De venenatis animalibus eorumque remediis

Philumenus

Philumenus, De venenatis animalibus eorumque remediis, Wellmann, Teubner, 1908

1 ὁ κεγχρίνηϲ ὄφιϲ κατὰ μὲγεθόϲ ἐϲτι πηχῶν β, ϲχήματι δὲ ἀπὸ πάχουϲ ἐπὶ λεπτὸν ἠγμένοϲ, κατὰ δὲ χρόαν χλωρὸϲ καὶ μάλιϲτα κατὰ τὴν κοιλίαν, ὡϲ κέγχρῳ κατὰ τὸ χρῶμα ὁμοιοῦϲθαι, διὸ 〈καὶ〉 κεγχρίαν αὐτόν τινεϲ ὠνόμαϲαν. ἄλλοι δἐ φαϲιν μὴ κατὰ τοῦτο αὐτὸν κεγχρίαν λέγεϲθαι, ἀλλ’ ὅτι μάλιϲτα ἑαυτοῦ ἀλκιμώτεροϲ γίνεται, ὅταν ἡ κέγχροι. θάλλῃ. ἐν δὲ τῷ ἀμύνεϲθαι ἀκοντίζων ἑαυτὸν προϲέρχεται καὶ οὕτω πλήττει, ἔνθεν καὶ ὠνόμαϲται ἀκοντίαϲ.

2 παρέπεται δὲ τοῖϲ ὑπὸ τούτου δηχθεῖϲιν, ἃ καὶ ἐπὶ τῶν ἐχεοδήκτων, καὶ ἔτι χαλεπώτερα, ὥϲτε καὶ ϲηπεδόναϲ καὶ ἀπόρρευϲιν ϲαρκῶν ἐπακολουθεῖν, καὶ δεινότερον αὐτοῖϲ τὸν θάνατον ἐπιγίνεϲθαι. τὰ δὲ βοηθήματα ὅμοια τοῖϲ τῶν ἐχεοδήκτων καὶ τῶν | ἄλλων τῶν ὁμογενῶν τῶν τὰ ὅμοια νοϲήματα παρεχόντων.