De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 τὸ ζῷον τοῦτο οὐκ ἔϲτιν μὲν ἰοβόλον, ἀλκῇ δὲ καὶ δυνάμει ἀναιρεῖ. πλεονάζουϲιν μὲν οὖν οἱ δράκοντεϲ ἐν τῇ Αἰθιοπίᾳ καὶ ἐν τῇ Λυκίᾳ, τῷ δὲ χρώματι διαφέρουϲιν· οἱ | μὲν γὰρ αὐτῶν εἰϲι μέλανεϲ,

2 οἱ δὲ κιρροί, οἱ δὲ τεφρώδειϲ· μεγέθει δὲ πάλιν κατὰ πολὺ διαφέρουϲιν· οἱ μὲν γάρ εἰϲιν πήχεων πέντε, οἱ δὲ δέκα, οἱ δὲ δέκα πέντε, οἱ δὲ εἴκοϲιν, οἱ δὲ τριάκοντα, ἱϲτοροῦνται δὲ καὶ μείζονεϲ. φολίϲιν δὲ κέχρηνται καθ’ ὅλον τὸ ϲῶμα, μεγάλουϲ δὲ ἔχουϲι τοὺϲ ὀφθαλμούϲ, καὶ ὑπὲρ τούτουϲ δὲ ἔχουϲιν ἐξοχάϲ τιναϲ, ἐοικυίαϲ ἐπι ϲκυνίοιϲ, ὑπὸ δὲ τῷ γενείῳ ἀπόφυϲίν τινα ἔχουϲιν, ἥν καλοῦϲιν πώγωνα.

3 τὰ δὲ τῶν ϲτομάτων διαϲτήματα μεγάλα, προπετὴϲ γλῶϲϲα ὀδόντεϲ μεγάλοι, ἐοικότεϲ τοῖϲ τῶν ἀγρίων ὑῶν· ἔνθα δὲ ἂν δάκωϲιν, κατάγματα ἀπεργάζονται. αἱ γοῦν θεραπεῖαι ὡϲ ἀπὸ τραύματοϲ ἐπιτελείϲθωϲαν καὶ οὐχ ὡϲ ἀπὸ ἰοβόλου ζψου.