The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ὀρθὸν ἐπὶ στάθμην μέγεθος τορνώσατο τέκτων.
  2. αὐχένα δὲ γλαφυροῖσιν ἐπὶ στήθεσσιν ἔπηξε
  3. ξανθῷ πορφυρόπεζαν ἐπιρρήνας τρίχα χρυσῷ·
  4. ἡ δʼ ἐπικυμαίνουσα μετήορος αὐχένι κυρτῷ
  5. ἐκ κορυφῆς λοφόεντι κατεσφρηγίζετο δεσμῷ.
  6. ὀφθαλμοὺς δʼ ἐνέθηκε λιθώπεας ἐν δυσὶ κύκλοις
  7. γλαυκῆς βηρύλλοιο καὶ αἱμαλέης ἀμεθύσσου·
  8. τῶν δʼ ἐπιμισγομένων διδύμης ἀμαρύγματι χροιῆς
  9. γλαυκῶν φοινίσσοντο λίθων ἑλίκεσσιν ὀπωπαί.