The Epistle of Barnabas

Barnabae epistula

Barnabas. The Apostolic Fathers with an English Translation In Two Volumes. Vol. I. Lake, Kirsopp, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd. 1912.

[*](IV Esr. 4, 33; 5, 5)Ὁμοίως πάλιν περὶ τοῦ σταυροῦ ὁρίζει ἐν ἄλλῳ προφήτῃ λέγοντι· Καὶ πότε ταῦτα συντελεσθήσεται; λέγει κύριος· ὅταν ξύλον κλιθῇ καὶ ἀναστῇ, καὶ ὅταν ἐκ ξύλου αἷμα στάξῃ. ἔχεις πάλιν περὶ τοῦ σταυροῦ καὶ τοῦ σταυροῦσθαι [*](Exod. 17, 18 ff.) μέλλοντος.

λέγει δὲ πάλιν τῷ Μωῡσῇ, [*](τῷ Μωυσῇ ℵC, ἐν τῷ Μωυσῇ GL “in Moses” i.e. in the “Pentateuch” which was spoken of as “Moses.” ) πολεμουμένου τοῦ Ἰσραὴλ ὑπὸ τῶν ἀλλοφύλων, καὶ ἵνα ὑπομνήσῃ αὐτοὺς πολεμουμένους, ὅτι διὰ τὰς ἁμαρτίας αὐτῶν παρεδόθησαν εἰς θάνατον· λέγει εἰς τὴν καρδίαν Μωϋσέως τὸ πνεῦμα, ἵνα ποιήσῃ τύπον σταυροῦ καὶ τοῦ μέλλοντος πάσχειν, ὅτι, ἐὰν μή, φησίν, ἐλπίσωσιν ἐπ’ αὐτῷ, εἰς τὸν αἰῶνα πολεμηθήσονται. τίθησιν οὖν Μωϋσῆς ἓν ἐφ’ ἓν ὅπλον ἐν μέσῳ τῆς πυγμῆς, καὶ ὑψηλότερος σταθεὶς πάντων ἐξέτεινεν τὰς χεῖρας, καὶ

οὕτως πάλιν ἐνίκα ὁ Ἰσραήλ. εἶτα, ὁπόταν καθεῖλεν, ἐθανατοῦντο.

πρὸς τί; ἵνα γνῶσιν ὅτι οὐ δύνανται σωθῆναι, ἑὰν μὴ ἐπ’ αὐτῷ ἐλπίσωσιν. [*](Is. 65, 2)

καὶ πάλιν ἐν ἑτέρῳ προφήτῃ λέγει· Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθῆ [*](ἀπειθῆ ℵ ἀπειθοῦντα Cg (LXX).) καὶ ἀντιλέγοντα ὁδῷ δικαίᾳ μου.

πάλιν Μωϋσῆς ποιεῖ τύπον τοῦ Ἰησοῦ, ὅτι δεῖ αὐτὸν παθεῖν, καὶ αὐτὸς ζωοποιήσει, ὃν δόξουσιν ἀπολωλεκέναι, ἐν σημείῳ πίπτοντος τοῦ Ἰσραήλ, [*](Num. 21, 6 ff.) ʽἐποίησεν γὰρ κύριος πάντα ὄφιν δάκνειν αὐτούς, καὶ ἀπέθνησκον ἐπειδὴ ἡ παράβασις διὰ τοῦ ὄφεως ἐν Εὔᾳ ἐγένετὀ. ἵνα ἐλέγξῃ αὐτούς. ὅτι διὰ τὴν παράβασιν αὐτῶν εἰς θλῖψιν θανάτου παραδοθήσονται. [*](Deut 27. 15)

πέρας γέ τοι αὐτὸς Μωϋσῆς ἐντειλάμενος· Οὐκ ἔσται ὑμῖν οὔτε χωνευτὸν οὔτε γλυπτὸν εἰς θεὸν ὑμῖν. αὐτὸς ποιεῖ, ἵνα τύπον τοῦ Ἰησοῦ δείξῃ. ποιεῖ οὖν Μωϋσῆς χαλκοῦν ὄφιν καὶ τίθησιν ἐνδόξως καὶ κηρύγματι καλεῖ τὸν λαόν.

ἐλθόντες οὖν ἐπὶ τὸ αὐτὸ ἐδέοντο Μωῦσέως, ἵνα περὶ αὐτῶν ἀνενέγκῃ δέησιν περὶ τῆς ἰάσεως αὐτῶν. εἶπεν δὲ πρὸς αὐτοὺς Μωϋσῆς· [*](Num. 21, 8. 9) Ὅταν, φησίν. δηχθῇ τις ὑμῶν, ἐλθέτω ἐπὶ τὸν ὄφιν τὸν ἐπὶ τοῦ ξύλου ἐπικείμενον καὶ ἐλπισάτω πιστεύσας, ὅτι αὐτὸς ὢν νεκρὸς δύναται ζωοποιῆσαι, καὶ παραχρῆμα σωθήσεται. καὶ οὕτως ἐποίουν. ἔχεις πάλιν καὶ ἐν τούτοις τὴν δόξαν τοῦ Ἰησοῦ, ὅτι ἐν αὐτῷ πάντα καὶ εἰς αὐτόν. [*](Num. 13, 17)

τί λέγει πάλιν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς αὐτῷ τοῦτο τὸ ὄνομα, ὄντι προφήτῃ, ἵνα μόνον ἀκούσῃ πᾶς ὁ λαός; ὅτι πάντα ὁ πατὴρ

φανεροῖ περὶ τοῦ υἱοῦ Ἰησοῦ.

λέγει οὖν Μωϋσῆς Ἰησοῦ, υἱῷ Ναυή, ἐπιθεὶς τοῦτο τὸ ὄνομα, [*](Exod. 17, 14) ὁπότε ἔπεμψεν αὐτὸν κατάσκοπον τῆς γῆς· Λάβε βιβλίον εἰς τὰς χεῖράς σου καὶ γράψον, ἃ λέγει κύριος, ὅτι ἐκκόψει ἐκ ῥιζῶν τὸν οἶκον πάντα τοῦ Ἀμαλὴκ ὁ υἱὸς τοῦ θεοῦ ἐπ’ ἐσχάτων τῶν ἡμερῶν.

ἴδε πάλιν Ἰησοῦς, οὐχὶ υἱὸς ἀνθρώπου, ἀλλὰ [*](Mt. 22. 42-44) υἱὸς τοῦ θεοῦ, τύπῳ δὲ ἐν σαρκὶ φανερωθείς. ἐπεὶ οὖν μέλλουσιν λέγειν, ὅτι Χριστὸς υἱὸς Δαυείδ ἐστιν, [*](Χριστὸς υἱὸς Δαυείδ ἐστιν ℵ, ὁ Χριστὸς υἱός ἐστιν Δαυείδ CG.) αὐτὸς προφητεύει Δαυείδ, φοβούμενος καὶ [*](Ps. 110, 1) συνίων τὴν πλάνην τῶν ἁμαρτωλῶν· Εἷπεν κύριος τῷ κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. [*](Is. 45, 1)

καὶ πάλιν λέγει οὕτως Ἡσαΐας· Εἷπεν κύριος τῷ Χριστῷ μου κυρίῳ. οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω. ἴδε, πῶς Δαυεὶδ λέγει [*](Mk. 12, 37 cf. Mt. 22, 45; Luke, 20, 44) αὐτὸν κύριον. καὶ υἱὸν οὐ λέγει.