The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. σύρετο δὲ πρυμνοῖσιν ἐπʼ ἴχνεσιν ἔκλυτος οὐρὴ
  2. ἄμπελος ὣς γναμπτοῖσι καθελκομένη θυσάνοισιν.
  3. οἱ δὲ πόδες βαλίοισιν ἐπερχόμενοι γονάτεσσιν
  4. εὔπτερον ὥσπερ ἔμελλον ἐπὶ δρόμον ὁπλίζεσθαι,
  5. οὕτως ἠπείγοντο· μένειν δʼ ἐκέλευεν ἀνάγκη.
  6. οὐ μὲν ὑπὸ κνήμῃσιν ἀχαλκέες ἔξεχον ὁπλαί,
  7. μαρμαρέης δʼ ἑλίκεσσι κατεσφήκωντο χελώνης
  8. ἁπτόμεναι πεδίοιο μόγις κρατερώνυχι χαλκῷ.
  9. κληιστὴν δʼ ἐνέθηκε θύρην καὶ κλίμακα τυκτήν,