περὶ ὁμοίων καὶ διαφόρων λέξεων

Ammonius Grammaticus

Ammonius Grammaticus. Ammonii Qui Dicitur Liber De Adfinium Vocabulorum Differentia. Nickau, Klaus, editor. Leipzig: Teubner, 1966.

πηδάλιον καὶ πλήθριον διαφέρει. πηδάλιον μέν γὰρ νεώς, πλήθριον δέ σχεδίας.

πῆ καὶ ποῖ καὶ ποῦ διαφέρει. τὸ μέν γὰρ πῆ καὶ ποῖ εἰς | τόπον, οἷον [*](113 Va.)

  • ‘πῆ ἔβη Ἀνδρομάχη΄’ (Z 377).
  • τὸ δὲ ποῦ ἐν τόπῳ, οἷον·
  • ‘ποῦ νῦν δεῦρο κιὼν λίπες Ἕκτορα;’ (K 406).
  • ὥσθ᾿ ἁμαρτάνουσιν οἱ λέγοντες ‘ ποῦ ἀπέρχῃ;’ δέον ‘πῆ ἀπέρχῃ;’.

    πλεῖν τοῦ ἀποπλεῖν καὶ παραπλεῖν καὶ περιπλεῖ διαφέρει. πλεῖν μὲν γάρ ἐστι τὸ κατ᾿ εὐθὺ πλέειν ἀποπλεῖν

    102
    δὲ τὸ ἐκ τόπου τινὸς ἀπαίρειν· παραπλεῖν δέ τὸ τόπον τινὰ πλοίου διέρχεσθαι· περιπλεῖν δέ τὸ ἐπὶ σκάφους ἀναστρέφεσθαι περὶ τὸν αὐτὸν τόπον.

    πλούσιος εὐπόρου, ἀφνειοῦ, ὀλβίου καὶ εὐτυχοῦς διαφέρει. πλούσιος μέν γὰρ ὁ πολυούσιος ὁ πολλὴν ἔχων οὐσίαν εὔπορος δὲ ὁ πρὸς τὰς ἐπιβαλλούσας χρείας ἀνενδεής· ἀφνειὸς δὲ ὁ ἀπʼ ἐνιαυτοῦ τὴν τροφὴν συλλέγων — [*](114 Va.) ἔνος γὰρ ὁ ἐνιαυτός ὄλβιος δʼ ὁ τε | λείαν τὴν εὐδαιμονίαν ἔχων, οἷον ὁλόβιος εὐτυχὴς δʼ ὁ ζῶν ἡδέως καὶ ἀλύπως.

    πλῆμαι καὶ πλῆμναι διαφέρει. πλῆμαι μέν γὰρ αἱ πλημμυρίδες τῶν ποταμῶν, πλῆμναι δέ αἱ τῶν τροχῶν σύριγγες.

    πλῆθος καὶ ὄχλος διαφέρει. πλῆθος μέν γάρ ἐστι σύστημά τινων, ὄχλος δέ κυρίως ἡ ὄχλησις.

    πλοῦτος καὶ εὐπορία διαφέρει. οἱ μέν γὰρ πλούσιοι οὐ πάντως εὐποροῦνται, ἀλλ᾿  ἔκ τινος περιστάσεως καὶ ἀποροῦνταί

    103
    ποτε χρημάτων ἄλλου τινός. οἱ δὲ εὔποροι, κἂν μὴ πλουτῶσιν, ὧν δέονται ἔχουσιν. τινές δὲ εὐπορίαν μὲν τὸν μέτριον πλοῦτον ἡγοῦνται, πλοῦτον δέ τὴν μεγάλην εὐπορίαν.

    πολεμικὸς καὶ αἰχμητὴς διαφέρει. πολεμικὸς μέν γάρ ἐστιν ὁ ἐμπείρως πολεμῶν, αἰχμητὴς δέ ὁ ἐμπείρως τοῖς κατὰ πόλεμον ὅπλοις χρώμενος.

    πόμα καὶ πῶμα διχῶς λέγουσι τὸ ἁπλοῦν· | ἐν δὲ [*](115 Va.) συνθέτοις μόνον διὰ τοῦ ω μεγάλου, οἷον γαλακτοπωτεῖν καὶ ὑδροπωτεῖν.

    πομπή καὶ πομπεία διαφέρουσιν. πομπὴ μέν γὰρ ἣν τοῖς θεοῖς πέμπουσιν, πομπεία δὲ ἡ λοιδορία. Δημοσθένης (or. 18, 11) ‘ τῆς δέ πομπείας ταύτης ὕστερον’.

    παρρης καὶ παρουσία διαφέρει. παρρησία μέν γὰρ ἡ διὰ λόγων πρός τινα οἰκείωσις, παρουσία δὲ ἡ ἐπέλευσις.

    πολίτης καὶ πατριώτης διαφέρει. πολίτης μέν γάρ ἐστιν ὁ ἐκ τῆς αὐτῆς πόλεως, ἐλεύθερος ἐλευθέρῳ, πατριώτης δέ ὁ ἐκ τῆς αὐτῆς χώρας, δοῦλος δούλῳ. ἡ γὰρ πατρὶς καὶ ἐπὶ τῆς χώρας τάττεται, ὡς τὸ

    104
  • ‘τοῖσι δʼ ἄφαρ πόλεμος γλυκίων γένετ’ ἠέ νέεσθαι
  • --- φίλην ἐς πατρίδα γαῖαν᾿ (B 453 sq.).
  • οὐ γὰρ πάντες ἐκ μιᾶς ἦσαν πατρίδος, ἀλλ᾿ ἐκ μιᾶς χώρας.

    πόλις καὶ ἄστυ διαφέρει. πόλις μέν γὰρ καὶ ὁ τόπος καὶ οἱ κατοικοῦντες, ἤγουν τὸ συναμφότερον. ἄστυ δὲ μόνον [*](116 Va.) ὁ τόπος. | (P 144)·

  • ‘ φράζεο νῦν ὅπως καὶ πόλιν καὶ ἄστυ σαώσῃς’.
  • ποιεῖν τοῦ περιποιεῖν διαφέρει. ποιεῖν μέν γάρ ἐστι τὸ κατασκευάζειν τι, περιποιεῖν δὲ τὸ περικτᾶσθαι ἢ κοσμεῖν.

    πόνηρον βαρυτονούμενον, ὡς σόλοικον, καὶ πονηρὸν ὀξυτονούμενον, ὡς κυδοιμόν, φασὶ διαφέρειν παρὰ τοῖς Ἀττικοῖς· ὁμοίως μόχθηρον καὶ μοχθηρόν. πονηρὸς μέν γάρ, φασίν, ὀξυτόνως ὁ κακοήθης, πόνηρος δέ ὁ ἐπίπονος.— ‘ἀτόπως’' φησὶ Τρύφων (fr. 15 Vels.) ‘καὶ 〈γὰρ〉 τὰ φαῦλα μόχθηρα λέγομεν. κατὰ δʼ ὀξύτητα’, φησί, ‘καὶ ἐπ᾿ ἐμψύχων

    105
    καὶ ἀψύχων· μοχθερᾶς γέ τοι τέχνης τὸ δημιούργημά φαμεν εἶναι. εἰ δὴ τὰ τοῦ τύπου κεκοινώνηκεν, ἄμφω ὀφείλει καὶ τῶν αὐτῶν τόνων μετέχειν, ὅτι ὀξυτονεῖν ἀπαιτεῖ ὁ λόγος βία ἀνάγκης. πᾶν γὰρ παρώνυμον εἰς ρος λῆγον παρασχηματιζόμενον [*](117 Va.) τοῖς γένεσιν ὀξυτονεῖται, οἷον κάματος καματηρός, ὄλισθος ὀλισθηρός, μέλι μελιτηρός, τόλμα τολμηρός, νόσος νοσηρός. εἰ δὴ πόνος καὶ μόχθος τὰ πρωτότυπα, πονηρὸς καὶ μοχθηρὸς ῥητέον ὀξυτόνως. εἰ δέ οἱ Ἀττικοὶ βαρυτονοῦσιν, οὐ θαυμαστόν ἐστι· χαίρουσι γὰρ τῇ βαρύτητι. ἄδελφε γοῦν λέγουσι τὴν πρώτην ὀξυτονοῦντες ὡς ἄπελθε᾿, φησὶν ὁ Τρύφων παρατιθέμενος Φιλήμονα τὸν ἀγξωνέα, ‘ὡς Θεττάλην ὡς Μυρτάλην καὶ χάριεν, τὴν πρώτην συλλαβὴν ὀξυτονοῦντες. ὥστε οὐκ εἰς διαστολήν’, φησίν, ‘τοῦ σημαινομένου εὗρον τὴν βαρύτητα, ἀλλ’ ὡς ἔθος ἐκπληροῦντες οὕτω προηνέγκαντο.’

    ποῦ καὶ ποῖ παρὰ σοῖς Δωριεῦσι τὴν εἰς τόπον 118 Va. σημασίαν δηλοῖ, πῆ δέ τὴν ἐπὶ τόπῳ, πῶ δέ τὴν ἐκ τόπου.

    πονεῖν καὶ ἀλγεῖν διαφέρει. πονεῖν μέν γάρ ἐστι τὸ ἐνεργεῖν, ἀλγεῖν δέ τὸ ὀδυνάσθαι.

    πότος βαρυτόνως καὶ ποτὸς ὀξυτόνως διαφέρει. πότος μὲν γάρ ἐστι βαρυτόνως τὸ συμπόσιον, ὡς Μένανδρος (fr. 659 Koerte2)

  • ‘πότοι συνεχεῖς κύβοι’.
  • 106
    ὀξυτόνως δέ ποτὸς αὐτὸ τὸ ἔκπομα, ὡς Δημοσθένης (cf. or. 25, 61) ἐν τῷ Κατὰ Ἀνδροτίωνος· ‘βρωτοῦ καὶ ποτοῦ μεταλαβεῖν’.

    πολύτιμος καὶ πολυτίμητος διαφέρει. πολύτιμος μέν γάρ ἐστιν ὁ πολλῆς τιμῆς ἠγορασμένος ἄνθρωπος· πολυτίμητος δέ ὁ πολλῆς τιμῆς ἄξιος, ὡς τούς θεούς πολυτιμήτους λέγομεν.

    πρεσ βεύεσθαι καὶ πρεσβεύειν διαφέρει. πρεσβεύεσθαι μέν γὰρ τὸ πέμπειν πρέσβεις, πρεσβεύεινμ δέ τὸ πέμπρεσβευτὴν πειν οἱ Ἀττικοὶ λέγουσιν.