περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

χάραξ θηλυκῶς μὲν ἐπὶ τῶν τῇ ἀμπέλῳ παραδεσμουμένων· ἀρσενικῶς δέ ἐπὶ τῶν ἐν τοῖς πολέμοις περιπηγνυμένων, ἀφʼ ὧν λέγουσι ‘χαρακώσαντες’ ἀντὶ τοῦ περιφράξαντες καὶ ‘χαρακώματα’ τὰ περιφράγματα.

χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ | καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν γάρ ἐστι πρόσφατος [*](146 Va.)

132
ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δέ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης.

χειμάζειν οὐ μόνον τὸ παραχειμάζειν ἀλλὰ καὶ τὸ ἐνοχλεῖν, ὡς Μένανδρος (fr. 184 Koerte2) ἐν Ἡνιόχῳ.

χλαῖναν καὶ χλανίδα διαφέρειν φησὶ Τρύφων (fr. 106 Vels.) ἐν τῷ πέμπτῳ Περὶ Ἑλληνισμοῦ καὶ παρατίθεται Ξενοφῶντα. χλαίνας μέν γάρ φησι λέγεσθαι ἐπὶ τῶν ἐγκοιμήτρων καὶ παχέων, διὸ καὶ Ὅμηρον φάναι (ψ 179 sq.)

  • ‘ἐνθάδε τʼ ἐκθεῖσαι πυκινὸν λέχος ἐμβάλετ’ εὐνήν,
  • δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόενταʼ.
  • [*](147 Va.) | χλανίδα δέ τὰς φορουμένας καὶ μαλακωτέρας. — ἀντιπίπτει τῷ παρατηρήματι (δ 115. 154)
  • ‘χλαῖναν πορφυρέην ἄντʼ ὀφθαλμοῖσιν ἐπισχών.’
  • μήποτε οὗν ἄμεινον λέγειν τὰς μέν χλαίνας ἐπὶ τῶν ἐγκοιμήτρων
    133
    καὶ τῶν φορουμένων, χλανίδας δέ ἐπὶ μόνων τῶν φορουμένων — οὐκέτι δʼ ἐπὶ τῶν ἐγκοιμήτρων.

    χλαμὺς καὶ χλαῖνα διαφέρουσι, καθὼς διὰ πολλῶν ἀπέδειξε Δίδυμος (p. 180 Schmidt) ἐν Ὑπομνήματι δευτέρῳ Ἰλιάδος. ἡ μὲν γὰρ χλαῖνα ἡρωϊκὸν φόρημα· χλαμὺς δέ Μακεδονικόν, μετὰ ἑξακόσια ἔτη τῶν ἡρωϊκῶν ὀνομασθεῖσα· Σαπφώ (cf. fr. 54 L. -P.) αὕτη γὰρ μέμνηται τῆς χλαμύδος. διαφέρειν φησὶ καὶ τῷ σχήματι· ἡ μέν γὰρ χλαῖνα τετράγωνον, φησίν, ἱμάτιον, ἡ δὲ χλαμὺς εἰς τέλειον περὶ τὰ κάτω συνῆκται. καὶ τοὺς χρησαμένους πολὺ ἀπʼ ἀλλήλων διεστάναι. προσάγεται Ἀρι|στοτέλην (fr. 500 Rose), Φύλαρχον [*](148 Va.) (FGHist 81 F 62), Πολέμωνα (fr. 99 Preller), ὅτι παραπολὺ διαφέρουσι.

    χιτώνιον καὶ χιτωνίσκος διαφέρει. χιτωνίσκος μέν γὰρ ὁ τοῦ ἀνδρὸς καὶ χιτών· χιτώνιον δὲ τὸ τῆς γυναικὸς ἔνδυμα??, ἔστι δέ τοῦτο λεπτόν??.

    134

    Χόας συνεσταλμένως τὴν ἑορτήν, ??καὶ παροξυτόνως??· Ἀριστοφάνης Ἀχαρνεῦσιν (1000)·

  • ‘ἀκούετε λεώς, κατὰ τὰ πάτρια τούς χόας’.
  • χοᾶς δέ περισπωμένως ἐπὶ τῶν μέτρων τοῦ οἴνου, ??καὶ ἐν ἐκτάσει??.

    χορήγιον καὶ χορ{ηγ}ὸς διαφέρει. χορήγιον μὲν τὸ διδασκαλεῖον — καὶ χορηγὸς ὁ διδάσκαλος —, χορὸς δέ τὸ σύστημα τῶν παίδων καὶ τῶν ᾀδόντων.

    χολάδες καὶ χόλικες διαφέρει. χολάδες μέν γὰρ τὰ ἔντερα·

  • ‘χύντο χαμαὶ χολάδες’ (Δ 526 181).
  • χόλικες δʼ αἱ τῶν βοῶν κοιλίαι Ἀριστοφάνης Βαβυλωνίοις (II p. 982 M. ═ fr. 82 K.)· [*](149 Va.)
  • ‘ἢ βοι{α}δαρίων τις ἀπέκτεινε ζεῦγος, χολίκων ἐπιθυμῶν’.
  • χρήστας καὶ τούς δανειστὰς λεκτέον καὶ τοὺς χρεωφειλέτας.

    χρηστήριον ὁ τόπος καὶ ὁ χρησμὸς καὶ τὸ ἱερόν.

    χύτραι καὶ χυτρεῖα διαφέρει. χύτραι μέν γὰρ καὶ αὐτὰ τὰ σκεύη καὶ τὰ χυτροπωλεῖα, χυτρεῖα δέ τὰ τῶν χυτρῶν ὄστρακα.