περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

βρύκειν καὶ βρύχειν διαφέρει. βρύκειν μὲν γὰρ διὰ τοῦ τὸ πρίειν τοῖς ὀδοῦσι, βρύχειν δὲ διὰ τοῦ χ ἐπὶ τοῦ λέοντος τὸ βρύχεσθαι.

βωμὸς καὶ ἑστία καὶ ἐσχάρα καὶ μέγαρον διαφέρει, καθὰ καὶ Ἀμμώνιος ὁ Λαμπριεὺς (EGHist 361 F 1a) ἐν πρώτῳ Περὶ θυσιῶν· ‘βωμοὶ μὲν γὰρ οἱ τὰς προσβάσεις ἔχοντες, ἐσχάρα δʼ ἡ πρὸς βιωτικὴν γινομένη ⌞χρῆσιν⌟ ἐπὶ τῆς ⌞γῆςμ⌟· τὰ δὲ πολυ ⌞τελῆ⌟ ἑστία⌞ι⌟· τὸ δὲ μέγαρον περιοικοδομημένη ἑστία, ἔνθα τὰ μυστικὰ τῆς Δήμητρος’. παρὰ

28
[*](33 Va.) δʼ Ὁμήρῳ ἡ ἐσχάρα ἡ | αὐτὴ καὶ ἑστία καλεῖται, ὁ δὲ βωμὸς καὶ τὴν βάσιν σημαίνει (η 100)
  • ‘χρύσειοι δʼ ἄρα κοῦροι ἐυδμήτων ἐπὶ βωμῶν’,
  • ἀντὶ τοῦ ἐπὶ βάσεων· καὶ ἡ ἑστία σημαίνει καὶ τὸν οἶκον (ξ 159 ρ 156 τ 304 υ 231)
  • ‘ἑατίη δʼ Ὀδυσσῆος ἀμύμονος’,
  • καὶ ἀνέστιος ὁ ἄοικος. παῤ Ἡσιόδῳ (theog. 454) καὶ ἡ σωματοειδὴς θεὸς Ἑστία ἐστίν, ἣν καὶ
  • ‘Δήμητρα{ν} καὶ Ἥρην χρυσοπέδιλον’.
  • [*](34 Va.) ἰδίως δὲ Νεάνθης ὁ Κυζικηνὸς (FGHist. 84 F 7) ἐν τρίτῳ τῶν Κατὰ πόλιν βωμούς θεῶν φησιν, ἐσχάρας δʼ ἡρώων. παρὰ δʼ Εὐριπίδῃ (fr. 628 N.²) ἐσχάρα ἀντὶ τοῦ βωμοῦ κεῖται ἐν Πλεισθένει
  • ‘μηλοσφάγετον δαιμόνων ἐπʼ ἐσχάραις’.
  • καὶ Σοφοκλῆς (fr. 662 N.²) ἐν Χρύσῃ.