De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ᾿ ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ᾿ οὕτως ἕξει χώραν ἡ κατ᾿ αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπειδὴ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾖ μὴ πρόσεστι τὸ δίκαιον.

Οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον, μὴ σωζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ᾿ οἶς ἡ κρίσις ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ᾿ οὐδενὸς φυλάξει τὸ δίκαιον.

Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημμελημάτων διὰ τὴν τοῦ σώματος ἔνδειάν τε καὶ χρείαν, ἐκπίπτειν δὲ αὐτὸ τὸ σῶμα τῆς ἐπὶ τοῖς κατορθωθεῖσι κοινωνίας, ὑπὲρ ὦν τοὺς ἐν τῇ ζωῇ συνδιήνεγκε πόνους.

Καὶ μὴν καὶ πλημμελημάτων κρινομένων οὐ σώζεται τῇ ψυχῇ τὸ δίκαιον, εἴ γε μόνη τίνοι δίκην ὑπὲρ ὧν ἐνοχλοῦντος τοῦ σώματος καὶ πρὸς τὰς οἰκείας ὀρέξεις ἢ κινήσεις ἕλκοντος ἐπλημμέλησεν, ποτὲ μὲν κατὰ συναρπαγὴν καὶ κλοπήν, ποτὲ δὲ κατὰ τινα βιαιοτέραν ὁλκήν, ἄλλοτε δὲ κατὰ συνδρομὴν ἐν χάριτος μέρει καὶ θεραπείας τῆς τούτου συστάσεως.

Ἢ πῶς οὐκ ἄδικον τὴν ψυχὴν κρίνεσθαι καθ᾿ ἑαυτὴν ὑπὲρ ὧν οὐδ᾿ ἡντινοῦν ἔχει κατὰ τὴν ἑαυτῆς φύσιν οὐκ ὄρεξιν, οὐ κίνησιν, οὐχ ὁρμήν, οἶον λαγνείας ἢ βίας ἢ πλεονεξίας ἢ

v.1.p.81
ἀδικίας καὶ τῶν ἐπὶ τούτοις ἀδικημάτων;