περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

ῥάφανον καὶ ῥαφανὶς διαφέρει. ῥάφανον μέν γὰρ Ἀττικοὶ λέγουσι τὴν παῤ ἡμῖν κράμβην, ῥαφανίδα δέ τὴν παῤ ἡμῖν ῥάπανον.

110

ῥέφανον καὶ ῥάφανον διαφέρειν--- παρʼ Ἴωσι καὶ Ἀττικοῖς. ἑέφανον εἶναι ἣν καὶ ἡμεῖς φαμεν, ῥάφανον δέ τὴν κράμβην.

ῥεῖθρον ῥρεύματος διαφέρει. ῥεῖθρον μέν γάρ ἐστιν ὁ τόπος διʼ οὗ φέρεται τὸ ῥεῦμα, ῥεῦμα δέ αὐτὸ τὸ ὕδωρ.

ῥᾴδιον μὲν τὸ εὐοδοῦν, τὸ ῥᾷστα τῇ ὀδῷ ἐπι†μ†ελούμενον· εὐχερές δέ τὸ ταῖν χεροῖν ταχέως ἐπιτελεσθέν εὐπετές δέ τὸ συμπεσὸν εἰς εὐμάρειαν.

[*](123 Va.)

ῥὶς καὶ ῥύγχος διαφέρει. ῥίς μέν γὰρ λέγεται ἐπὶ ἀνθρώπου, ῥύγχος δέ ἐπὶ ἀλόγου ζῴου.

ῥὶς καὶ μυκτὴρ διαφέρει. ῥίς μὲν γὰρ λέγεται ἡ ἀπὸ τοῦ μεσοφρύου καταγωγὴ μέχρι τοῦ χείλους, μυκτῆρες δέ αἱ τῶν ῥινῶν κατατρήσεις διʼ ὧν ἔξεισι τὸ ὑγρὸν ἀπομυσσομένων.

ῥοιὰ μέν μετὰ τοῦ ῑ τὸ δένδρον, ῥόα δέ ὁ καρπός.

111

ῥόδον καὶ ῥοδωνιὰ καὶ ῥοδῆ διαφέρει. ῥόδον μὲν γὰρ τὸ ἄνθος, ῥοδωνιὰ δέ ὁ τόπος, ῥοδῆ δὲ τὸ φυτόν. Ἀρχίλοχος (fr. 25, 1—2 D.3)·

  • ‘ἔχουσα θαλλὸν μυρσίνης ἐτέρπετο
  • ῥοδῆς τε καλὸν ἄνθος.’
  • ῥύεσθαι καὶ ἑρ{ρ}ύεσθαι διαφέρει. Ἀριστόξενος (fr. 113 Wehrli) ἐν τῷ πρώτῳ Τραγῳδοποιῶν περὶ νεωτέρων οὕτω φησὶ κατὰ λέξιν ‘ῥύεσθαι καὶ ἐρ{ρ}ύεσθαι διαφορὰν ἔχει πρὸς ἄλληλα. τὸ μὲν γὰρ ῥύεσθαί ἐστιν ἐκ θανάτου ἕλκειν, τὸ δʼ ἐρ{ρ}ύεσθαι φυλάσσειν᾿ .

    ῥύγχος καὶ ὄψις διαφέρει. ῥύγχος μέν γὰρ ἐπὶ τῶν τετραπόδων πτηνῶν, ὄψις δέ καὶ πρόσωπον ἐπὶ τῶν ἀνθρώπων.