De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Τὸ γὰρ ἀβούλητον ἢ ὡς ἄδικον αὐτῷ ἐστιν ἀβούλητον ἢ ὡς ἀνάξιον. Καὶ πάλιν τὸ ἄδικον ἢ περὶ αὐτὸν θεωρεῖται τὸν ἀναστησόμενον ἢ περὶ ἄλλον τινὰ παρ᾿ αὐτόν. Ἀλλ᾿ ὅτι μὲν οὐδεὶς ἀδικεῖται τῶν ἔξωθεν καὶ τῶν ἐν τοῖς οὖσιν ἀριθμουμένων, πρόδηλον. Οὔτε γὰρ αἱ νοηταὶ φύσεις ἐκ τῆς τῶν ἀνθρώπων ἀναστάσεως ἀδικηθεῖεν ἄν· οὐδὲ γὰρ ἐμπόδιόν τι ταύταις πρὸς τὸ εἶναι, οὐ βλάβος οὐχ ὕβρις ἡ τῶν ἀνθρώπων ἀνάστασις· οὐ μὴν οὐδὲ τῶν ἀλόγων ἡ φύσις οὐδὲ τῶν ἀψύχων· οὐδὲ γὰρ ἔσται μετὰ τὴν ἀνάστασιν· περὶ δὲ τὸ μὴ ὂν οὐδὲν ἄδικον.

Εἰ δὲ καὶ εἶναί τις ὑποθοῖτο διὰ παντός, οὐκ ἂν ἀδικηθείη ταῦτα, τῶν ἀνθρωπίνων σωμάτων ἀνανεωθέντων· εἰ γὰρ ὑπείκοντα νῦν τῇ φύσει τῶν ἀνθρώπων καὶ ταῖς τούτων χρείαις ὄντων ἐνδεῶν, ὑπό τε ζυγὸν ἠγμένα καὶ δουλείαν παντοίαν, οὐδὲν ἀδικεῖται, πολὺ μᾶλλον, ἀφθάρτων καὶ ἀνενδεῶν γενομένων καὶ μηκέτι δεομένων τῆς τούτων χρείας, ἐλευθερωθέντα δὲ πάσης δουλείας οὐκ ἀδικηθήσεται.