀέρος καὶ πυρὸς ὑφίστανται τὴν οὐσίαν ἔχειν τὸ πνεῦμα) ἢ ⟨εἰ⟩ ἄλλο τι εἴη, ἔσται τὸ θεῖον αὐτοῖς σῶμα πέμπτη τις οὐσία, χωρὶς ἀποδείξεως τινος καὶ παραμυθίας λεγομένη τοῖς πρὸς τὸν μετὰ τῶν οἰκείων ⟨ἀποδείξεων⟩ τιθέμενον τοῦτο ἀντιλέγουσιν ὡς λέγοντα παράδοξα.

Sextus adv. math. IX 75. ἡ τοίνυν τῶν ὄντων οὐσία, φασίν, ἀκίνητος οὖσα ἐξ αὑτῆς καὶ ἀσχημάτιστος, ὑπό τινος αἰτίας ὀφείλει κινεῖσθαί τε καὶ σχηματίζεσθαι· καὶ διὰ τοῦτο, ὡς χαλκούργημα περικαλλὲς θεασάμενοι ποθοῦμεν μαθεῖν τὸν τεχνίτην ἅτε καθ’ αὑτὴν τῆς ὕλης ἀκινήτου καθεστώσης, οὕτω καὶ τὴν τῶν ὅλων ὕλην θεωροῦντες κινουμένην καὶ ἐν μορφῇ τε καὶ διακοσμήσει τυγχάνουσαν, εὐλόγως ἂν σκεπτοίμεθα τὸ κινοῦν

αὐτην καὶ πολυειδῶς μορφοῦν αἴτιον. τοῦτο δὲ οὐκ ἄλλω τι πιθανόν ἐστιν εἶναι ἢ δύναμίν τινα δι’ αὐτῆς πεφοιτηκυῖαν, καθάπερ ⟨ἐν⟩ ἡμῖν ψυχὴ πεφοίτηκεν. αὕτη οὖν ἡ δύναμις ἤτοι αὐτοκίνητός ἐστιν ἢ ὑπὸ ἄλλης κινεῖται δυνάμεως· καὶ εἰ μὲν ὑφ’ ἑτέρας κινεῖται, τὴν ἑτέραν **** ἀδύνατον εἶναι κινεῖσθαι μὴ ὑπ’ ἄλλης κινουμένην, ὅπερ ἄτοπον· ἔστι τις ἄρα καθ’ ἑαυτὴν αὐτοκίνητος δύναμις, ἥτις ἂν εἴη θεία καὶ ἀΐδιος. ἢ γὰρ ἐξ αἰῶνος κινήσεται ἢ ἀπό τινος χρόνου· ἀλλ’ ἀπό τινος χρόνου μὲν οὐ κινήσεται· οὐ γὰρ ἔσται τις αἰτία τοῦ ἀπό τινος αὐτὴν χρόνου κινεῖσθαι. ἀΐδιος τοίνυν ἐστὶν ἡ κινοῦσα τὴν ὕλην δύναμις καὶ τεταγμένως αὐτὴν εἰς γενέσεις καὶ μεταβολὰς ἄγουσα· ὥστε θεὸς ἂν εἴη αὕτη.

Simplicius in Aristot. Phys. p. 25, 15. καὶ τῶν πεπερασμένας. (scil. λεγόντων ἀρχάς) οἱ μὲν δύο ὡς Παρμενίδης —  — ἢ ὡς οἱ Στωϊκοὶ θεὸν καὶ ὕλην, οὐχ ὡς στοιχεῖον δηλονότι τὸν θεὸν λέγοντες, ἀλλ’ ὡς τὸ μὲν ποιοῦν, τὸ δὲ πάσχον.

Plutarchus de comm. not. cp. 48 p. 1085 b. καὶ μὴν οὗτοι τὸν θεὸν ἀρχὴν ὄντα σῶμα νοερὸν καὶ νοῦν ἐν ὕλῃ ποιοῦντες, οὐ καθαρὸν οὐδ’ ἁπλοῦν οὐδ’ ἀσύνθετον ἀλλ’ ἐξ ἑτέρου καὶ δι’ ἑτέρου ἀποφαίνουσιν· ἡ δ' ὕλη καθ’ αὑτὴν ἄλογος οὖσα καὶ ἄποιος τὸ ἀπλοῦν ἔχει καὶ τὸ ἀρχοειδές. ὁ θεὸς δέ, εἴπερ οὐκ ἔστιν ἀσώματος οὐδ’ ἄϋλος, ὡς ἀρῆς μετέσχηκε τῆς ὕλης· εἰ μὲν γὰρ ἓν καὶ ταὐτὸν ἡ ὕλη καὶ ὁ λόγος, οὐκ εὖ τὴν ὕλην ἄλογον ἀποδεδώκασιν· εἰ δ’ ἕτερα, [καὶ] ἀμφοτέρων ταμίας ἄν τις ὁ θεὸς εἴη καὶ οὐχ ἁπλοῦν ἀλλὰ σύνθετον πρᾶγμα, τῷ νοερῷ τὸ σωματικὸν ἐκ τῆς ὕλης προσειληφώς.

Plotinus Ennead. VI lib. I 27 (Vol. II p. 258 Mue.). ἐχρῆν δὲ καὶ ἄλλως, τηροῦντας τὴν ἀρχὴν τῶν πάντων ἐν τῷ τιμίῳ, μὴ τὸ ἄμορφον μηδὲ τὸ παθητὸν μηδὲ τὸ ζωῆς ἄμοιρον καὶ ἀνόητον καὶ σκοτεινὸν καὶ τὸ ἀόριστον τίθεσθαι ἀρχὴν καὶ τούτῳ ἀναφέρειν καὶ τὴν οὐσίαν. ὁ γὰρ θεὸς αὐτοῖς εὐπρεπείας ἕνεκεν ἐπεισάγεται, παρά τε τῆς ὕλης ἔχων τὸ εἶναι καὶ σύνθετος καὶ ὕστερος, μᾶλλον δὲ ὕλη πὼς ἔχουσα· ἔπειτα εἰ ὑποκείμενον, ἀνάγκη ἄλλο εἶναι, ὃ ποιοῦν εἰς αὐτήν, ἔξω ὂν αὐτῆς, παρέχει αὐτὴν ὑποκεῖσθαι τοῖς παρ’ αὐτοῦ πεμπομένοις εἰς αὐτήν· εἰ δ’ ἐν τῇ ὕλῃ καὶ αὐτὸς εἴη ὑποκείμενος καὶ αὐτὸς σὺν αὐτῇ γενόμενος, οὐκέτι ὑποκείμενον τὴν ὕλην παρέξεται, οὐδὲ μετὰ τῆς ὕλης αὐτὸς ὑποκείμενον· τίνι γὰρ ὑποκείμενα ἔσται, οὐκέτι ὄντος τοῦ παρέξοντος ὑποκείμενα αὐτά, ἁπάντων καταναλωθέντων εἰς τὸ λεγόμενον ὑποκείμενον; πρός τι γὰρ τὸ ὑποκείμενον, οὐ πρὸς τὸ ἐν αὐτῷ, ἀλλὰ πρὸς τὸ ποιοῦν εἰς αὐτὸ κείμενον. καὶ τὸ ὑποκείμενον ὑπόκειται πρὸς τὸ οὐχ ὑποκείμενον, εἰ ⟨δὲ⟩ τοῦτο, πρὸς τὸ ἔξω, ὥστε παραλελειμμένον ἂν εἴη τοῦτο· εἰ δὲ οὐδὲν δέονται ἄλλου ἔξωθεν, αὐτὸ δὲ πάντα δύναται γίγνεσθαι σχηματιζόμενον, ὥσπερ ὁ τῇ ὀρχήσει πάντα αὑτὸν ποιῶν, οὐκέτ’ ἂν ὑποκείμενον εἴη, ἀλλ’ αὐτὸ τὰ πάντα. —  — p. 259, 14 συμβαίνει αὐτοῖς, αἰτιωμένοις τοὺς ἐκ μὴ οὐσιῶν οὐσίας ποιοῦντας, αὐτοὺς ποιεῖν ἐξ οὐσίας μὴ οὐσίαν. ὁ γὰρ κόσμος καθ’ ὅσον κόσμος οὐκ οὐσία. —  — πῶς δὲ ἡ ὕλη ὁτὲ μὲν σώματα γίγνεται, ἄλλο δὲ αὐτῆς ψυχή;

Plotinus Ennead. VI lib. I 26. ὅλως δὲ τὸ προτάττειν ἀπάντων τὴν ὕλην, ὃ δυνάμει ἐστίν, ἀλλὰ μὴ ἐνέργειαν πρὸ δυνάμεως τάττειν

παντάπασιν ἀτοπώτατον —  — ἀλλὰ δεῖ ἢ πρὸ αὐτοῦ εἶναι τὸ ἐνεργείᾳ, καὶ οὐκέτι τοῦτο ἀρχὴ ἤ, εἰ ἅμα λέγοιεν, ἐν τύχαις θήσονται τὰς ἀρχάς· ἔπειτα εἰ ἅμα, διὰ τί οὐκ ἐκεῖνο προτάττουσι; καὶ διὰ τί τοῦτο μᾶλλον ὄν, ἡ ὕλη, ἀλλ’ οὐκ ἐκεῖνο; εἰ δὲ ὕστερον ἐκεῖνο, πῶς; οὐ γὰρ δὴ ἡ ὕλη τὸ εἶδος γεννᾷ, ἡ ἄποιος τὸ ποιόν, οὐδ’ ἐκ τοῦ δυνάμει ἐνέργεια· ἐνυπῆρχε γὰρ ἂν τὸ ἐνεργείᾳ καὶ οὐχ ἁπλοῦν ἔτι. καὶ ὁ θεὸς δεύτερος αὐτοῖς τῆς ὕλης· καὶ γὰρ σῶμα ἐξ ὕλης ὂν καὶ εἴδους. καὶ πόθεν αὐτῷ τὸ εἶδος; εἰ δὲ καὶ ἄνευ τοῦ ὕλην ἔχειν ⟨ἔστιν⟩, ἀρχοειδὴς ὢν καὶ λόγος, ἀσώματος ἂν εἴη ὁ θεὸς καὶ τὸ ποιητικὸν ἀσώματον. εἰ δὲ καὶ ἄνευ τῆς ὕλης ἐστὶ τὴν οὐσίαν σύνθετος, ἅτε σῶμα ὥν, ἄλλην ὕλην τὴν τοῦ θεοῦ εἰσάξουσιν. ἔπειτα πῶς ἀρχὴ ἡ ὕλη, σῶμα οὖσα; οὐ γὰρ ἔστι σῶμα μὴ οὐ πολλὰ εἶναι· καὶ πᾶν σῶμα ἐξ ὕλης καὶ ποιότητος. εἰ δὲ ἄλλως τοῦτο [τὸ] σῶμα, ὁμωνύμως λέγουσι σῶμα τὴν ὕλην. εἰ δὲ κοινὸν ἐπὶ σώματος τὸ τριχῇ διαστατόν, μαθηματικὸν λέγουσιν. εἰ δὲ μετὰ ἀντιτυπίας τὸ τριχῇ, οὐχ ἓν λέγουσιν. —  — ἔπειτα πόθεν ἡ ἕνωσις; οὐ γὰρ δὴ αὐτὸ ἕν, ἀλλὰ μετοχῇ ἑνότητος.

Diogenes Laërt. VII 150. οὐσίαν δέ φασι τῶν ὄντων ἀπάντων τὴν πρώτην ὕλην, ὡς καὶ Χρύσιππος ἐν τῇ πρώτῃ τῶν φυσικῶν καὶ Ζήνων. ὕλη δέ ἐστιν ἐξ ἧς ὁτιδηποτοῦν γίνεται. καλεῖται δὲ διχῶς οὐσία τε καὶ ὕλη, ἥ τε τῶν πάντων καὶ ἡ τῶν ἐπὶ μέρους. ἡ μὲν οὖν τῶν ὅλων οὔτε πλείων οὔτε ἐλάττων γίνεται, ἡ δὲ τῶν ἐπὶ μέρους καὶ πλείων καὶ ἐλάττων. Chalcidius in Tim. c. 290. Plerique tamen silvam separant ab essentia, ut Zeno et Chrysippus.

Stobaeus Eclog. I p. 133, 6 W. (Arii Did. frg. phys. 20 Diels). Χρυσίππου Στωϊκοῦ. Τοῖς κατὰ ποιότητα ὑφισταμένην πρώτην ὕλην· ταύτην δὲ ἀΐδιον, οὔτε αὔξησιν οὔτε μείωσιν ὑπομένουσαν, διαίρεσιν δὲ καὶ σύγχυσιν ἐπιδεχομένην κατὰ μέρη, ὥστε φθορὰς γίγνεσθαι [ἐκ] τῶν μερῶν εἴς τινα οὐ κατὰ διαίρεσιν ⟨μόνον⟩, ἀλλὰ κατ’ ἀναλογίαν τῇ συγχύσει τινῶν γιγνομένων ἔκ τινων.

Origenes de oratione Vol. II p. 368, 1 Koe. (p. 246. ed. Delarue). Τοῖς δὲ ἐπακολουθητικὴν αὐτὴν εἶναι νομίζουσι (scil. τὴν τῶν ἀσωμάτων οὐσίαν) προηγουμένην δὲ τὴν τῶν σωμάτων ὅροι αὐτῆς οὗτοί εἰσιν· οὐσία ἐστὶν ἡ πρώτη τῶν ὄντων ὕλη καὶ ἐξ ἧς τὰ ὄντα· ἡ τῶν σωμάτων ὕλη καὶ ἐξ ἧς τὰ σώματα· ἡ τῶν ὀνομαζομένων καὶ ἐξ ἧς τὰ ὀνομαζόμενα· ἢ τὸ πρῶτον ὑπόστατον ἄποιον· ἢ τὸ προϋφιστάμενον τοῖς οὖσιν· ἢ τὸ πάσας δεχόμενον τὰς μεταβολάς τε καὶ ἀλλοιώσεις, αὐτὸ δὲ ἀναλλοίωτον κατὰ τὸν ἴδιον λόγον· ἢ τὸ ὑπομένον πᾶσαν ἀλλοίωσιν καὶ μεταβολήν. κατὰ τούτους δὲ ἡ οὐσία ἐστὶν ἄποιός τε καὶ ἀσχημάτιστος κατὰ τὸν ἴδιον λόγον, ἀλλ’ οὐδὲ μέγεθος ἀποτεταγμένον ἔχουσα, πάσῃ δὲ ἔκκειται ποιότητι καθάπερ ἕτοιμόν τι χωρίον· ποιότητας δὲ

διατακτικῶς λέγουσι τὰς ἐνεργείας καὶ τὰς ποιήσεις κοινῶς, ἐν αἷς εἶναι τὰς κινήσεις καὶ τὰς σχέσεις συμβέβηκεν. Οὐδὲ τινὸς γὰρ τούτων κατὰ τὸν ἴδιον λόγον μετέχειν φασὶ τὴν οὐσίαν, ἀεὶ δὲ τινὸς αὐτῶν ἀχώριστον εἶναι, παθητὴν δὲ οὐδὲν ἧττον καὶ ἐπιδεκτὴν πασῶν τῶν τοῦ ποιοῦντος ἐνεργειῶν ὡς ἂν ἐκεῖνο ποιῇ καὶ μεταβάλλῃ· ὁ γὰρ συνὼν αὐτῇ τόνος καὶ δι’ ὅλων κεχωρηκὼς πάσης τε ποιότητος καὶ τῶν περὶ αὐτὴν αἴτιος ἦν οἰκονομιῶν. Δι’ ὅλων τε μεταβλητὴν καὶ δι’ ὅλων διαιρετὴν λέγουσιν εἶναι καὶ πᾶσαν οὐσίαν πάσῃ συγχεῖσθαι δύνασθαι, ἡνωμένην μέντοι.

Plotinus Ennead. VI lib. I 28 (Vol. II p. 259, 33 Mü.). αἰτιον δὲ ἡ αἴσθησις αὐτοῖς ἡγεμὼν γενομένη καὶ πιστὴ εἰς ἀρχῶν καὶ τῶν ἄλλων θέσιν. τὰ γὰρ σώματα νομίσαντες εἶναι τὰ ὄντα, εἶτα αὐτῶν τὴν μεταβολὴν εἰς ἄλληλα φοβηθέντες, τὸ μένον ὑπ’ αὐτά, τοῦτο ᾠήθησαν τὸ ὂν εἶναι, ὥσπερ ἂν εἴ τις μᾶλλον τὸν τόπον ἢ τὰ σώματα νομίσειεν εἶναι τὸ ὄν, ὅτι οὐ φθείρεται ὁ τόπος νομίσας. —  — p. 260, 14 πάντων τε θαυμαστότατον τὸ τῇ αἰσθήσει πιστουμένους ἕκαστα, τὸ μὴ τῇ αἰσθήσει ἁλωτὸν τίθεσθαι ὄν. οὐδὲ γὰρ ὀρθῶς τὸ ἀντιτυπὲς αὐτῇ διδόασι· ποιότης γὰρ τοῦτο.

Plotinus Ennead. II lib. IV, 1 (Vol. I p. 104 Mü.). καὶ οἱ μὲν σώματα μόνον τὰ ὄντα εἶναι θέμενοι καὶ τὴν οὐσίαν ἐν τούτοις, μίαν τε τὴν ὕλην λέγουσι καὶ τοῖς στοιχείοις ὑποβεβλῆσθαι, καὶ αὐτὴν εἴναι τὴν οὐσίαν· τὰ δ’ ἄλλα πάντα οἷον πάθη ταύτης, καὶ πὼς ἔχουσαν αὐτὴν καὶ τὰ στοιχεῖα εἶναι. καὶ δὴ καὶ τολμῶσι καὶ μέχρι θεῶν αὐτὴν ἄγειν· καὶ τέλος δὴ καὶ αὐτὸν [αὐτῶν] τὸν θεὸν ὕλην ταύτην πὼς ἔχουσαν εἶναι. διδόασι δὲ καὶ σῶμα αὐτῇ, ἄποιον αὐτὸ σῶμα λέγοντες· καὶ μέγεθος δέ.