περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δʼ ἐθνέων’, καὶ προβὰς (1, 26, 1) ‘τελευτήσαντος δʼ Ἀλυάτ τεω διεδέξατο τὴν βασιλείην’, καὶ Ἀριστοφάνης (II p. 1098 M. ═ fr. 357 K.) ἐν Λημνίαις·

  • ‘ἐνταῦθ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ
  • Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖνʼ.
  • ἔσθ᾿ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις (lI p. 474 M. ═ fr. 123 K.) ἐπὶ τοῦ Πεισιστράτου.

    τήθη μέν ἐστιν ἡ μάμμη, ἐπιτήθη δὲ ἡ προμάμμη, τιθὶς δὲ ἡ θεία, τιτθὴ δέ ἡ τροφός.