Iatrica

Anonymus Londinensis

Anonymi Londinensis ex Aristotelis Iatricis Menoniis et aliis medicis eclogae (Supplementum Aristotelicum, Volume 3). Diels, Hermann, editor. Berlin: Reimer, 1893.

  1. τὴν πέψιν θερμότης π(ρὸς) πολλῶν [ὄ]ντ(ων)
  2. προσαρμάτων οὐκ ἐνεργεῖ τὴv πέ[ψ]ιν·
  3. ἀπ[ὸ] δὲ τοῦ ταύτην παραποδίζεσθαι
  4. πε[ρ]ισσώματα γί(νεται). ὅταν δὲ ποικίλα
  5. ᾖ τὰ π(ροσ)ενεχθέντα, στασιάζει ἐν τῆι
  6. κοιλίᾳ πρὸς ἑαυτά, καὶ κατὰ τὸν στασιασμὸν
  7. μεταβολὴ εἰς περισσώματα. ὅταν
  8. μέντοι γε ἐλάχιστα καὶ δυσκατέργαστα
  9. [*](V 39] HippocRATES q. f. de flatibus 7 [VI 98,16 sqq. Littré]: πονηρὴ δέ ἐστιν ἡ τοιήδε τοῦτο μὲν ὅταν τις πλέονας τροφὰς ὑγρὰς ἢ ξηρὰς διδῷ τῷ σώματι ἢ τὸ σῶμα δύναται φέρειν καὶ πόνον μηδένα τῷ πλήθει τῶν τροφῶν ἀντιτιθῇ, τοῦτο δ’ ὅταν ποικίλας καὶ ἀνομοίους ἀλλήλῃσιν ἐσπέμπῃ τροφάς· τὰ γὰρ ἀνόμοια στασιάζει [cf. VI 5] καὶ τὰ μὲν θᾶσσον τὰ δὲ σχολαίτερον πέσσεται. μετὰ δὲ πολλῶν σιτίων ἀνάγκη καὶ πολ-λὸν πνεῦμα ἐσιέναι ... [VI 100 L.] ὅταν οὖν τὸ σῶμα πληρωθὲν τροφῆς πλησθῇ καὶ πνεύματος ἐπὶ πλέον τῶν σιτίων χρονιζομένων (χρονίζεται δὲ τὰ σιτία διὰ τὸ πλῆθος οὐ δυνάμενα διελθεῖν), ἐμφραχθείσης δὲ κάτω κοιλίης ἐς ὅλον τὸ σῶμα διέδραμον αἱ φῦσαι· προσπεσοῦσαι δὲ πρὸς τὰ ἐναιμότατα τοῦ σώματος ἔψυξαν. τούτων δὲ τῶν τόπων ψυχθέντων ὅπου αἱ ῥίζαι καὶ αἱ πηγαὶ τοῦ αἵματός εἰσι, διὰ παντὸς τοῦ σώματος φρίκη διῆλθεν· ἅπαντος δὲ τοῦ αἵματος ψυχθέντος ἄπαν τὸ σῶμα φρίσσει. Ibidera c. 8 [VI 102, 11 L.]: ὁ ἀὴρ ὁ ψύξας τὸ αἷμα κρατηθεὶς [cf. v. 45] ὑπὸ τῆς θερμότητος (cf. de diaeta VI 520, 13 κρατηθέντος τοῦ ὕδατος et Herm. XXVIII 424).)[*](V 44 K)[*](VI 1—4 K 5 τηι, η ex αι ut videtur corr. P 7 μεταβολη clare P. γίνεται auditur ex v. 4 ut v. 1 1 8 ελαχιστα P. an πάχιστα conl. V 41 ?)
    9
    [*](VI)
  10. ᾖ οὕτως παραποδισμὸς γί(νεται) τῆς πέψεω(ς)
  11. διὰ τὴν δυσκατεργασίαν καὶ οὕτως
  12. μεταβολὴ εἰς περισσώματα· ἐγ δὲ τῶν
  13. περισσωμάτ(ων) ἀναφέρονται φῦσαι· αἱ δὲ
  14. ἀν[ε]νεχθεῖσαι ἐπιφέρουσι τὰς νόσους. [ταῦτα δὲ ἔφησεν
  15. κει[ν]ηθεὶς δόγματι τοιούτῳ· τὸ γ(ὰρ) πνεῦμ(α)
  16. ἀναγκαιότατον καὶ κυριώτατον ἀπολείπει
  17. τ(ῶν) ἐν ἡμῖν, ἐπειδή γε παρὰ τὴν τούτου
  18. εὔροιαν ὑγίεια γί(νεται), παρὰ δὲ τὴν δύσροιαν
  19. νόσοι. δίκην τε ἐπέχειν ἡμᾶς φυτῶν·
  20. ὡς γὰρ ἐκεῖνα π(ροσ)ερρίζωται τῆι γῆι, οὕτως
  21. κ[αὶ αὐ]τοὶ π(ροσ)ερριζώμεθα πρὸς τὸν ἀέρα