The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. ἦλθε δὲ καὶ Δαναοῖσιν ἑὸν βρέτας ἁγνὸν ἄγουσα
  2. ληιστὴ μὲν ἐοῦσα, φίλοις δʼ ἐπίκουρος Ἀθήνη.
  3. ἤδη καὶ βουλῇσι θεῆς ὑποεργὸς Ἐπειὸς
  4. Τροίης ἐχθρὸν ἄγαλμα πελώριον ἵππον ἐποίει.
  5. καὶ δὴ τέμνετο δοῦρα καὶ ἐς πεδίον κατέβαινεν
  6. Ἴδης ἐξ αὐτῆς, ὁπόθεν καὶ πρόσθε Φέρεκλος
  7. νῆας Ἀλεξάνδρῳ τεκτήνατο, πήματος ἀρχήν.
  8. ποίει δʼ εὐρυτάτῃς μὲν ἐπὶ πλευρῇς ἀραρυῖαν
  9. γαστέρα κοιλήνας, ὁπόσον νεὸς ἀμφιελίσσης