De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

δεῖ δὲ καὶ τὴν δίαιταν ἐϲτοχάϲθαι τῆϲ πρὸϲ τὸν ἰὸν ἐναντιώϲεωϲ, 1 ἵνα ὁμοῦ μὲν ἀμβλύνῃ καὶ ϲβεννύῃ τὴν δύναμιν αὐτοῦ, ὁμοῦ δὲ κωλύῃ τὴν εἰϲ τὸ βάθοϲ φοράν· καταλαμβανόμενα γὰρ ἀντιπίπτει ἤδη τῇ παρειϲδύϲει τῆϲ φθοροποιοῦ δυνάμεωϲ.

δύναται δὲ τούτων 2 ἑκάτερον παρέχειν οἴνου ἀκράτου ἢ ζωροτέρου πόϲιϲ | καὶ γλυκέοϲ καὶ γάλακτοϲ· ὁρμὴν γὰρ ταῦτα πάντα ὀξεῖαν λαμβάνοντα πρὸϲ τὴν ἐπιφάνειαν ἀνθίϲταται τῷ ἰῷ καὶ πᾶϲαν αὐτοῦ τὴν δριμύτητα ἐκλύει·

ὡϲαύτωϲ δὲ καὶ ϲκορόδων καὶ κρομμύων καὶ πράϲων ἐδωδή· 3 καὶ ταῦτα δὲ καὶ τὸ ὅλον τὰ δυϲμετάβλητα καὶ δυϲεξίτηλα — παραμενουϲιν γὰρ αὐτῶν αἱ ποιότητεϲ ἐπὶ πλείουϲ ἡμέραϲ — οὐ κατανικᾶται οὐδὲ τρέπεται ὑπὸ τῆϲ φθοροποιοῦ δυνάμεωϲ, ἐκ δὲ τῶν ἔναντίων κρατεῖν αὐτῆϲ πέφυκεν.

εἰϲ τοῦτο δὲ καὶ τῶν ἀντιδότων ἐϲτὶ 4 χρεία, καθάπερ τῆϲ θηριακῆϲ καὶ τῆϲ Εὐπατορίου λεγομένηϲ καὶ τῆϲ Μιθριδατείου καὶ πάϲηϲ ἄλληϲ, ἥτιϲ ἐκ πλειόνων ἀρωμάτων εἴληφεν τὴν ϲύϲταϲιν· δυϲμετάβλητα γὰρ φύϲει πάντα τὰ ἀρώματα καὶ ταῖϲ δυνάμεϲι καὶ ταῖϲ οὐϲίαιϲ, διόπερ κρατεῖ τῶν ἐν τοῖϲ ϲώμαϲιν ἰῶν. τοιοῦτοϲ μὲν καὶ ὁ τῆϲ διαίτηϲ τρόποϲ.

[*](1 SIM. Aet. VI 24 (107v 12).)[*](13 EXC. Ps. D. 3 (63 sq.); Paul. Aeg. V 3 (162. 48).)[*](1 κρόμμυα scrpsi: κρόμμυα vel κρόμυα P 3 μὲν om. D, fort. recte γὰρ] μὲν γὰρ D ἀπὸ τῆϲ ἐμβροχῆϲ D 5 νηϲτείαϲ D: ἡϲτίαϲ P 14 ἐϲτοχάϲθαι. D: ϲτοχάϲθαι P 15 δὲ D: τε P 16 κωλύῃ D: κωλὺων P 17 ἡδεῖ P: corr. Diels τῇ] τι P: correxi φθοροποιουοῦ (sic) P 18 οἴνου (spat. 2—3 litt. relieto) τοῦ P: correxi coll. D ἢ om. 19 καὶ ex D addidi λακτοϲ P, γα add. m. post. ὄξει ἀναλαμβάνονται P: correxi 22 καὶ ταῦτα γὰρ (καὶ. F) τὸ ὅλον δυϲμετάβλητα D 〈πάντα〉 τὰ coni. Diele 25 πέφυκεν εἰϲ τοῦτο D: πέφοικεν εἰϲτοῦϲτο P 27 Μιθριδατείου D: μιθριδατίου P 29 διὸ περι- κρατεῖται τοῖϲ ϲώμαϲι D ἰῶν addidi: τῶν 〈ἰῶν τῶν〉 ἐν τοῖϲ ϲώμαϲι mavult Oiels 30 μὲν οὔν D (ed. Spr., om. codd.))
8
[*](4 5)

περὶ τῶν ἐν προλήψει γεγονότων ὑδροφόβων ἀπὸ λυϲϲοδήκτων.

6 δεῖ δὲ γινώϲκειν ὅτι ἡ τοῦ ὑδροφοβικοῦ πάθουϲ ἐγκατάϲκηψιϲ οὐ μίαν οὐδὲ ὡριϲμένην ἔχει προθεϲμίαν· ὡϲ ἐπὶ τὸ πλεῖϲτον γὰρ περὶ τὴν τεϲϲαρακοϲτὴν ἡμέραν εἴωθεν τοῖϲ ἀμεληθεῖϲιν ἐμπίπτειν, ἤδη δὲ καὶ δι’ ἓξ μηνῶν ἐνίοιϲ ἀπήντηϲεν καὶ δι’ ἐνιαυτοῦ· καὶ ταῦτα καὶ ἡμῖν ἑώραται. ἱϲτοροῦϲι δέ τινεϲ μετὰ ἑπταετίαν ἐνίουϲ ἁλῶναι τῷ πάθει.

7 κατὰ μὲν οὖν τὰϲ ἀρχὰϲ τῶν λυϲϲοδήκτων ἡ θεραπεία δεδήλωται. ἐὰν δὲ δι’ οἱαϲδηποτοῦν αἰτίαϲ ἐν ταῖϲ πρώταιϲ ἡμέραιϲ μὴ παραληφθῇ τὰ προειρημένα βοηθήματα, τὸ μὲν περιϲαρκίζειν | τε καὶ καίειν παραλειπτέον· μάταιον γὰρ ἱκανῶϲ τὸ παρεληλυθὸϲ εἰϲ τὸ βάθοϲ μετάγειν πειρᾶϲθαι· οὐδεμία γὰρ ὄνηϲιϲ τῆϲ ἐπιβολῆϲ, ἀλλὰ διακενῆϲ τὰ ϲώματα ταῖϲ ὀδύναιϲ ὑποβληθήϲεται.

8 τρόποϲ δὲ ἕτεροϲ τῆϲ θεραπείαϲ εἰϲαγέϲθω, ὥϲτε κάθαρϲιν καὶ μεταϲύγκριϲιν ἐργάϲαϲθαι τοῖϲ ϲώμαϲιν· ϲυμμεταποιήϲει γὰρ τὴν ἕξιν κενοῦϲα.

9 διδόϲθω δὲ ἡ διὰ τῆϲ κολοκυνθίδοϲ ἱερά, καὶ τὸ γάλα δὲ τὸ ϲχιϲτόν, ὁμοῦ μὲν κάθαρϲιν καὶ ἐπίκραϲιν παρέχειν δυνάμενον, αἵ τε δριμυφαγίαι καὶ ἡ τοῦ ἀκράτου πόϲιϲ παραλαμβανέϲθωϲαν καθ᾿ ἡμέραν, ἀμβλύνειν δυνάμενα τὸν ἰόν, καὶ πρὸϲ τούτοιϲ ἱδρωτοποιία καὶ πρὸ τροφῆϲ καὶ μετὰ τροφήν, δρωπακιϲμοί τε καὶ ϲιναπιϲμοὶ κατὰ μέροϲ ἐφ᾿ ὅλου τοῦ ϲώματοϲ.

10 πάντων δὲ ἀνυϲιμώτατοϲ ἐπ᾿ αὐτῶν ὁ ἐλλέβορόϲ μοι ἐγνώϲθη, καὶ χρηϲτέον τεθαρρηκότωϲ τῷ βοηθήματι, καὶ οὐχ ἅπαξ οὐδὲ δὶϲ ἀλλὰ καὶ πλεονάκιϲ πρὸ τῆϲ τεϲϲαρακοϲτῆϲ ἡμέραϲ καὶ μετὰ ταύτην.

11 τοϲαύτην δὲ ἰϲχὺν προϲφέρεται τὸ βοήθημα τοῦτο, ὥϲτε καὶ τῶν ἤδη ϲυνῃϲθημένων τοῦ ὑδροφόβα περιϲωθῆναί τιναϲ, λαβόνταϲ τὸν ἐλλέβορον εὐθὺϲ ἐν τῷ πρώτῳ τῶ καταπειραϲμῷ τοῦ ϲυμπτώματοϲ· τοὺϲ γὰρ ἤδη κατεϲχημένουϲ οὔτε οὗτοϲ οὔτε ἄλλο τι περιποιῆϲαι δύναται.

12 πρὸϲ ὑδροφόβαϲ τὸ διὰ πυτίαϲ. πυτίαϲ λαγωοῦ, Λημνίαϲ ϲφραγῖδοϲ, ἀρκευθίδων, γεντιανῆϲ ἀνὰ ⩹ δ, δαφνίδων, ϲμύρνηϲ ἂνὰ ⩹ η ἀναλάμβανε μέλιτι.

13 ἡ δόϲιϲ κυάμου Αἰγυπτίου τὸ μέγεθοϲ. ἄλλο· ἐξέραμα κυνὸϲ ἄραϲ ξήρανον καὶ λεάναϲ θὲϲ ἐν πυξίδι καὶ χρῶ ὡϲ καλλίϲτῳ πρὸϲ λυϲϲοδήκτουϲ θαρρῶν. ἐκ τοῦ οδ Θεοδώρου· τοῖϲ δεδηγμένοιϲ ὑπὸ κυνὸϲ λελυϲϲηκότοϲ περίαπτε χαμελαίαϲ ῥίζαν· ὡϲ [*](1 EXC. Ps. D. l. s. 3 (64 sq.); Paul. Aeg. V 3 (162,16).) [*](1 SIM. Cael. Aur. a. m. III 9, 100.) [*](9 EXC. Ps. D. 3 (62); Paul Aeg. V 3 (162, 51).) [*](4 μ P 8 ἐν addidi e D 10 παραλειπτέον D: παραληπτέον P 14 κινοῦϲα D 15 ϲχιϲτόν D: ϲχιϲτηϲ P 16 μὲν om. D αἱ τε] ἅπερ P: correxi e D 17 — 18 δυνάμεναι D, fort. recte ναδρωτοποιἴα (sic) P: correxi 22 πλονάκιϲ P: μ P 23 — 24 δυνηθιϲμένων τῶ ὑδροφόβα P: corr. Diele e D 25 ἐθὐϲ P: correxi τῷ (alt.) e D delivi 26 κατῆϲχηιιένουϲ P: correxi 27 ὑδροφόβαϲ P: ὑδροφόβαν mavult Krumb. 30 ἐξάραμα P: corr. Diels 31 fort. ἐκ δὲ 32 δὲ δηγμένοιϲ P)

9
θαυμαϲτῷ χρῶ.

ἄλλο πρὸϲ λυϲϲοδήκτουϲ ὥϲτε μὴ ἐμπεϲεῖν εἰϲ [*](4 14) τὸ ὑδροφοβικὸν πάθοϲ· ἀφρὸϲ ὁ δηχθεὶϲ τὴν ἰδίαν ϲκιὰν θεωρῶν, ὡϲ ἔθοϲ ἐπὶ ὑγιαινόντων, οὐ μὴ ληφθῇ τῷ πάθει. πρόγνωϲιϲ τοῦ πάϲχοντοϲ, εἰ ζήϲεται. ποίηϲον αὐτὸν ἀτενίϲαι εἰϲ κάτοπτρον, καὶ ἐὰν ἑαυτὸν ἐπιγνῷ, ζήϲεται· ἐὰν δὲ μή, οὔ· τοῦτο ἀπαράβατον.

ἐκ δὲ τοῦ 15 ξγ Θεοδώρου κυνοδηκτικὴ Κράτητοϲ, δι᾿ ἧϲ δοκιμαϲίαϲ ἐν τῇ θεραπείᾳ εὑρίϲκεται ὁ ἰὸϲ ἐν τῷ οὔρῳ τοῦ δηχθέντοϲ· ἰοῦ ξυϲτοῦ, ἁλὸϲ ἀνὰ ?? δ, ϲτέατοϲ μοϲχείου ?? ιβ καθ᾿ ἓν καὶ ὁμόϲε τρίψαϲ χρῶ, ἐμπάϲϲων εἰϲ ϲπληνίον. φύλαϲϲε δὲ τοῦ κάμνοντοϲ τὸ οὐρὸν ἐν ὑαλίνῳ ἀγγείῳ καὶ εὑρήϲειϲ ἐν αὐτῷ τὴν πεῖραν τοῦ φαρμάκου.