De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Ἡ τῶν τῆς ἀληθείας δογμάτων ἢ τῶν ὁπωσοῦν εἰς ἐξέτασιν προβαλλομένων ἀπόδειξις, τὴν ἀπλανῆ τοῖς λεγομένοις ἐπιφέρουσα πίστιν, οὐκ ἔξωθέν ποθεν ἔχει τὴν ἀρχήν, οὐδ᾿ ἐκ τῶν τισι δοκούντων ἢ δεδογμένων, ἀλλ᾿ ἐκ τῆς κοινῆς καὶ φυσικῆς ἐννοίας ἢ τῆς πρὸς τὰ πρῶτα τῶν δευτέρων ἀκολουθίας.

Ἢ γὰρ περὶ τῶν πρώτων ἐστὶ δογμάτων, καὶ δεῖ μόνης ὑπομνήσεως τῆς τὴν φυσικὴν ἀνακινούσης ἔννοιαν, ἢ περὶ τῶν κατὰ φύσιν ἑπομένων τοῖς πρώτοις καὶ τῆς φυσικῆς ἀκολουθίας, καὶ δεῖ τῆς ἐπὶ τούτοις τάξεως, δεικνύντας τί τοῖς πρώτοις ἢ τοῖς προτεταγμένοις ἀκολουθεῖ κατ᾿ ἀλήθειαν, ἐπὶ τὸ μήτε τῆς ἀληθείας ἢ τῆς κατ᾿ αὐτὴν ἀσφαλείας ἀμελεῖν, μήτε τὰ τῇ φύσει τεταγμένα καὶ διωρισμένα συγχεῖν ἢ τὸν φυσικὸν εἱρμὸν διασπᾶν.

Ὅθεν οἶμαι χρῆναι δίκαιον περὶ τῶν προκειμένων ἐσπουδακότας, καὶ κρίνειν ἐμφρόνως θέλοντας εἴτε γίνεται τῶν ἀνθρωπίνων σωμάτων ἀνάστασις εἴτε μή, πρῶτον μὲν ἐπισκοπεῖν καλῶς τῶν πρὸς τὴν τοῦδε δεῖξιν συντελούντων τὴν δύναμιν, καὶ ποίαν ἕκαστον εἴληχε χώραν, καὶ τί μὲν τούτων πρῶτον τί δὲ δεύτερον τί δὲ τρίτον τί δὲ ἐπὶ τούτοις ὕστατον.