Physiognomonica (epitome Matritensis)

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1 Foerster, Teubner, 1893

Μatr. 34. Ἀναισχύντου ἀνδρὸς σημεῖα τάδε· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἐκπεπετασμένα παχέα, παχύ- πους, παχύρρινος, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.

Ὁ δὲ κόσμιος βαρὺ φθέγγεται, βραχὺ μέν, τὰ δὲ [*](Matr. 8. ante Ἀναισχύντου titulus περὶ εἴδους ἀναισχύντου in Ma 9. ἀνεπτυγμένοι] ἀνεπτηγμένοι Ma 10. παχύρρινος] παχύρινος Ma ἀντίον ὁρῶν] ἀντίορος Ma πυρρὸς] πύρρος Ma 12. ante titulus περὶ εἴδους κοσμίου m. rubr. Ma μέν] βαίνει? )

414
Matr. βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπόπλεως.

Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμα- λόν, καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ δὲ εἶδος ὑπνη- λόν, ὀφθαλμοὶ εὐλαμπεῖς, οὐ δεδορκότες, κίνησις σχολαία, φωνὴ ἠπία. τοιαῦτα τοῦ εὐθύμου σημεῖα.

[*](Matr. 8. λαμπρόν] λαμπρός Ma ἐρυθήματος] βοηθήμα- τος Ma 9. ante Σημεῖα titulus περὶ εἴδους εὐθύμου m. rubr. Ma 11. σχολαία] σκολιά Ma 12. ἠπία] ὕπτια Ma )
415

Σημεῖα ἀνιαροῦ ταῦτα· πρόσωπα ἰσχνά, ὀφρύες ἐπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται ὥσπερ ὑπέρινοι.

Σημεῖα ἀνδρογύνου ταῦτα· ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσιν εἰς χώραν, τράχηλος [*](Matr. 7. ante Σημεῖα titulus περὶ σὴ ἀνιαροῦ m. rubr. Ma 8. ὑπέρινοι] ὑπεροινῶν Ma 9. ante Σημεῖα titulus σημεῖα ἀνδρογύνου m. rubr. in marg. Ma 11. παρειάς, αἱ ὀφρύες] παρειαί εὐφυεῖς Ma〉οὐ〉 inserui )

416
Matr. κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη καὶ ἁλματίας ἐστί, γονύκροτος, χειρῶν φέρεται ὡς ἀνάταυρος, παραβλέπει ἑαυτὸν καὶ περιβλέπει, φωνὴ λεπτὴ κράζουσα λιγυρὰ σχολαία πάνυ καὶ ἐπίτρονμος.

Πικρὸν ἄνδρα σεσηρέναι. τραχὺ καὶ ξηρὸν [*](Matr. 7. ἁλματίας| ἄλματι Ma φέρεται ὡς ἀνάταυρος] φο- ραί, ὡσὰν γαῦρος an ὡς ὁ ταὼς περιβλέπει, ut Synes. or. p. 39c καθάπερ ὁ ταως περιαθρῶν ἑαυτόν? in ἀνάταυρος secundum α in Ma certo dispici iam non potest 9. σχολαία] σκολιά Ma 10. ante Πικρὸν titulus σὴ πικροῦ m. rubr. Ma σεσηρέναι] σεσειρέναι Ma post σεσηρέναι excidit χρὴ καὶ ὕπωχρον εἶναι τραχὺ] ταχύ· Ma ξηρὸν] ξηρά Ma )

417
Matr. βλέπειν, μέτωπον ἔχειν ῥυσσόν, [φορεῖν] φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν καὶ χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν, πολλάκις πόδας ἐπιρρήσσειν.

Ὁ πρᾶος πέφυκε καρτερὸς τὸ πᾶν σῶμα, εὔσαρκος, σὰρξ ὑγρὰ μαλθακή, τοῖς μέλεσι σύμμετρος, τὸ βλέμμα [*](Matr. 6. φορεῖν uncis inclusi, sed fortasse in σφοδρὸν mutandum φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν] φθέγγεσθαι· σφοδρόν ἀσθμαίνειν Ma 8. ἐπιρρήσσειν] ἐπιρρύσσειν Ma, m. rubr. α supr υ pos. 9. ante titulus περὶ πράου m. ruhr. Ma )

418
Matr. εὐσταθές, βραχὺ κίνημα καὶ σκολιόν, φωνὴ βαρεῖα μαλακή, τῶν τριχῶν ὁ περίδρομος ἀναθρώσκων.

εἴρων καὶ ἐναντιόβουλος τοὺς ὀφθαλμοὺς χαλα- ροὺς ἔχει, τὸ βλέιμμα ὑπόκομψον, φωνὴν ὑφειμένην, βαίνει εὔστροφα καὶ κινεῖται τὰ πάντα εὐρύθμως.

[*](Matr. 9. ante Ὁ titulus περὶ εἴδους εἴρωνος m. rubr. Ma 10. ὑπόκομψον] ὑπόκαμψον Ma ὑφειμένην] ὑφιεμένην Ma )
419

Τὸν δὲ φιλοχρήματον ἄνδρα τοιοῦτον εἶναι 〈νόει〉· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυπερί- πατον, ἐγκεκυφότα, ταχύφωνον, ὀξύφωνον, τὴν χροιὰν ὑπὸ- φοινίσσοντα.

Δασὺς ἀνὴρ θριξὶν εὐθυγένειος ἢ μέλας, δασεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους........ μαρμαρύσσον, φιλό- [*](Matr. 7. ante Τὸν titulus περὶ εἴδους φιλοχρημάτου m. rubr. Ma 8. 〈νόει〉 inserui 11. ante Δασὺς titulus περὶ εἴδους φιλοκόσμου καὶ οἰνόφλυγος m. rubr. Ma ἀνὴρ θριξὶν] ἀνήρ· θριξίν Ma 12. post κροτάφους exciderunt verba qualia sunt in Po 420, 15 δασεῖς — στίλβον καὶ μαρμαρύσσον] μαρύσσων Ma φιλόκωμος] φιλόκοιμος Ma )

420
Matr. κωμος, φιλορχηστής, φίλοινος. ταῦτα τῶν δύο εἰδῶν εἰσι τὰ σημεῖα.

Γίνονται δὲ καὶ μωροπόνηροι οἱ μικτὰ ἔχοντες τὰ σημεῖα πονηρίας καὶ μωρίας. ἕτεροι δὲ τὰ τῆς μωρίας ση- μεῖα ἔχουσι τὰ αὐτὰ καὶ χαλεπώτεροι καὶ ἀγριώτεροι πε- ποίηνται. ἐκ τούτου οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά [*](Matr. 7. φιλορχηστής] φιλόχρηστος Ma εἰδῶν] αἰτιῶν Ma 9. μικτά| μὴ Ma 11. τὰ αὐτὰ — ἀγριώτεροι] τὰ αὐτὰ δὲ χαλεπώτερα καὶ ἀγριώτερα? 13. post ἄγριά εἰσιν verba qualia sunt apud Adamantium 6 τούτων γὰρ — 421, 2 ἡμέρων ἐστὶν exciderunt )

421
Matr. εἰσιν, ....... εὐηθικώτερα ... καὶ ταραχωδέστερα [καὶ] ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο καὶ μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προβάτων, ἔτι δὲ καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ λειότερα,........ [*](Matr. 8. εὐηθικώτερα] εὐηθηκότερα Ma post hanc vocem nonnulla exciderunt ταραχωδέστερα] τραχωδέστερα Ma [καὶ] uncis inclusi 9. ἐπισκέψαιο] ἐπισκέψαιτο Ma ἐπὶ] ὅτι Ma 11. post λειότερα exciderunt qualia sunt apud Adamantium 422, 1 καὶ ἠπιώτερα — 2 καὶ ξηρότερα )
422
Matr. καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ. καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν· τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστον σημεῖον. δί- καιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γίνονται. ἀλλʼ οἱ μὲν ἀγριώτερα ἤθη, οἱ δὲ ἡμερώτερα ἔχουσι καὶ σώφρονες ὁμοίως [*](Matr. 10. φαίνεται] φύεται Ma 11. ἀλλʼ οἱ] ἄλλα Ma )
423
Matr. καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ σκληρίᾳ καὶ μαλακίᾳ καὶ ἀγωνίᾳ καὶ πραό- τητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὲ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσ- πεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιωτέραν [*](Matr. 8. ἀγωνίᾳ m. rubr. in marg., in textu ἀτονίᾳ Ma 9. διαιρετέον] διαιρετόν Ma 12. ἠπιωτέραν] πιοτέραν Ma ἡ m. rubr. ante π pos.)
424
Matr. δείκνυσι, κἀν τοῖς ἀνδρογύνοις οἱ μὲν πολλοὶ ἄγριοι, ἕτεροι δὲ τιθασοί εἰσι. καὶ τούτων οὐκ ὄντα ἕτερα σημεῖα μόνοις οἷς εἶπον διαιρεῖται.

[*](Matr. 10. voce διαιρεῖται desinit Ma)