Physiognomonica (epitome Matritensis)

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1 Foerster, Teubner, 1893

τὰς κόρας, νμεγάλοι τε ὀφθαλμοὶ καὶ στίλβοντες κινούμενοι δεδορκότες θυμῷ καὶ τὰ βλέφαρα αὐτῶν ἀνοίγονται, πάντων οὗτοι ἄχρηστοι. τῶν γὰρ λύκων καὶ συῶν ἀγρίων ταῦτα τὰ εἴδη. καὶ ὑπολάμπει ἔσω ὡς πῦρ· καὶ πρὸς τούτοις κέγχροι ὠχραὶ ταῖς πυρώδεσι μεμιγμέναι εἰσί· καὶ ἕτεραι γλαυκαί. καὶ ἀπλῶς, καθὼς ἀνωτέρω εἴρηται, οἱ λύκων καὶ συῶν ἀγρίων τὰ σημεῖα ἔχοντές εἰσιν [*](Matr. 7. τὰς κόρας Ma fol. 219 inc. 11. κέγχροι ὠχροὶ] κεγχροιόχραις m. rubr. in κεγχροιῶχραι corr. et in marg. κγχρι- ῶχραι Ma super ταῖς m. rubr. pos. τοῖς Ma 13. post εἴρηται, excidisse videtur καθάπερ )

321
Matr. ὠμότεροι ἀγριώτεροί τε καὶ ἁρπακτικώτεροι. μείζους δὲ οὖσαι ἢ ἐλάττους ἡμερώτερα σημαίνουσιν. αἱ δε αἱματώδεις τῶν κέγχρων ἐν τοῖς μέλασι φαρμακώδεις ἀνθρώπους μη- νύουσιν, ὥσπερ αἱ ὠχραὶ μαγγανείας καὶ φαρμακείας ἐπι- στήμονας δηλοῦσιν. οἱ ὠχροὶ δολερώτεροι, οἱ αἱματώδεις δὲ ἀβουλότεροι καὶ θερμουργοί· ὅσοι δὲ οὐ κέγχροις χαροποί, [*](Matr. 10. σημαίνουσιν] σ΄ Ma αἱ δὲ Ma, οἱ δὲ in marg. m. rubr. 11. κέγχρων] κεγχρῶν Ma 12. ὠχροὶ| ὦχραι Ma 14. κέγχροις] κέγχρεσι supra εσι m. rubr. οισ pos. Ma χαροποί ] χαροπεῖς supra εῖς m. rubr. οί pos. Ma )
322
Matr. ἀλλʼ εἰσὶ πεποεκιλμένοι, τούτων τὸ μέγεθος καὶ τὴν χροιὰν ἐπισκέπτου. εἰ μέλαινα ἢ ἑτέρα πυρρὰ ἐν ὑγροῖς ὀφθαλ- μοῖς καί γε μηδὲν ἄλλο ἄτοπον φαίνοιτο, ἄνδρα δηλοῦσι μεγαλόνουν, δίκαιον, συνετόν, εὐφυῆ, παιδεραστὴν δὲ πέρα τοῦ μετρίου, εἰ δὲ χλωρὰ ἴτυς ἐπὶ μελαίναις, δολερόν, ἄδικον, [*](Matr. 9. ἐπισκέπτου] ἐπισκήπτου Ma εἰ] ἢ suprapos. m. rubr. εἰ Ma ἑτέρα] ἕτερα Ma πυρρά] πυρά Μa 10. μηδὲν| μὴ δὲ Ma 11. παιδεραστὴν| παιδεράστην Ma πέρα τοῦ μετρίου] παρὰ τὸ μέτριον Ma 12. εἰ Ma, sed ε m. rubr. antepos. ἴτυς] ᾖ τοῖς Ma )
323
Matr. κλέπτην, γυναιξὶν ὁμιλοῦντα αἰσχρῶς καὶ ἀτόπως. ἴτυες αἰόλοι χρόαν ταῖς ἴρισιν ὅμοιοι ξηρότεροι τοῖς ὀφθαλμοῖς ματαιότητα σημαίνουσιν, ἐν δὲ ὑγροῖς μεγαλόνοιαν καὶ ἀν- δρείαν καὶ εὐθυλογίαν καὶ ὀρθοβουλίαν, ταχύτεροι δὲ εἰς ὀργὴν καὶ ἐν ἀφροδισίοις ἔργοις ἐπτοημένοι.

[*](Matr. 7. ἴτυες] Οἱ τινες Μa, sed O m. rubr. antepos. 8. αἰόλοι ἕωλοι Μa ἴρισιν] ῥισίν Μa )
324

Κοῖλοι πάνυ ὀφθαλμοὶ οὐκ ἐπαινετοί· ὅσοι δὲ κοῖλοι ὄντες ὥσπερ ἐν ἀγγείῳ ὕδωρ καὶ μὴ ὑποκινοῦνται μεγάλοι ὄντες οὐ πονηροί, εἰ μή τι ἄλλο σημεῖον ποιεῖ· τὴν 〈γὰρ〉 κοιλότητα ἥ τε ἰκμὰς καὶ τὸ μέγεθος παραμυθοῦνται· κοίλων καὶ μικρῶν ἤθη δόλια, ἐπίβουλα ἐν ἀνθρώποις, ζήλῳ καὶ φθόνῳ τετηκότα, ξηροτέρων δὲ πρὸς τοῖς εἰρημένοις κακοῖς [*](Matr. 7. ante Κοῖλοι titulus περὶ ὀφθαλμῶν κοίλων m. rubr. Ma 8. κοῖλοι] κύκλοι Ma καὶ μὴ] ἡμιδεεῖ? 9. ποιεῖ· τὴν 〈γὰρ〉] ποιεῖ τὴν Ma 10. κοιλότητα| κυκλότητα Ma ἥ] εἴ Ma 11. κοίλων] κύκλων Ma δόλια] δειλία Ma )

325
Matr. ἀπιστίαν, προδοσίαν, ἱεροσυλίαν σημαίνουσι καὶ τὰ ὅμοια τούτων. οἱ μὲν οὖν ἀτενεῖς περιττότερα ἤθη ἐμφαίνουσιν, οἱ δὲ ὑπορρέοντες δολερώτερα, εἰ μέντοι ὑπορρέοιεν ἀμαυρότητι, μωρότερα σημαίνουσι.

Τῶν ἐξεχόντων ὀφθαλμῶν, 〈οἳ〉 οὔκ εἰσιν ἐπαινετοί, τοῖς μὲν οἴδημα περίκειται κύκλῳ, τοῖς δὲ ὡς τάφρος βαθεῖα [*](Matr. 8. περιττότερα] phys.lat.§ 31 insaniae arguunt 9. ὑπορρέοιεν] ἀπορρέοι Ma 10. μωρότερα] ἐμμορώτερα Ma ση- μαίνουσι] σημαίνει Ma 11. ante Τῶν titulus περὶ ἐξεχόντων ὀφθαλμῶν m. rubr. Ma οἳ inserui εἰσιν] ἐῶσιν Ma 12. οἴδημα] ὑπόδυμα Ma περίκειται] παράκειται Ma )

326
Matr. καὶ στενὴ περιακολουθεῖ, δολερὸν ἦθος· οἱ δὲ πάντη ἀνεστηκότες ἀσωτείαν κατηγοροῦσι καὶ ματαιότητα καὶ μανίαν. προπήδησις ὀφθαλμῶν αἱματωδῶν οἰνοφλύγων καὶ γαστριμάρ- γων σημεῖον. εἰ δὲ γλαυκοὶ οἱ αὐτοί εἰσιν, ἀδίκους μέν, ἀσυν- έτους δὲ εἶναι νόει· καὶ τὰ βλέφαρα αὐτῶν ἐὰν καρηβαρῶνται, πλείων ἡ ἄνοια. εἰ δὲ οἰδοῦντές εἰσιν ξηροί, πατροφόνοι [*](Matr. 7. περιακολουθεῖ ] περὶ ἀκολούθου Ma 8. ἀσω- τείαν] ἀσωτείᾳ Ma καὶ (pr.)] τὴν Ma 9. προπήδησις] προ- πηδήσεις Ma 10. σημεῖον] ὁμοίωσιν Ma 12. ξηροί | ἔγξηροι Ma πατροφόνοι τε καὶ μητροφόνοι] πατρόφονοί τε καὶ μητρό- φονοι· Ma )
327
Matr. τε καὶ μητροφόνοι παιδοφόνοι τε καὶ φαρμακοὶ καὶ τὰ ὅμοια. εἰ δὲ ὑψηλοί εἰσιν οἱ ὀφθαλμοὶ μεγάλοι τε καὶ λαμπροὶ καὶ εὐαγεῖς καὶ ὑγρὸν βλέποντες, δίκαιοι, συνετοί, φιλομαθεῖς, ἔρωτος πλήρεις, οἷος ἦν ὁ φιλόσοφος Σωκράτης. ὀφθαλμοὶ τοῦ προσώπου πολὺ ἐξέχοντες μικροί τε πάνυ καὶ πυρροὶ οὐ φρενήρη μόνον, ἀλλὰ παρειμένον καὶ τὴν γλῶτταν καὶ τὸ σῶμα εἶναι τὸν ἄνδρα λέγουσι.

[*](Matr. 8. παιδοφόνοι] παιδοφόνοι Ma 10. εὐαγεῖς| εὐλι- γεῖς Ma 11. οἷος] οἷον Ma 12. τοῦ προσώπου] τὸ πρόσ- ωπον Ma 13. μόνον delendum videtur )
328

Ὀφθαλμοὶ μικροὶ παλλόμενοι κακομηχάνους καὶ δολίους, μεγάλοι δὲ ἀνοήτους καὶ ματαίους ἐλέγχουσιν ἄνδρας. ὅσοι δὲ ὥσπερ ἐκπηδῶντες πάλλονται, κακοὺς ἄνδρας καὶ τούτους σημαίνουσιν, εἰ μέντοι μὴ μεγέθους εὖ ἔχωσι καὶ ὑγρὸν καὶ λαμπρὸν βλέπωσιν· οἱ γὰρ τοιοῦτοι ὀφθαλμοὶ νοητὸν ἄνδρα, δραστήρια καὶ ὑψηλὰ ἔργα μεγάλα παρέχοντα, τόλμης καὶ μεγαλονοίας εἰς ἄκρον ἥκοντα δηλοῦσιν, ὀργῆς δὲ ἀκρατεῖς καὶ μέθης, μεγαλαύχους, κουφονόους, οὐ πόρρω ἐπιληψίας, κλέος δὲ ἔχειν οἴονται μεῖζον ἢ κατʼ ἀνθρώπους, ὥσπερ ὁ Μακεδὼν Ἀλέξανδρος. περιοιδοῦντες ὀφθαλμοὶ ἀστάτους, ὠμοὺς τῷ φρονήματι, γαστριμάργους, λάγνους, κιθα- [*](Matr. 12. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν παλλο- μένων m. rubr. Ma 14. ὅσοι] ὁρῶντες Ma ἐκπηδῶντες] ἐκπηδῆσαι Ma πάλλονται] πάλλοντες Ma 17. δραστήριον? 18. ἄκρον] ἄκραιον Ma 19. μέθης] μεγάλους Ma 20. μεῖζον ἡ] μεῖζόν τι Ma 21. ὁ Μακεδὼν] Μακεδὼν ὁ Ma 22. λάγνους| λαγωούς Ma )

329
Matr. ριστάς, αὐλητάς, μουσικούς· καὶ τὰ ἐκ τῶν ἐντὸς ση- μείων ἔχοντα τοιούτους εἶναί φασι τοὺς ἄνδρας. ὀφθαλμοὶ περιπελιδνοί, εἰ καὶ τὰ ἐντὸς σημεῖα ἔχουσιν, ἀπίστους καὶ ἀδίκους καὶ παντόλμους τοὺς τοιούτους λέγουσιν ἄνδρας.

Σκοτεινοὶ ὀφθαλμοὶ οὐ πολύφρονας σημαίνουσιν ἄν- δρας· ξηροὶ δὲ ὄντες ἀνομωτέρους δηλοῦσιν, εἰ δὲ καὶ μικροί εἰσι θολεροί, ἐπιβούλους, κακοτέχνους, προβούλους. ὀφθαλμοὶ [*](Matr. 8. αὐλητάς] αὐλιστάς Ma 10. ἔχουσιν] ε Ma 12. ante Σκοτεινοὶ titulus περὶ ὀφθαλμῶν σκοτεινῶν m. rubr. Μa οὐ πολύφρονας | φιλόφρονας οὐ πολύ Ma )

330
Matr. σκότιοι ὑγροὶ κοῖλοι αὐταρκως μεγέθους ἔχοντες εὐσταθῆ φροντιστήν, πολυθεάμονα, εὐμαθῆ, εὐλαβῆ καὶ δειλὸν καὶ φειδόμενον δηλοῦσιν , οἱ δὲ ἀγλυώδεις δολερούς, ἀπίστους, ἀκολάστους.

Οἱ εὐφεγγεῖς ὀφθαλμοὶ ἄριστοί εἰσιν, εἰ μή τι ἄλλο ἀντι- λέγει σημεῖον· πάντα γὰρ ἀκριβῶς ἐπισκέπτεσθαι δεῖ τὰ σημεῖα.

[*](Matr. 8. σκότιοι] σκολιοί Ma, etiam in marg. m. rubr. περὶ σκολιῶν κοῖλοι αὐτάρκως] κοιλιαυτάρκεις Ma 12. ante Οἱ titulus περὶ ὀφθαλμῶν εὐφεγγῶν m. rubr. Ma ἀντι- λέγει] ἀντλέ Ma )
331

Ἐὰν μαρμαρύσσωσιν οἱ ὀφθαλμοὶ ὅμοιοι, κἂν φῶς ἐν αὐτοῖς ἐστιν, οὐκ ἀγαθοί· μαρμαρυγὴ γὰρ εἰ ἔσται ἐν γλαυκοῖς καὶ αἱματώδεσιν ὀφθαλμοῖς, θερμῶς ὀργιζόμενον δηλοῖ καὶ ἐν ἑκάστῳ θερμὸν πάντολμον ἄνδρα καὶ ἐγγὺς μανίας εἶναι· εἰ δὲ ἐν χαροποῖς εἴη, δειλίαν σημαίνει· πᾶν γὰρ χρῆμα οὗτοι φοβοῦνται καὶ πίπτουσι καὶ πάντα ὑπονοοῦσιν· ὀφθαλμοὶ δὲ μέλανες μαρμαρύσσοντες κάκιστοι καὶ δειλοὶ [*](Matr. 8. μαρμαρύσσωσιν] μαρμάροις ὦσιν Ma 10. ὀργι- ζόμενον| ἐργαζόμενον? 12. χαροποῖς εἴη] χαροποῖσι Ma δει- λίαν] δηλίαν Ma πᾶν γὰρ χρῆμα| παραχρῆμα Ma )

332
Matr. καὶ κακομήχανοι σφόδρα, καὶ τοιούτους εἶναι δηλοῦσι τοὺς ἄνδρας. οἱ δὲ τοιούτους ὀφθαλμοὺς ἔχοντες καὶ γελώδεις τουτέστιν ὑπογελῶντας εἰς ἀκρότητα πάσης κακίας ἔρχονται. ὀφ θαλμοὶ γοργὸν βλέποντες ἔνυγρον θυμώδεις, ἰχυρούς, μανικούς, ταχυλόγους, ταχυέργους, ἀπρονοήτους, ἀτόλμους δὲ πρὸς τὸ λέγειν καὶ κακοὺς τοὺς τοιούτους σημαίνουσιν ἄνδρας. οἱ δὲ ξηροὶ ὀφθαλμοὶ κακίστους καὶ ἀνόνμους ση- [*](Matr. 10. γοργὸν βλέποντες] γοργοβλέποντες Ma ἔνυγρον] ἔνυδρον Ma ἰσχυρούς] ἰσχυρῶς Ma 11. ἀτόλμους] ἀτραύ- λους Ma 12. καὶ inser. m. rubr. Ma κακοὺς] ἀκάκους )
333
Matr. μαίνουσιν, οἱ δὲ μικρότεροι καὶ κοῖλοι χείρους, ὠμὸν τὸ φρόνημα ἔχοντας, ἐπιβούλους, κρυψινόους τουτέστι τὸν σκοπὸν αὐτῶν ὑποκρύπτοντας καὶ ἄλλους ὑποσυλῶντας. εἰ δὲ ἐπὶ τοιούτοις ὀφθαλμοῖς ἐπισκύνιον ἔχουσιν ἐννεῦον ταῖς ὀφρῦσι τραχείαις, βλέφαρα ἔχουσιν ὀρθά, θυμὸν καὶ δύναμιν καὶ ἀβουλίαν ἀκακίαν τε καὶ εὐτολμίαν σημαίνει. ὅσοι δὲ τὸ [*](Matr. 5. κοῖλοι] ἴουλοι Ma 7. αὑτῶν| αὐτῶν Ma ὑπο- κρύπτοντας] ὑποκρύβοντας Ma ἄλλους ὑποσυλῶντας] πάντων ἐπιθυμοῦντας? 8. ἐπισκύνιον| ἐπιστοίβιον Ma ι m. rubr. supra prius ο pos. ἐννεῦον] ἐννενεύοντες Ma 9. βλέφαρα] βλέφαρά τε? )
334
Matr. μὲν ἐπισκύνιον τά τε βλέφαρα καὶ τὰς ὀφρῦς μὴ οὕτως ἔχουσι, τὸ δὲ βλέμμα αὐτῶν ἐφʼ ἑαυτῶν πικρὸν καὶ τραχύ, χείρους οὗτοι τῶν προρρηθέντων.

, Ὅσοις ὀφθαλμοῖς ἡδονὴ καὶ γέλως ἐγκατοικεῖ, ἐπ- αινετοί, ἀλλʼ οὐ πάντη· εἰσὶ γὰρ καὶ ἐν τούτοις δολεροὶ κρύπτοντες τὸν νοῦν καὶ τὸν σκοπὸν αὐτῶν, κακομήχανοι, [*](Matr. 7. ἐπισκύνιον| ἐπιχείμιον Ma 8. πικρὸν| μικρὸν Ma 10. post Ὅσοις inser. δʼ m. rubr. Ma ἐπαινετοί] ἐπ- αινετόν Ma 12. αὐτῶν| αὐτῶν Ma )

335
Matr. κακοῦργοι. ὅσοι δὲ ἄμα τῷ γέλωτι ὑποβλέποντές εἰσι καὶ ξηροί, οἱ τοιοῦτοι κακίστους ὑποσημαίνουσιν ἄνδρας.

Ὀφθαλμοὶ κοῖλοι γέλωτα ἔχοντες ὥσπερ λοχῶντες κακόν τι βουλεύονται· εἰ τὰ ἐκτὸς τῶν ὀφθαλμῶν κινεῖ τὸ μέτωπον καὶ παρειαὶ καὶ ὀφρύες καὶ χεῖλος, κακὸς ὁ γέλως οὗτος· βουλὴν ἐπιτείνων ἐλθεῖν πονηρὰν καὶ ἄδικον. κἂν μὲν πρὸς τῷ σεσηρότι τούτῳ μύωσί τε καὶ ὁρῶσιν ἀτενές, βουλεύονται [*](Matr. 10. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν γελώντων m. rubr. Ma κοῖλοι m. rubr. in marg., in textu κύκλοι Ma λοχῶντες] λέγοντες Ma 11. εἰ τὰ] εἶτα Ma κινεῖ τὸ μέτωπον| κινεῖται, οἷον μέτωπον? 14. σεσηρότι] σεσειρότι Ma μύωσί τε καὶ] ὀμοιώσαιτο. εἰ δʼ Μa )

336
Matr. ἔργα ἄδικα· εἰ δὲ ἀνοικτοὺς καὶ σεσηρότας τουτέστιν ἀποτεινομένους τοὺς ὀφθαλμοὺς ἔχουσιν, αἱ τούτων πράξεις εἰς ἄνομα ἔργα κινοῦνται. τοὺς δὲ πάνυ ἀναγελῶντας ὀφθαλ- μοὺς ἐπιβουλοτέρους μαντεύου· εἰ δὲ ξηρότεροί εἰσιν, ἄκακα μὲν ἤθη, μάταια δέ, κακῶν ἀπαθῆ, καὶ ἄστοργοι δὲ καὶ ἀκόλαστοι οἱ τοιοῦτοί εἰσιν. ὀφθαλμοὶ μειδιῶντες ἄμα ὑγρό- [*](Matr. 7. σεσηρότας| σεσειρότας Ma τουτέστιν - 8 ἔχου- σιν videntur post ὁρῶσιν ἀτενές collocanda esse 9. ἀνα- γελῶντας] ἀνεῳγμένους καὶ γελῶντας? 10. μαντεύου] μαντεύει Ma 12. ἅμα ὑγρότητι] ἀμαυρότητι Μa )
337
Matr. τητι, βλέφαρα ἀνειμένα, μέτωπον μαλακόν, τὰ ἀμφὶ τὰ βλέφαρα λαγαρὰ ἤθη δηλοῦσι μεγαλοπρεπῆ, δίκαια, ἥμερα, εὐσεβῆ, φιλόξενα, συνετά, εὔβουλα, εὐμαθῆ, ἔρωτος πλήρη τυγχάνοντα.

Ὀφθαλμοὶ σκυθρωπάζοντες τουτέστι στυγοῦντες ἅμα ὑγρότητι φροντιστὴν ἢ φιλότεχνον μαρτυροῦσιν· ἐὰν δὲ συμ- [*](Matr. 7. ἀνειμένα| ἀνήμερα Ma ἀμφὶ τὰ βλέφαρα| ἀμ- φότερα Ma 8. λαγαρὰ] λιγυρά, Ma 9. συνετά] συνεχῆ Ma 11. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκυθρωπῶν m. rubr. Ma ἅμα ὑγρότητι] ἀμαυρότητι Ma )

338
Matr. μύωσι καὶ αἱ ὀφρύες χαλῶσι καὶ τὸ μέτωπον χαλαρὸν φαίνοιτο ἄμα τῇ σκυθρωπότητι, πιστὰ τούτων τὰ ἤθη καὶ βέβαια εὔβουλά τε καὶ σώφρονα. ζηροὶ δὲ ὀφθαλμοὶ λυ- πηρὸν βλέποντες φιλοφροσύνης εἰσὶ πλήρεις. εἰ καὶ τὸ μέτωπον τραχὺ καὶ βλέμμα ἀτενὲς βλέφαρά τε ὀρθά, ἀγριό- βουλον ἄνδρα σημαίνουσιν.

[*](Matr. 9. φιλοφροσύνης] οὐ πολυφροσύνης? cf. p. 329, 12 et 15 11. post σημαίνουσιν quae sunt in Po a πᾶν (l. 17) usque ad σπεύδοντα (p. 339, 14) in Ma exciderunt )
339

Οἱ συγκλειόμενοι ὀφθαλμοὶ καὶ αὖθις ἐπανοιγό- μενοι ἐπίβουλον καὶ ἐπίκλοπον ἄνδρα σημαίνουσιν, εἰ μέντοι ὑγροί εἰσι, φροντιστὴν καὶ φιλότεχνον. εἰ δὲ τρόμος αὐτοῖς ἐστι καὶ ἅμα ὠχρότης, μανίαν σημαίνει ἐπιληψίαν τε δηλοῖ τῷ ἀνδρί. ὅσοις δὲ ὀφθαλμοῖς ἡ στάσις ἐστὶν ἀεί, εἰ μὲν πρὸς [*](Matr. 8. ante Οἱ titulus περὶ συγκλειομένων καὶ μυούντων ὀφθαλμῶν m. rubr. Ma ἐπανοιγόμενοι] ἐπαναγόμενοι Ma 12. ἐστὶν] ἔστι Ma πρὸς] εἰς Ma )

340
Matr. τὸ συγκλείεσθαι ὑπορρέοιεν καὶ εἰς τὸ ἄνω χωροῦσιν, ἀκολασίαν τουτέστιν ἄσωτον τὸν ἄνδρα δηλοῦσι καὶ μάταιον καὶ μαινόμενον κατηγοροῦσιν· εἰ δὲ ὀρθοὶ ὄντες συγκλείονται καί εἰσιν ὑγροὶ μετὰ μεγέθους καὶ τοῦ εὐλαμποῦς καὶ με- τώπου λείου, εὐλαβῆ καὶ εὔβουλον καὶ φιλομαθῆ γλυκύ- νουν τε καὶ ἐρωτικὸν τὸν τοιοῦτον ἄνδρα σημαίνουσιν, εἰ δὲ ξηροί εἰσι, θρασύν καὶ κακομήχανον ἄνδρα καὶ ἄδικον. [*](Matr. 7. ὑπορρέοιεν| ὑπορρέοι Ma χωροῦσιν| χωρεῖ Ma 10. τοῦ om. Ma 11. γλυκύνουν| γλυκόνουν Ma )
341
Matr. εἰ δὲ πρὸς τούτῳ μέτωπον τραχύ, ὀφρῦς συντετα- μένας, βλέφαρα σκληρὰ πεπηγότα ἔχοι τις, ἀγριώτερος τὸν θυμόν, τολμᾶν ἑτοιμότερος, χαυνούμενος μέντοι ἐπαίνοις καὶ τιμαῖς, πειθόμενος δὲ καὶ δώροις ὁ τοιοῦτος ἀνὴρ φαίνεται. ὅσοι δὲ τὰ βλέφαρα οὐκ ἔχουσιν ὀρθὰ οὐδὲ τὰς ὀφρῦς ἀκλινεῖς, ἀλλὰ τρόμος αὐτοῖς ἔνεστι καὶ ἅμα τὸ βλέμμα ὑπο- κινεῖται, οὗτοι ἀνδρόγυνοι ὄντες ἄνδρες εἶναι βιάζονται.

[*](Matr. 10. πεπηγότα] πεπληγότα Ma )
342

Ὀφθαλμοὶ ἀνοιγόμενοι ἐπὶ μέγα καὶ ἅμα ἱστά- μενοι ὡς ἐννοοῦντές τι, τὴν γὰρ αὐτῶν ὁποία ἐστί, σημαίνουσιν ἔννοιαν, δηλοῦσιν ὡς εἴρηται, τὸ [γὰρ] ξηρόν, τὸ ὑγρόν, τὸ σκοτεινόν, τὸ λαμπρόν, μικρὸν καὶ μέγα, κοῖλον, ὑψηλόν, μαλακόν, ἀτενές, τὰ ἄλλα τὰ ἐπὶ τούτοις, ἃ πολλάκις διείληπται.

[*](Matr. 8. iuxta Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν ἀνοιγο- μένων m. rubr. in marg. Ma 9. ἐννοοῦντές τι] ἐννοοῦντες τί Ma ὁποία] ὁποῖα Ma 10. ad δηλοῦσιν m. rubr. in marg. δηλοί εἰσιν Ma num καὶ δηλοῦσιν? γὰρ uncis inclusi 12. ad διείληπται m. rubr. in marg. Ma ἐπί τισι σημείοις ἐτάχθησαν )
343

Matr. ὅσοι οὖν ὀφθαλμοὶ ἀεὶ ἀνεῳγμένοι εἰσὶ σκοτεινοὶ μὲν ὄντες καὶ ὑγροί, φροντιστάς, εἰ δὲ πρὸς τούτῳ ἥμερον βλέπουσι, καὶ χρηστοὺς σημαίνουσιν. ὀφθαλμοὶ ἐκπεπετασμένοι ζηροὶ μαρμαρύσσοντες καθαρὸν καὶ λαμπρὸν βλέποντες ἀν- αισχύντους καὶ παντόλμους δηλοῦσιν ἄνδρας.

Ὀφθαλμοὶ σκαρδαμύττοντες δειλίας κατήγοροί εἰσι· τοὺς γὰρ τοιούτους καὶ ἐπιβούλους ἢ κακόν τι κρυπτῶς [*](Matr. 10. βλέπουσι] βλέ Ma 13. ante Ὀφθαλμοὶ titulus περὶ ὀφθαλμῶν σκαρδαμυττόντων in Ma σκαρδαμύττοντες] σκαρδαμμύττοντες Ma )

344
Matr. ἀρτύοντας μαντεύουσιν. οἱ δὲ αὐτοὶ οὗτοι διάστροφοι ἢ ὑπωχριῶντες μωρίαν δηλοῦσιν. ὀφθαλμοὶ ἀσκαρδάμυκτοι δεινὸν βλέποντες κακόν τι μηχανῶνται. πράως δὲ ἑστῶτες καὶ νοτίδος ἐνούσης φροντιστάς, φιλομαθεῖς, ἥμερα ἤθη κεκτημένους καὶ ἐρωτικοὺς εἶναι σημαίνουσιν. ὅσοι δὲ ἀσκαρδάμυκτοι ὄντες ὠχροὶ ἢ φοινικοῖ φαίνοιντο ἅμα ξηρό- [*](Matr. 9. ἀσκαρδάμυκτοι] ἀσκαρδάμυττοι (οι m. rubr. in ι corr. Ma 10. ad πράως m. rubr. in marg. ἑστῶτες ὑγροί, πάνυ χρηστοί Ma 11. ἥμερα ex ἥμερον corr. man. poster. Μa ἐρωτικοὺς] ὁρατικοὺς Ma 13. ἀσκαρδάμυκτοι] ἀσκαρδα- μυττοί (supra οί m. rubr. ί pos.) Ma φοινικοῖ] φοινικοί Ma )
345
Matr. τητι, κακίαν καὶ μάχην ἢ ὀργὴν ἢ δαιμονικὴν κακό- τητα ἐμφαίνουσιν . . . . . .

Κύστεις ὀφθαλμῶν κάτωθεν προκείνμεναι οἰνόφλυγας ὑπνηλοὺς ἄνδρας δηλοῦσιν.

[*](Matr. 8. ἢ δαιμονικὴν κακότητα] δαιμονικὴν καὶ κακό- τητα Ma post ἐμφαίνουσιν lacunam indicavi )
346

Ὀξεῖς ὀφθαλμοὶ ταραχώδεις ἄρπαγας ἄνδρας σημαίνουσιν· εἰ δὲ λεπτοὶ ὄντες τὰ βλέφαρα ἐπιβάλλωσιν, ἀνδρόγυνον ἄνδρα σημαίνουσιν. εἰ δὲ τὸ ἕτερον τῶν βλε- φάρων ὑποβάλλωσι ... . . πισταί, μοιχοὶ οἱ τοιοῦτοι. εἰ ἕτεροι δὲ τὰ μέσα τῶν βλεφάρων συγκλείουσι καὶ καθέλ- [*](Matr. 7. ante Ὀξεῖς titulus περὶ ὀξέων ὀφθαλμῶν m. rubr. Ma 8. λεπτοὶ ὄντες] ἰλλώπτοντες? 10. post ὑποβάλλωσι plura exciderunt in Ma nullo lacunae indicio μοιχοὶ] μυχοί Ma )

347
Matr. κουσι, τὰ δὲ ἀμφότερα ἀνασπῶσι . . . . καὶ αὐτοὶ μοιχοί εἰσιν· ὁμοίως καὶ οἱ τὰ μέσα τῶν βλεφάρων ἀνα- σπῶντες, τὰ δὲ ἑκάτερα συγκλείοντες.

[*](Matt. 5. post ἀνασπῶσι nonnulla in Ma exciderunt nullo lacunae indicio 6. μοιχοί ] μυχοί Ma )