The Epistle to Diogentus

Pseudo-Justinus Martyr

Pseudo-Justinus Martyr, The Apostolic Fathers, Volume 2. Lake, Kirsopp. Loeb, 1917.

Οἷς ἐντυχόντες καὶ ἀκούσαντες μετὰ σπουδῆς εἴσεσθε, ὅσα παρέχει ὁ θεὸς τοῖς ἀγαπῶσιν ὀρθῶς, [*](Gen. 2, 15; 3, 24) οἱ γενόμενοι παράδεισος τρυφῆς, πάγκαρπον ξύλον εὐθαλοῦν ἀνατείλαντες ἐν ἑαυτοῖς, ποικίλοις καρποῖς κεκοσμημένοι.

ἐν γὰρ τούτῳ τῷ χωρίῳ [*](Gen. 2, 9) ξύλον γνώσεως καὶ ξύλον ζωῆς πεφύτευται: ἀλλ̓ οὐ τὸ τῆς γνώσεως ἀναιρεῖ, ἀλλ̓ ἡ παρακοὴ ἀναιρεῖ.

οὐδὲ γὰρ ἄσημα τὰ γεγραμμένα, ὡς θεὸς ἀπ̓ ἀρχῆς ξύλον γνώσεως καὶ ξύλον ζωῆς ἐν μέσῳ παραδείσου ἐφύτευσε, διὰ γνώσεως ζωὴν ἐπιδεικνύς: ᾗ μὴ καθαρῶς χρησάμενοι οἱ ἀπ̓ ἀρχῆς πλάνῃ τοῦ ὄφεως γεγύμνωνται.

οὐδὲ γὰρ ζωὴ ἄνευ γνώσεως οὐδὲ γνῶσις ἀσφαλὴς ἄνευ ζωῆς ἀληθοῦς: διὸ πλησίον ἑκάτερον πεφύτευται.

ἣν δύναμιν ἐνιδὼν ὁ ἀπόστολος τήν τε ἄνευ ἀληθείας

προστάγματος εἰς ζωὴν ἀσκουμένην γνῶσιν μεμφόμενος [*](I Cor. 8, 1) λέγει: Ἡ γνῶσις φυσιοῖ, ἡ δὲ ἀγάπη οἰκοδομεῖ.

ὁ γὰρ νομίζων εἰδέναι τι ἄνευ γνώσεως ἀληθοῦς καὶ μαρτυρουμένης ὑπὸ τῆς ζωῆς οὐκ ἔγνω, ὑπὸ τοῦ ὄφεως πλανᾶται, μὴ ἀγαπήσας τὸ ζῆν. ὁ δὲ μετὰ φόβου ἐπιγνοὺς καὶ ζωὴν ἐπιζητῶν [*](I Cor. 9, 10) ἐπ̓ ἐλπίδι φυτεύει, καρπὸν προσδοκῶν.

ἤτω σοὶ καρδία γνῶσις, ζωὴ δὲ λόγος ἀληθής, χωρούμενος.

οὗ ξύλον φέρων καὶ καρπὸν αἱρῶν τρυγήσεις ἀεὶ τὰ παρὰ θεῷ ποθούμενα, ὧν ὄφις οὐχ ἅπτεται οὐδὲ πλάνη συγχρωτίζεται: οὐδὲ Εὔα φθείρεται, ἀλλὰ παρθένος πιστεύεται:

καὶ σωτήριον δείκνυται, καὶ ἀπόστολοι συνετίζονται, καὶ τὸ κυρίου πάσχα προέρχεται, καὶ καιροὶ συνάγονται καὶ μετὰ κόσμου ἁρμόζονται, καὶ διδάσκων ἁγίους ὁ λόγος εὐφραίνεται, δἰ οὗ πατὴρ δοξάζεται: ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.