De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον,

v.1.p.83
τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ᾿ ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας τρέπειν τὰς ψυχάς.

Εἰ γὰρ ὁ τοὺς νόμους δεξάμενος οὗτος δέξαιτ᾿ ἂν δικαίως καὶ τῆς παρανομίας τὴν δίκην, ἐδέξατο δὲ τοὺς νόμους ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν, ἄνθρωπον δεῖ καὶ τὴν ὑπὲρ τῶν ἡμαρτημένων ὑποσχεῖν δίκην, οὐ ψυχὴν καθ᾿ ἑαυτήν· ἐπεὶ μὴ ψυχαῖς ἐθέσπισε θεὸς ἀπέχεσθαι τῶν οὐδὲν αὐταῖς προσηκόντων, οἷον μοιχείας φόνου κλοπῆς ἁρπαγῆς τῆς κατὰ τῶν γεννησάντων ἀτιμίας, πάσης τε κοινῶς τῆς ἐπ᾿ ἀδικίᾳ καὶ βλάβῃ τῶν πέλας γινομένης ἐπιθυμίας.

Οὔτε γὰρ τὸ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ψυχαῖς μόνον εὐάρμοστον, οὐ προσηκόντων αὐταῖς τῶν τοιούτων ὀνομάτων· οὐ γὰρ ψυχαὶ ψυχὰς γεννῶσαι τὴν τοῦ πατρὸς ἢ τῆς μητέρος οἰκειοῦνται προσηγορίαν, ἀλλ᾿ ἀνθρώπους ἄνθρωποι· οὔτε οὖν τὸ Οὐ μοιχεύσεις ἐπὶ ψυχῶν λεχθείη ποτ᾿ ἂν ἢ νοηθείη δεόντως, οὐκ οὔσης ἐν αὐταῖς τῆς κατὰ τὸ ἄρσεν καὶ θῆλυ διαφορᾶς οὐδὲ πρὸς μῖξίν τινος ἐπιτηδειότητος ἢ πρὸς ταύτην ὀρέξεως.

Ὀρέξεως δὲ τοιαύτης οὐκ οὔσης, οὐδὲ μῖξιν εἶναι δυνατόν· παρ᾿ οἶς δὲ μῖξις οὐκ ἔστιν ὅλως, οὐδὲ ἔνθεσμος· μῖξις, ὅπερ ἐστὶν ὁ γάμος· ἐννόμου δὲ μίξεως οὐκ οὔσης, οὐδὲ τὴν παράνομον καὶ τὴν ἐπ᾿ ἀλλοτρίᾳ γυναικὶ γινομένην ὄρεξιν ἢ μῖξιν εἶναι δυνατόν, τοῦτο γάρ ἐστι μοιχεία.

Ἀλλ᾿ οὐδὲ τὸ κλοπὴν ἀπαγορεύειν ἢ τὴν τοῦ πλείονος ἐπιθυμίαν ψυχαῖς προσφυές· οὐδὲ γὰρ δέονται τούτων, ὧν οἱ δεόμενοι διὰ τὴν φυσικὴν ἔνδειαν ἢ χρείαν κλέπτειν εἰώθασιν ἢ λῃστεύειν, οἷον χρυσὸν ἢ ἄργυρον ἢ ζῶον ἢ ἄλλο τι τῶν πρὸς τροφὴν ἢ σκέπην ἢ χρῆσιν ἐπιτηδείων· ἀχρεῖον γὰρ ἀθανάτῳ φύσει πᾶν ὁπόσον τοῖς ἐνδεέσιν ὀρεκτὸν ὡς χρήσιμον.

Ἀλλ᾿ ὁ μὲν ἐντελέστερος περὶ τούτων λόγος ἀφείσθω τοῖς σπουδαιότερον ἕκαστον σκοπεῖν βουλομένοις ἢ φιλοτιμότερον διαγωνίζεθαι

v.1.p.84
πρὸς τοὺς διαφερομένους. Ἡμῖν δὲ ἀρκούντων τῶν ἀρτίως εἰρημένων καὶ τῶν συμφώνως τούτοις τὴν ἀνάστασιν πιστουμένων, τὸ τοῖς αὐτοῖς ἐπὶ πλεῖον ἐνδιατρίβειν οὐκ ἔτ᾿ ἂν ἔχοι καιρόν· οὐ γὰρ τὸ μηδὲν παραλιπεῖν τῶν ἐνόντων εἰπεῖν πεποιήμεθα σκοπόν, ἀλλὰ τὸ κεφαλαιωδῶς ὑποδεῖξαι τοῖς συνελθοῦσιν ἃ χρὴ περὶ ἀναστάσεως φρονεῖν, καὶ τῇ δυνάμει τῶν παρόντων συμμετρῆσαι τὰς ἐπὶ τοῦτο φερούσας ἀφορμάς.