De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἀρκούσης δὲ καὶ μόνης τῆς ἐπὶ τῇ γενέσει τῶν ἀνθρώπων θεωρουμένης αἰτίας δεῖξαι τὴν ἀνάστασιν κατὰ φυσικὴν ἀκολουθίαν ἑπομένην τοῖς διαλυθεῖσι σώμασι, δίκαιον ἴσως πρὸς μηδὲν ἀποκνῆσαι τῶν προτεθέντων, ἀκολούθως δὲ τοῖς εἰρημένοις καὶ τὰς ἐξ ἑκάστου τῶν ἑπομένων ἀφορμὰς ὑποδεῖξαι τοῖς ἐξ αὐτῶν συνιδεῖν μὴ δυναμένοις, καὶ πρό γε τῶν ἄλλων τὴν τῶν γενομένων ἀνθρώπων φύσιν, ἐπὶ τὴν αὐτὴν ἄγουσαν ἔννοιαν καὶ τὴν ἴσην παρέχουσαν

v.1.p.72
περὶ τῆς ἀναστάσεως πίστιν.

Εἰ γὰρ πᾶσα κοινῶς ἡ τῶν ἀνθρώπων φύσις ἐκ ψυχῆς ἀθανάτου καὶ τοῦ κατὰ τὴν γένεσιν αὐτῇ συναρμοσθέντος σώματος ἔχει τὴν σύστασιν, καὶ μήτε τῇ φύσει τῆς ψυχῆς καθ᾿ ἑαυτὴν μήτε τῇ φύσει τοῦ σώματος χωρὶς ἀπεκλήρωσε θεὸς τὴν τοιάνδε γένεσιν ἢ τὴν ζωὴν καὶ τὸν σύμπαντα βίον, ἀλλὰ τοῖς ἐκ τούτων γενομένοις ἀνθρώποις, ἵν᾿ ἐξ ὧν γεννῶνται καὶ ζῶσι διαβιώσαντες εἰς ἕν τι καὶ κοινὸν καταλήξωσι τέλος, δεῖ πάντως ἑνὸς ὄντος ἐξ ἀμφοτέρων ζώου, τοῦ καὶ πάσχοντος ὁπόσα πάθη ψυχῆς καὶ ὁπόσα τοῦ σώματος, ἐνεργοῦντός τε καὶ πράττοντος ὁπόσα τῆς αἰσθητικῆς ἢ τῆς λογικῆς δεῖται κρίσεως, πρὸς ἕν τι τέλος ἀναφέρεσθαι πάντα τὸν ἐκ τούτων εἱρμόν, ἵνα πάντα καὶ διὰ πάντων συντρέχῃ πρὸς μίαν ἁρμονίαν καὶ τὴν αὐτὴν συμπάθειαν, ἀνθρώπου γένεσις, ἀνθρώπου φύσις, ἀνθρώπου ζωή, ἀνθρώπου πράξεις καὶ πάθη, καὶ βίος καὶ τὸ τῇ φύσει προσῆκον τέλος.

Εἰ δὲ μία τίς ἐστιν ἁρμονία τοῦ ζώου παντὸς καὶ συμπάθεια, καὶ τῶν ἐκ ψυχῆς φυομένων καὶ τῶν διὰ τοῦ σώματος ἐπιτελουμένων, ἓν εἶναι δεῖ καὶ τὸ ἐπὶ πᾶσι τούτοις τέλος. Ἓν δὲ τέλος ἔσται κατ᾿ ἀλήθειαν, τοῦ αὐτοῦ ζώου κατὰ τὴν ἑαυτοῦ σύστασιν ὄντος, οὗπέρ ἐστι τέλος τὸ τέλος. Τὸ αὐτὸ δὲ ζῶον ἔσται καθαρῶς, τῶν αὐτῶν ὄντων πάντων ἐξ ὦν ὡς μερῶν τὸ ζῶον.

Τὰ αὐτὰ δὲ κατὰ τὴν ἰδιάζουσαν ἕνωσιν ἔσται, τῶν διαλυθέντων πάλιν ἑνωθέντων πρὸς τὴν τοῦ ζώου σύστασιν. Ἡ δὲ τῶν αὐτῶν ἀνθρώπων σύστασις ἐξ ἀνάγκης ἑπομένην δείκνυσι τὴν τῶν νεκρωθέντων καὶ διαλυθέντων σωμάτων ἀνάστασιν· ταύτης γὰρ χωρὶς οὔτ᾿ ἂν ἑνωθείη τὰ αὐτὰ μέρη κατὰ φύσιν ἀλλήλοις, οὔτ᾿ ἂν συσταίη τῶν αὐτῶν ἀνθρώπων ἡ φύσις.

Εἰ δὲ καὶ νοῦς καὶ λόγος δέδοται τοῖς ἀνθρώποις πρὸς διάκρισιν νοητῶν, οὐκ οὐσιῶν μόνον ἀλλὰ καὶ τῆς τοῦ δόντος ἀγαθότητος καὶ σοφίας καὶ δικαιοσύνης, ἀνάγκη, διαμενόντων

v.1.p.73
ὦν ἕνεκεν ἡ λογικὴ δέδοται κρίσις, καὶ αὐτὴν διαμένειν τὴν ἐπὶ τούτοις δοθεῖσαν κρίσιν.

Ταύτην δὲ διαμένειν ἀδύνατον, μὴ τῆς δεξαμένης αὐτὴν καὶ τῆς ἐν οἶς ἐστι διαμενούσης φύσεως. Ὁ δὲ καὶ νοῦν καὶ λόγον δεξάμενός ἐστιν ἄνθρωπος, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Ἄνθρωπον ἄρα δεῖ τὸν ἐξ ἀμφοτέρων ὄντα διαμένειν εἰς ἀεί. Τοῦτον δὲ ἀδύνατον διαμένειν, μὴ ἀνιστάμενον. Ἀναστάσεως γὰρ μὴ γινομένης, οὐκ ἂν ἡ τῶν ἀνθρώπων ὡς ἀνθρώπων διαμένοι φύσις.

Τῆς δὲ τῶν ἀνθρώπων φύσεως μὴ διαμενούσης, μάτην μὲν ἡ ψυχὴ συνήρμοσται τῇ τοῦ σώματος ἐνδείᾳ καὶ τοῖς τούτου πάθεσι, μάτην δὲ τὸ σῶμα πεπέδηται πρὸς τὸ τυγχάνειν ὦν ὀρέγεται, ταῖς τῆς ψυχῆς ἡνίαις ὑπεῖκον καὶ χαλιναγωγούμενον, μάταιος δὲ ὁ νοῦς, ματαία δὲ φρόνησις, καὶ δικαιοσύνης παρατήρησις, ἢ καὶ πάσης ἀρετῆς ἄσκησις, καὶ νόμων θέσις καὶ διάταξις, καὶ συνόλως εἰπεῖν πᾶν ὅ τι περ ἐν ἀνθρώποις καὶ δι᾿ ἀνθρώπους καλόν, μᾶλλον δὲ καὶ αὐτὴ τῶν ἀνθρώπων ἡ γένεσίς τε καὶ φύσις.

Εἰ δὲ πάντων καὶ πανταχόθεν ἀπελήλαται τῶν ἔργων τοῦ θεοῦ καὶ τῶν ὑπ᾿ ἐκεῖνου διδομένων δωρεῶν τὸ μάταιον, δεῖ πάντως τῷ τῆς ψυχῆς ἀτελευτήτῳ συνδιαιωνίζειν τὴν τοῦ σώματος διαμονὴν κατὰ τὴν οἰκείαν φύσιν.