The Taking of Ilios

Tryphiodorus

Tryphiodorus. The Taking of Ilios. Mair, A. W., editor. London, William Heinemann, Ltd.; New York: G.P. Putnam's Sons. 1928.

  1. Ἰλιόθεν Δαναοῖσιν ἐπὶ ξένος ἤλυθε μάντις,
  2. οἷα δέ που μογέοντι χαριζόμενος Μενελάῳ
  3. ὀψιτέλεστον ὄλεθρον ἑῇ μαντεύσατο πάτρῃ.
  4. οἱ δὲ βαρυζήλοιο θεοπροπίῃς Ἑλένοιο
  5. αὐτίκα μηκεδανοῖο μόθου τέλος ἠρτύναντο.
  6. καὶ Σκῦρον μὲν ἔβαινε λιπὼν εὐπάρθενον ἄστυ
  7. υἱὸς Ἀχιλλῆος καὶ ἐπαινῆς Δηιδαμείης·
  8. μήπω δʼ εὐφυέεσσιν ἰουλίζων κροτάφοισιν
  9. ἀλκὴν πατρὸς ἔφαινε νέος περ ἐὼν πολεμιστής.