De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Πρὸς δὲ τοῖς εἰρημένοις πῶς οὐκ ἄτοπον τὴν μὲν ἀρετὴν καὶ τὴν κακίαν μηδὲ νοηθῆναι δύνασθαι χωρὶς ἐπὶ τῆς ψυχῆς (ἀνθρώπου γὰρ ἀρετὰς εἶναι γινώσκομεν τὰς ἀρετάς, ὡσπεροῦν καὶ τὴν ταύταις ἀντικειμένην κακίαν οὐ ψυχῆς κεχωρισμένης τοῦ σώματος καὶ καθ᾿ ἑαυτὴν οὔσης), τὴν δ᾿ ἐπὶ τούτοις τιμὴν ἢ τιμωρίαν ἐπὶ μόνης φέρεσθαι τῆς ψυχῆς;

Ἢ πῶς ἄν τις καὶ νοήσειεν ἐπὶ ψυχῆς μόνης ἀνδρείαν ἢ καρτερίαν, οὐκ ἐχούσης οὐ θανάτου φόβον, οὐ τραύματος οὐ πηρώσεως οὐ ζημίας οὐκ αἰκίας, οὐ τῶν ἐπὶ τούτοις ἀλγημάτων ἢ τῆς ἐκ τούτων κακοπαθείας;

Πῶς δὲ ἐγκράτειαν καὶ σωφροσύνην, οὐδεμιᾶς ἑλκούσης αὐτὴν ἐπιθυμίας πρὸς τροφὴν ἢ μῖξιν ἢ τὰς ἄλλας ἡδονάς τε καὶ τέρψεις, οὐδ᾿ ἄλλου τινὸς οὔτ᾿ ἔσωθεν ἐνοχλοῦντος οὔτ᾿ ἔξωθεν ἐρεθίζοντος;

Πῶς δὲ φρόνησιν, οὐχ ὑποκειμένων αὐτῇ πρακτέων καὶ μὴ πρακτέων, οὔθ᾿ αἱρετῶν καὶ φευκτῶν, μᾶλλον δὲ μηδεμιᾶς ἐνούσης αὐτῇ κινήσεως τὸ παράπαν ἢ φυσικῆς ὁρμῆς ἐπί τι τῶν πρακτέων;

Ποῦ δὲ ὅλως ψυχαῖς ἡ πρὸς ἀλλήλας δικαιοσύνη προσφυὴς ἢ πρὸς ἄλλο τι τῶν ὁμογενῶν ἢ ἑτερογενῶν, οὐκ ἐχούσαις οὔτε πόθεν οὔτε δι᾿ ὧν οὔτε πῶς ἀπονείμωσι τὸ κατ᾿ ἀξίαν ἢ κατ᾿ ἀναλογίαν ἴσον, ἐξῃρημένης τῆς εἰς θεὸν τιμῆς, οὐδ᾿ ἄλλως ἐχούσαις ὁρμὴν ἢ κίνησιν πρὸς χρῆσιν ἰδίων ἢ πρὸς ἀποχὴν τῶν ἀλλοτρίων, τῆς μὲν χρήσεως τῶν κατὰ φύσιν ἢ τῆς ἀποχῆς ἐπὶ τῶν χρῆσθαι πεφυκότων θεωρουμένης, τῆς δὲ ψυχῆς μήτε δεομένης τινὸς μήτε χρῆσθαί τισιν ἤ τινι πεφυκυίας, καὶ διὰ τοῦτο μήτε τῆς λεγομένης ἰδιοπραγίας τῶν μερῶν ἐπὶ τῆς οὕτως ἐχούσης ψυχῆς εὑρεθῆναι δυναμένης;

Καὶ μὴν κἀκεῖνο πάντων παραλογώτατον,

v.1.p.83
τὸ τοὺς μὲν θεσπισθέντας νόμους ἐπ᾿ ἀνθρώπους φέρειν, τῶν δὲ νομίμως ἢ παρανόμως πεπραγμένων τὴν δίκην ἐπὶ μόνας τρέπειν τὰς ψυχάς.

Εἰ γὰρ ὁ τοὺς νόμους δεξάμενος οὗτος δέξαιτ᾿ ἂν δικαίως καὶ τῆς παρανομίας τὴν δίκην, ἐδέξατο δὲ τοὺς νόμους ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν, ἄνθρωπον δεῖ καὶ τὴν ὑπὲρ τῶν ἡμαρτημένων ὑποσχεῖν δίκην, οὐ ψυχὴν καθ᾿ ἑαυτήν· ἐπεὶ μὴ ψυχαῖς ἐθέσπισε θεὸς ἀπέχεσθαι τῶν οὐδὲν αὐταῖς προσηκόντων, οἷον μοιχείας φόνου κλοπῆς ἁρπαγῆς τῆς κατὰ τῶν γεννησάντων ἀτιμίας, πάσης τε κοινῶς τῆς ἐπ᾿ ἀδικίᾳ καὶ βλάβῃ τῶν πέλας γινομένης ἐπιθυμίας.

Οὔτε γὰρ τὸ Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου ψυχαῖς μόνον εὐάρμοστον, οὐ προσηκόντων αὐταῖς τῶν τοιούτων ὀνομάτων· οὐ γὰρ ψυχαὶ ψυχὰς γεννῶσαι τὴν τοῦ πατρὸς ἢ τῆς μητέρος οἰκειοῦνται προσηγορίαν, ἀλλ᾿ ἀνθρώπους ἄνθρωποι· οὔτε οὖν τὸ Οὐ μοιχεύσεις ἐπὶ ψυχῶν λεχθείη ποτ᾿ ἂν ἢ νοηθείη δεόντως, οὐκ οὔσης ἐν αὐταῖς τῆς κατὰ τὸ ἄρσεν καὶ θῆλυ διαφορᾶς οὐδὲ πρὸς μῖξίν τινος ἐπιτηδειότητος ἢ πρὸς ταύτην ὀρέξεως.