De Resurrectione

Athenagoras

Athenagoras, De Resurrectione Mortuorum, March and Owen, Harper, 1876

Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ᾿ ὅπως ἐκπίπτοντας, τοιούτοις χρήσαιτ᾿ ἄν τις λόγοις καὶ πολλῷ πλείοσι τούτων, εἴ γε πλατύνειν ἐθέλοι τὰ συντόμως καὶ κατ᾿ ἐπιδρομὴν εἰρημένα.

Πρὸς δέ γε τοὺς περὶ τῶν πρώτων διαφερομένους ἴσως ἂν ἔχοι καλῶς ἑτέραν ὑποθέσθαι πρὸ τούτων ἀρχήν, συνδιαποροῦντας αὐτοῖς περὶ ὦν δοξάζουσι, καὶ τοιαῦτα συνδιασκεπτομένους, ἆρά γε πάντη καθάπαξ ἡ τῶν ἀνθρώπων παρῶπται ζωὴ καὶ σύμπας ὁ βίος, ζόφος δέ τις βαθὺς κατακέχυται τῆς γῆς, ἀγνοίᾳ καὶ σιγῇ κρύπτων αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὰς τούτων πράξεις, ἢ πολὺ τούτων ἀσφαλέστερον τὸ δοξάζειν ὅτι τοῖς ἑαυτοῦ ποιήμασιν ἐφέστηκεν ὁ ποιήσας, πάντων τῶν ὁπωσοῦν ὄντων ἢ γινομένων ἔφορος, ἔργων τε καὶ βουλευμάτων κριτής.

Εἰ μὲν γὰρ μηδεμία μηδαμοῦ τῶν ἀνθρώποις πεπραγμένων γίνοιτο κρίσις, οὐδὲν ἕξουσι πλεῖον τῶν ἀλόγων ἄνθρωποι· μᾶλλον δὲ κἀκείνων πράξουσιν ἀθλιώτερον, οἱ τὰ πάθη δουλαγωγοῦντες καὶ φροντίζοντες εὐσεβείας καὶ δικαιοσύνης ἢ τῆς ἄλλης ἀρετῆς, ὁ δὲ κτηνώδης βίος ἄριστος, ἀρετὴ δὲ ἀνόητος, δίκης δὲ ἀπειλὴ γέλως πλατύς, τὸ δὲ πᾶσαν θεραπεύειν ἡδονὴν ἀγαθὸν τὸ μέγιστον, δόγμα δὲ κοινὸν τούτων ἁπάντων καὶ νόμος εἶς τὸ τοῖς ἀκολάστοις καὶ λάγνοις φίλον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦ γὰρ τοιούτου βίου τέλος οὐδὲ ἡδονὴ

v.1.p.79
κατά τινας, ἀλλ᾿ ἀναισθησία παντελής.

Εἰ δέ ἐστί τις τῷ ποιήσαντι τοὺς ἀνθρώπους τῶν ἰδίων ποιημάτων φροντὶς καὶ σώζεταί που τῶν εὗ ἢ κακῶς βεβιωμένων ἡ διάκρισις, ἤτοι κατὰ τὸν παρόντα βίον, ζώντων ἔτι τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων, ἢ μετὰ θάνατον, ἐν χωρισμῷ καὶ διαλύσει τυγχανόντων. Ἀλλὰ κατ᾿ οὐδέτερον τῶν εἰρημένων εὑρεῖν δυνατὸν σωζομένην τὴν δικαίαν κρίσιν· οὔτε γὰρ οἱ σπουδαῖοι κατὰ τὴν παροῦσαν ζωὴν φέρονται τὰ τῆς ἀρετῆς ἐπίχειρα, οὔτε μὴν οἱ φαῦλοι τὰ τῆς κακίας.

Παρίημι γὰρ λέγειν ὅτι, σωζομένης τῆς φύσεως ἐν ᾖ νῦν ἐσμεν, οὔθ᾿ ἡ θνητὴ φύσις ἐνεγκεῖν οἵα τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων φερομένων πλημμελημάτων. Ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν ἑνὶ θανάτῳ λύσειε τὴν ἐπὶ τούτοις δίκην· ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές, ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν, καὶ παρορῶν μὲν τὰ θεῖα, καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατασκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων καὶ δηϊώσας χώραν;καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ σύμπαν ἔθνος, πῶς ἂν ἐν τῷ φθαρτῷ σώματι πρὸς τὴν τούτοις σύμμετρον ἀρκέσειε δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ᾿ ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης φύσεως; Οὔτ᾿ οὗν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ᾿ ἀξίαν δείκνυται κρίσις οὔτε μετὰ θάνατον.