The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἡ μὲν ὅπως ἀίδηλος ἐπὶ πλευρῇς ἀραρυῖα
  2. ἔνθα καὶ ἔνθα φέρῃσι λόχον κλυτόπωλον Ἀχαιῶν,
  3. ἡ δʼ ἵνα λυομένη τε καὶ ἔμπεδον εἰς ἓν ἰοῦσα
  4. εἴη σφιν καθύπερθεν ὁδὸς καὶ νέρθεν ὀροῦσαι.
  5. ἀμφὶ δέ μιν λευκοῖο κατʼ αὐχένος ἠδὲ γενείων
  6. ἄνθεσι πορφυρέοισι πέριξ ἔζωσεν ἱμάντων
  7. καὶ σκολιῇς ἑλίκεσσιν ἀναγκαίοιο χαλινοῦ
  8. κολλήσας ἐλέφαντι καὶ ἀργυροδίνεϊ χαλκῷ.
  9. αὐτὰρ ἐπειδὴ πάντα κάμεν μενεδήιον ἵππον,