Physiognomonica

Adamantius Judaeus

Adamantius, Scriptores physiognomonici Graeci et Latini, Volume 1, Foerster, Teubner, 1893

Πνεῦμα τὸ λίαν ἀτρεμοῦν, ὡς ἀπνόῳ ἐοικέναι, φροντιστοῦ ἀνδρός· ὁποία δὲ ἡ φροντίς, παρὰ τῶν ὀφθαλμῶν μάνθανε. εἰ δὲ ἀτρεμὲς ἂν ἐπὶ πολὺ ἀθρόως ἐπίοι ὤσπερ ἐκ παλιρροίας καὶ πλημμυρίδος, λύπῃ τινὶ [*](Adam. 4. ante Πνεῦμα titulus περὶ πνεύματος in γ 6. ὂν Ba ἂν y 7. ἐπίοι] ἐμπνέοι? )

402
συνέχεται. εἰ δὲ καὶ κεφαλὴν ἐπικινῶν ἅμα ἐπιστένει, μετανοεῖν ἔοικε κακόν τι δράσας ἢ εἰπών. ἐὰν δὲ δεδορκόσι τοῖς ὀφθαλμοῖς ταῦτα ποιῇ, προβουλεύει κακὰ μᾶλλον ἢ μετανοεῖ. πνεῦμα λεῖον σχολῇ καὶ ἀψοφητὶ χωροῦν τὴν γνώμην εὖ ἔχειν δηλοῖ. ὅταν δὲ ποβρυχᾶται καὶ μεγάλα ἀναπνέῃ, ἀγριότητα καὶ οἰνο- [*](Adam. 1. καὶ om. Pa 2. ἔοικε scripsi ἔοικεν γ )
403
φλυγίαν κατηγορεῖ· οἱ δὲ ἀσθματίαι, ὁπόσοις καθάπερ ἐκ δρόμου τὸ πνεῦμα ἐλαύνεται, ἄβουλοι, κακόθυμοι, παντορέκται, παντοεπεῖς. ὅσοι δὲ μετάρσιον ἐμπνέουσι καὶ αὐτοῖς πυκνόν τε καὶ ἐλαφρὸν τὸ πνεῦμα ἐν ταῖς ῥισὶν ἐμπνεῖ, δειλία καὶ ἀθυμία ἐν τούτοις ἐστί· γί- νονται δὲ καὶ ἀνδρόγυνοι, ὅταν τὰ ἄλλα σημεῖα συμ- μαρτυρῇ.

[*](Adam. 2. ἐκ δρόμου P. ἔκδρομον 6. συμμαρτυρῇ] μαρτυρῇ Ro )
404

Φθέγγεσθαι βαρὺ πάνυ καὶ σαθρὸν ἀνοήτῳ καὶ ὑβριστῇ καὶ γαστριμάργῳ πρέπει· ἠχὴ δὲ κακοηχε- στέρα βληχωδεστέρα ἀναισθήτου. ὅσοι δὲ ἀπὸ βαρέος ἀρξάμενοι φθόγγου εἰς ὀξὺν τελευτῶσιν, ὀδύρται, δύσ. θυμοί· ὁξὺ δὲ καὶ αὐχμηρὸν φθέγγεσθαι ποικίλου [*](Adam. 1. βαρὺ πάνυ καὶ σαθρὸν] βαρὺ καὶ πάνυ σαθρὸν S 2. κακοηχεστέρα Ba et Sylb. κακοηθεστέρα y 4. ὀξὺν scripsi ὀξὺ γ ὀδύρται scripsi ex Pseudarist. phys. § 71 p. 84, 14 ὀργηταὶ γ cf. Michael. Scot. phison. part. III c. 71 cuius vox incipit a gravi et finit in altum, significat hominem iracundum impetuosum audacem et tutum )

405
ἀνδρός ἐστιν. ὁ δὲ ὁξὺ καὶ μαλακὸν καὶ εὐκαμπὲς φθεγγόμενος ἀνδρόγυνον ἐπισημαίνει. ὅσοι δὲ κοῖλον καὶ βαρὺ καὶ ἀκαμπὲς ἠχοῦσι, γενναῖα τούτοις τὰ ἤθη καὶ μεγαλόνοια αὐτοὺς κοσμεῖ καὶ δικαιότης. ὅσοι δὲ μαλακόν τε καὶ βαρὺ φθέγγονται, ἤπια καὶ τούτοις τὰ νοήματα. οἱ δὲ κλαγγηδὸν φθεγγόμενοι ὀξύ τε καὶ ρνίθιον φθέγμα ἱέντες μάργοι καὶ χαῦνοι καὶ μετάρσια [*](Adam. 1. εὐκαμπὲς Sylb. et A. Schott. εὐλαμπὲς γ 3. ἠχοῦσι] ἔχουσι M 5. τε scripsi τι γ καὶ (alt.) delendum? )
406
νοοῦντες. ἀσθενὴς δὲ φωνὴ καὶ ἅμα γοερὰ φιλοκερδῆ καὶ ἀνιαρὸν καὶ ὕποπτον ἐν πᾶσιν ἄνδρα σημαίνει. ὁπόσοι δὲ ἐν ῥινὶ φθέγγονται, ψευδεῖς, κακοήθεις, βάσκανοι, πήμασιν ἄλλων χαίροντες. σφοδρὸν φθέγ- γεσθαι καὶ ὑπόσαθρον ὀργὴν καὶ βίαν καὶ ἀνομίαν καὶ μισανθρωπίαν σημαίνει. ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι ἀργίας καὶ δειλίας, ταχὺ δὲ ἀβουλίας καὶ [*](Adam. 2. ὕποπτον] ὑπόπτην? Schneider ἄνδρα scripsi cum Vulcanio ἀνδράσι y 4. σφοδρὸν — 5 καὶ βίαν om. S 7. post φθέγγεσθαι num δειλίας καὶ βασκανίας, βραδὺ δὲ e Ma et Po inserendum sit, valde dubito, immo vero βραχὺ φθέγγεσθαι ἀργίας καὶ δειλίας σημεῖον in Ma et Po e varia lectione ad sententiam ὀξὺ δὲ καὶ ἀσθενὲς φθέγγεσθαι δειλίας καὶ βασκανίας σημεῖον adscripta ortum esse puto )
407
ἀνοίας σημεῖον. οἱ χαλεπῶς φθεγγόμενοι κακοὶ καὶ ἀνόητοι ὡς ἐπὶ τὸ πολύ. εἰ δέ τι ἄλλο, καὶ φωνὴν τῶν ζώων πρὸς ἕκαστον, ὅτῳ ἄν τις ὅμοια φθέγγηται, ἀναφέρειν τε χρὴ καὶ διαιρεῖν εἰς τὸ ὅμοιον ἦθος. οἱ μὲν γὰρ κυσίν, οἱ δὲ πιθήκοις, οἱ δὲ ὄνῳ, οἱ δὲ ἵπποις, οἱ δὲ ἄρκῳ, ἄλλοι δὲ προβάτῳ καὶ ἄλλοις ζώοις ὁμοίαν φθογγὴν ἀφιᾶσιν. εἰδέναι γε μὴν καθόλου προσήκει, [*](Adam. 2. ἐπὶ τὸ πολὺ scripsi e S ἐπιτοπολὺ MPa ἄλλο, καὶ φωνὴν scripsi coll. p. 298, 7 καὶ ἄλλο φωνεῖ γ 3. τῶν ζώων πρὸς ἕκαστον] πρὸς τῶν ζώων ἕκαστον ὅτῳ ἄν scripsi auctore Sylb. (,,malim ἂν seu ὅτῳ ἂν") ὅταν γ 4. τε om. S χρὴ καὶ διαιρεῖν scripsi e S καὶ διαιρεῖν χρὴ M 6. ἄρκῳ scripsi ex y ἄρκτῳ Pa )
408
ὡς ἐν κινήσει καὶ φωνῇ καὶ χροιᾷ καὶ μεγέθει καὶ μελῶν ἁρμονίᾳ τὸ μέσον τῆς κράσεως χρηστὸν ὡς τὸ πολύ, τὸ δὲ ἐναντίον κακόν.

Ὅρους δὲ εἰδῶν ἀνθρώπων ὑποδεῖξαι ἀναγ- καῖον οὐ πάντας, ἀλλʼ ὅσοι ἀξιόλογοι αὐτῶν· ἀπὸ γὰρ τούτων οὐ χαλεπὸν καὶ τὰ λοιπὰ γινώσκειν.

Εἶδος οὖν ἀνδρείου ὄρθιον τὸ πᾶν σχῆμα, πλευραὶ καὶ ἄρθρα πάντα καὶ τὰ ἄκρα τοῦ σώματος [*](Adam. 4. ante Ὅρους titulus περὶ εἰδῶν ἀνθρωπείων in y 7. ante Εἶδος titulus εἶδος ἀνδρείου in y ἀνδρείου Ro ἀνδρεῖον y 8. πάντα καὶ τὰ] καὶ τὰ πάντα Pa )

409
ἐρρωμένα, ὀστέα μεγάλα, κόμη σκληρά, κοιλία πλατεῖα καὶ κοίλη, μοι καρτεροί, ὠμοπλάται εὐρεῖαι διεστη- κυῖαι, στέρνα ῥωμαλέα καὶ μετάφρενα, ἰσχίον σκληρόν, σκέλη σαρκώδη, περὶ τοῖς σφυροῖς καρτερία, πόδες ἀρθρώδεις, χρῶμα ὀξύτερον, βλέμμα ὑγρὸν γοργόν, οὐ μεγάλοι ὀφθαλμοὶ οὐδὲ πάνυ ἀναπεπετασμένοι οὐ μὴν οὐδὲ μύοντες, ὀφρύες οὐ τεταμέναι, μέτωπον οὔτε [*](Adam. 1. κόμη Porta p. 364, Meursius ad Theocr. id. spicil. L. B. 1597 p. 170 et u καὶ μὴ y 2. κοίλη Meursius l. l. et u κοῖλοι y ὦμοι καρτεροί Meursius l. l. et u μοι, καρτεραὶ y εὐρεῖαι Meursius l. l. et u πλευραὶ y 3. ἰσχίον σκληρόν] cf. Pseudarist. phys. p. 26, 13 num ἰσχία σκληρά 4. τοῖς σφυροῖς] τὰς σφύρας Pa τὰ σφυρὰ Meursius et u καρτερία scripsi cum Meursio et u καρτερά y 6. ἀναπεπετασμένοι] ἀναπετασμένοι M )
410
λεῖον οὔτε τραχύ, φωνὴ ἀπηνεστέρα ἰσχυρὰ μεγάλη, πνεῦμα εὐσταθές. τοιοῦτος μὲν ὁ εὔψυχος καὶ ἰσχυρός.

δὲ δειλὸς τοιοῦτος· τρίχες μαλακαί, τὸ πᾶν σχῆμα ἀνειμένον, τράχηλος μακρός, τὸ χρῶμα μελί- χλωρον, τὸ ὄμμα ταραχῶδες, βλέφαρα ταχυκίνητα, ἆσθμα θορυβῶδες, σκέλη λεπτά, ὀσφὺς μακρά, στέρνα ἀσθενῆ, μακρόχειρ, φωνὴ λιγυρὰ μαλακή.

[*](Adam. 3. ante Ὁ titulus εἶδος δειλοῦ in y 4. ἀνειμένον] ἀνειμένος M μελίχλωρον scripsi μελανόχρουν y μέλαν ἢ ὠχρὸν Schneider μελάνωχρον Rose Anecd. I, 157, 15 5. ταρα- χῶδες] ταραχώδης M 6. μακρά pro μικρὰ Polemo apud Pseuda- rist. phys. p. 28, 6 lepgisse videtur μικρὰ Schneider et Henrycb. )
411

Τὸν δὲ εὐφυῆ τοιοῦτον εἶναι χρή· μεγέθους εὖ ἥκοντα, λευκὸν ὑπέρυθρον ξανθόν, οὐ πάνυ οὖλον οὐδὲ εὐθύτριχα, τὸ πᾶν σῶμα ὄρθιον ὄντα, μέλη με- γάλα, τὰ ἄρθρα ἀπολελυμένα ἀλλήλων, σὰρξ μετρία ἁπαλή, σκέλη καὶ μηροὶ εὐτραφεῖς, σφυρὰ καρτερά, ποδῶν καὶ χειρῶν ἄρθρα γενναῖα, δάκτυλοι ἀπαλοὶ εὐμήκεις διεστῶτες ἀλλήλων, πρόσωπα οὐ πάνυ σαρ- [*](Adam. 1. ante Τὸν titulus εἶδος εὐφυοῦς in y τοιοῦτον scripsi e S τοιόνδε M 2. ἥκοντα] ἔχοντα u 4. μετρία scripsi μετρίως y 6. καὶ om. Pa )

412
κώδη οὐδὲ μὴν λεπτά, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς χαροποί, τὸ ἐν αὐτοῖς ἦθος γεγηθός.

Τὸν δὲ ἀναίσθητον τοιοῦτον εἶναι πρέπει· λευκὸν πάνυ〉ἢ μέλανα πάνυ〉, σαρκώδη, προγάστορα, παχυσκελῆ, τὰ δὲ ἄρθρα μικρὰ συνδεδεμένα, κλεῖδας συμπεφυκυίας, τράχηλον κολοβὸν παχύν, ἄκρα ἀτελῆ, παρειὰς σαρκώδεις, μέτωπον στρογγύλον, βλέμμα κωφὸν ἀχανές.

[*](Adam. 3. ante Τὸν titulus εἶδος ἀναισθήτου in y 4. 〉ἢ μέλανα πάνυ〉 inserui 6. post παχὺν excidisse videtur ἔχοντα )
413

Ἀναίσχυντον δὲ ἄνδρα οὕτω χρὴ πεφυκέναι· ὀφθαλμοὶ ἀνεπτυγμένοι λαμπροί, βλέφαρα ἀναπεπε- τασμένα παχέα, παχύπους, παχύρριν, ἀντίον ὁρῶν, ἄνω τείνων ἑαυτόν, πυρρὸς τὴν χροιάν, τὴν φωνὴν ὀξύς.

δὲ κόσμιος βαρὺ φθέγγεται, βραδὺ βαίνει, τὰ βλέφαρα κινεῖ μέσως, οὔτε συνεχῶς οὔτε διὰ χρόνου, [*](Adam. 1. ante Ἀναίσχυντον titulus εἶδος ἀναισχύντου in y 2. ἀνεπτυγμένοι Schneider ἀνιπτάμενοι y ἀνιστάμενοι Pa ἀναπεπταμένοι Sylb. 3. παχύπους Sylb., Schott, u ταχύ- πους y 4. πυρρὸς] πυρὸς M 6. ante titulus εἶδος κοσμίου βαρὺ scripsi βραχὺ y βραδὺ scripsi βραχὺ y )

414
χαροπὸς οὐ λαμπρόν, ὑγρὸν δὲ ὁρῶν, ἐρυθήματος ὑπό- πλεώς ἐστιν.

Σημεῖα εὐθύμου· μέτωπον σαρκῶδες λεῖον χθαμαλὸν καὶ τὸ πᾶν πρόσωπον σαρκωδέστερον, τὸ εἶδος ὑπνηλόν, ὀφθαλμοὶ ὑγροὶ εὐλαμπεῖς, οὐ δεδορ- κότες, κίνησις σχολαία, φωνὴ ἠπία.

[*](Adam. 1. χαροπὸς scripsi χαροπὸν y cf. phys. lat. § 27 ὑγρὸν δὲ scripsi οὐδὲ ὑγρὸν y 3. ante Σημεῖα titulus Εἶδος εὐθύμου in y Σημεῖα] σημεῖον S 5. οὐ] ὡς Schnei- der peric. crit. p. 141 εὖ u )
415

Πρόσωπον ἀνιαροῦ ἰσχνόν, μέτωπον ῥυσσόν, ὀφρύες ἀπεστραμμέναι, βλέφαρα ἐντεταμένα, κινεῖται δὲ ὥσπερ οἱ ὑπέρινοι.

Ὁ δὲ ἀνδρόγυνος ὑγρὸν βλέπει καὶ ἰταμόν, καὶ δονεῖται τὰ ὄμματα καὶ περιτρέχει, μέτωπον σπᾷ καὶ παρειάς, αἱ ὀφρύες〉οὐ〉 μένουσι κατὰ χώραν, τράχη- [*](Adam. 1. ante Πρόσωπον titulus εἶδος ἀνιαροῦ in y μέ- τωπον ῥυσσόν Pa μέτωπα ῥυσσά y 3. ὑπέρινοι Pa ὑπέρινοιο M ὑπέρρινοι S 4. ante Ὁ titulus εἶδος ἀνδρογύνου in y 6. 〉οὐ〉 inser. Schneider peric. crit. p. 136 μένουσι] οἰδαίνουσι u )

416
λος κέκλιται, ὀσφὺς οὐκ ἀτρεμεῖ, κινεῖται πάντα τὰ μέλη, καὶ ἐπιθρώσκει, ἁλματίας ἐστί, γονύκροτος, χει- ρῶν φοραὶ ὕπτιαι, περιβλέπει ἑαυτόν, φωνὴ λεπτὴ ἐπικλάζουσα λιγυρὰ σχολαία πάνυ.

Πικρὸν δὲ ἄνδρα χρὴ σεσηρέναι, ὕπωχρον εἶναι, [*](Adam. 2. μέλη, καὶ scripsi μέλη καὶ y ἁλματίας] παλματίας? Schneider 3. φωνὴ λεπτὴ ἐπικλάζουσα] φωνεῖ λεπτόν, ἐκκράζει? Schneider 4. λιγυρὰ Ro λιγυρὴ y σχο- λαία] σκολιὰ Schneider peric. crit. p. 137 post πάνυ verba καὶ ἔντρομος πάνυ e Ma et Po inserere dubito 5. ante Πικρὸν titulus εἶδος πικροῦ in y )

417
τραχὺ καὶ ξηρὸν βλέπειν, μέτωπον〉ἔχειν〉 ῥυσσόν, φθέγγεσθαι σφοδρόν, ἀσθμαίνειν, χεῖρας συγκροτεῖν ἢ ἀνατρίβειν πολλάκις, πόδας ἐπιρρήσσειν.

Ὁ δὲ πρᾶος ὧδὲ πέφυκε· καρτερὸς τὸ πᾶν εἶδος, εὔσαρκος σαρκὶ ὑγρᾷ μαλθακῇ, τοῖς μέλεσι σύμμετρος, [*](Adam. 1.〉ἔχειν〉 inserui 2. φθέγγεσθαι σφοδρόν, ἀσθ- μαίνειν] σφοδρὸν φθέγγεσθαι, σφοδρὸν ἀσθμ.? 3. πολλάκις,] πολλάκις καὶ? ἐπιρρήσσειν Ba, Sylb., Vulcan. ἐπιρρύσσειν y ἐπιρράσσειν? Sylb. 4. ante Ὁ titulus εἶδος πράου (πρᾴου S) in y )

418
τὸ βλέμμα εὐσταθές, βραδυκίνητος, σχολαία φωνὴ μα- λακή, τῶν τριχῶν ὁ περίδρομος ἄνω θρώσκων.

Ὁ δὲ εἴρων καὶ παλίμβουλος τὰ ἀμφὶ τοὺς ὀφθαλμοὺς λαγαρὰ ἐχέτω, τὸ βλέμμα ὑπόκομψον, φω- νὴν ὑφειμένην, βαινέτω εὔστροφον καὶ κινείσθω πάντη εὐρύθμως.

[*](Adam. 1. βραδυκίνητος S et Schneider peric. crit p. 139 βραδυκίνητον M φωνὴ] φωνὴ βαρεῖα? 3. ante Ὁ titulus εἶδος εἴρωνος in y καὶ om. Pa παλίμβουλος Ro παλίμ- βολος y )
419

Τὸν δὲ φιλάργυρον ἄνδρα τοιόνδε εἶναι λέγε· μικρομελῆ, μικρόμματον, μικροπρόσωπον, ταχυβάδιστον, ἐγκεκυφότα, ταχύφωνον, ὀξυβόην, τὴν χροιὰν ὑποφοι- νίδδοντα.

Δασὺς ἀνὴρ θριξὶν ἰθυτενέσι μελαίναις, δα- σεῖαν τὴν ὑπήνην ἔχων, κροτάφους δασεῖς, ὄμμα λι- [*](Adam. 1. ante Τὸν titulus εἶδος φιλαργύρου in y 5. ante Δασὺς titulus εἶδος φιλοκύβου in y )

420
παρὸν καὶ στίλβον καὶ ἀμαρύσσον. ὁ τοιοῦτος φιλό- κυβος, φιλορχηστής, φίλοινος.

Γινώσκονται δὲ καὶ μωροπόνηροι ἔχοντες μικτὰ σημεῖα μωρίας καὶ πονηρίας ...... κατὰ τοῦτο οὖν εἰσι μωροπόνηροι, ὥσπερ τῶν θηρίων ὅσα τοῦ αὐτοῦ γένους ὄντα τὰ μὲν ἥμερα, τὰ δὲ ἄγριά ἐστι. τούτων [*](Adam. 1. ἀμαρύσσον] μαρμαρύσσον Ba 2. φίλοινος scripsi φιλόπονος y φιλόκωμος Sylb. φιλόπινος Vulcan. 3. ante Γινώσκονται titulus περὶ ἡμέρου καὶ ἀγρίου in y Γι. νώσκονται scripsi cum u γίνονται y 4. post πονηρίας ex- ciderunt qualia sunt in Ma 10 ἕτεροι δὲ — 11 ἀγριώτεροι πεποίηνται = phys. lat. § 104 in quibusdam autem hominibus signa quidem sunt stultitiae, verum eadem exasperata atque efferata τοῦτο] τοὺτʼ Sylb. num ταὐτὸ? 5. ὅσα] num τὰ? )

421
γὰρ τὰ καθʼ ἕκαστον ἐπισκοπῶν εἴσῃ, ὡς ἔοικε μὲν ἀλλήλοις τὰ εἴδη ἐκατέρων, ὅμως δὲ τὰ μὲν τῶν ἡμέ- ρων ἐστὶν εὐηθικώτερα, τὰ δὲ τῶν ἀγρίων τραχύτερα καὶ σκαιότερα καὶ ταραχωδέστερα ὡς τὸ πολύ. ὅπερ ἂν ἐπισκέψαιο μάλιστα ἐπὶ αἰγῶν ἀγρίων καὶ προ- βάτων καὶ ἵππων καὶ ὄνων καὶ ὅσα τοιαῦτα· ἐοικότα γὰρ τοῖς εἴδεσιν ὅμως τὰ μὲν ἥμερα πραότερα καὶ [*](Adam. 4. ὅπερ Ba et Syyb. ὅθεν y 6. τοιαῦτα· ἐοι- κότα] τοιαῦτα ἐοικότα u 7. 〈πραότερα καὶ λειότερα〉 inser. Sylb. )
422
λειότερα καὶ ἠπιώτερα, τὰ δὲ ἄγρια [καὶ] τραχύτερα καὶ σκληρότερα καὶ σφοδρότερα καὶ ξηρότερα, καὶ τὰ ἤθη οὖν αὐτῶν τοῖς εἴδεσιν ἀκολουθεῖ.

καὶ ἐπὶ ἀνθρώπων τοίνυν οὕτω χρὴ διαιρεῖν. τὸ γὰρ διπλοῦν τοῦτο τῆς ἰδέας καὶ ἐν ἀνθρώποις φαίνεται καθʼ ἕκαστα τῶν σημείων. δίκαιοι γὰρ ἀπὸ τῶν αὐτῶν σημείων γινώσκονται, ἀλλʼ οἱ μὲν ἀγριώτερα τὰ ἤθη ἔχουσιν, [*](Adam. 1. [καὶ] uncis inclusi 2. σκληρότερα scripsi cum u σκαιότερα καὶ ξηρότερα deleverim, ut lectionem variam ad σκαιότερα, etsi legit phys. lat. (sicciora) 5. φαίνεται scripsi φύεται ἕκαστα] ἕκαστον Pa 6. δίκαιοι] δίκαια Ro δίκαιοι γὰρ] δίκαιοι γάρ καὶ ἄδικοι Schott 7 γινώσκονται Sylb. et u γίνονται y ἀγριώτερα τὰ ἤθη u et Schneider ἀγριώτερον ταῦτα V )

423
οἱ δὲ ἡμερώτερα· καὶ σώφρονες ὑμοίως καὶ ἀνδρεῖοι. τὸ δὲ διάφορον τῶν σημείων τραχύτητι καὶ λειότητι καὶ τῷ ὑγρῷ τε καὶ ξηρῷ διαιρετέον. οὕτω δὴ καὶ ἐπὶ ἀδικίας καὶ ἀκολασίας ἔχει. καὶ ἐν τούτοις γὰρ τοῖς σημείοις τοῖς αὐτοῖς οὖσι τὸ ἥμερόν τε καὶ ἄγριον προσπεφυκὸς τὴν μὲν ἀγριωτέραν ἀδικίαν, τὴν δὲ ἠπιω- [*](Adam. 1. ἡμερώτερα Schneider ἡμερώτερον y ἡμερώ- τεροι u 2. τραχύτητι Sylb., Vulcan., u (τραχυτῆτι Ba) ταχυ- τῆτι y post λειότητι exciderunt verba qualia sunt in Ma 8 et Po 14: καὶ σκληρότητι καὶ μαλακίρᾳ καὶ ἀγωνίᾳ καὶ πραότητι 3. ὑγρῷ Ba, Sylp., Vulcan. ἀγρίῳ y δὴ] δὲ? Schneider 4. καὶ ἀκολασίας ἔχει] ἔχει καὶ ἀκολασίας u 6. ἠπιωτέραν δείκνυσι] ἠπιωτέραν δικαιοσύνην δείκνυσι u et Schneider, qui ἀποδείκνυσι scripsit )
424
τέραν δείκνυσι· καὶ ἐν τοῖς ἀνδρογύνοις οἱ μὲν ἄγριοι, ἕτεροι δὲ τιθασσοί εἰσι, καὶ τούτων αὐτῶν οὐκ ἄλλῳ τῳ τὰ σημεῖα ἀλλʼ ἢ μόνοις οἷς εἴρηκα διαιρεῖται.

Ὥσπερ καὶ τοῦ μωροπονήρου τετανόθριξ ἡ κεφαλὴ στενὴ λοξή, ὦτα ὑπερμεγέθη ἐπικεκλασμένα, αὐχὴν καὶ τράχηλος σκληρός, 〈κρόταφοι στρογγύλοι γλαφυροί, μέτωπον στενὸν τραχύ,〉 ὀφθαλμοὶ ξηροὶ [*](Adam. 1. post μὲν excidisse videtur πολλοὶ 2. ἄλλῳ τῳ scripsi ἄλλώ τω M ἄλλῴ τῳ S ἄλλῳ τινὶ Pa 4. ante Ὥσπερ titulus εἶδος μωροπονήρου in y μωροπονήρου τετα- νόθριξ ἡ κεφαλὴ] μωροπονήρου εἶδος· τετανόθριξ, ἡ κεφαλὴ? 5. ὑπερμεγέθη scripsi ex y ἅμα μεγέθει Pa 6. σκληρός scripsi coll. phys. lat. § 105 cervice dura στρογγύλος y, sed fortasse αὐχὴν τραχὺς scribendum cf. p. 368, 5 sq. 〈κρό- ταφοι — 7 τραχύ,〉 inserui e Po et phys. lat. l. l. )

425
σκότιοι μικροὶ κοῖλοι ὑπορρέοντες ἀτενεῖς, παρειαὶ στεναὶ ἐπιμήκεις, γένειον μακρόν, στόμα ἄθυρον περί- μηκες ἄκλειστον, ὡς διεσχισμένα τὰ πρόσωπα φαί- νεσθαι, κυρτός, προγάστωρ, παχυσκελής, ποδῶν καὶ χειρῶν ἄρθρα 〈περιμήκη〉 παχέα καὶ σκληρά, ὑπό- χλωρος, κυλοιδιῶν ὥσπερ ἐξ ὕπνου καὶ κραιπάλης, φωνὴ βληχώδης μικρὰ θρασεῖα.