De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

213. Περὶ μὲν τῶν γινομένων τῇσι γυναιξὶν ἐφ’ ἑκάστοισι τῶν παθημάτων πρότερον εἴρηται· νυνὶ δὲ ἀποφανέω, δι’ ἃς αἰτίας ἄφοροι γυναῖκες τὸ πάμπαν, καὶ διότι οὐ τίκτουσι κρὶν ἰηθέωσιν. Φημὶ δὲ τοῦτο αἴτιον εἶναι· ἢν στραφῇ τὸ στόμα τῶν μητρέων πάμπαν ἀπὸ τοῦ αἰδοίου, οὐ κυΐσκεται· οὐ γὰρ δέχονται αἱ μῆτραι τὴν γονὴν, ἀλλ’ ἔξω αὐτίκα ἔρχεται. Γίνεται δὲ τοῦτο καὶ ἢν ὀλίγον παραστραφῇ τὸ στόμα τῶν ὑστερέων ἀπὸ τοῦ αἰδοίου παρὰ φύσιν· καὶ ἢν μεμύκῃ τὸ στόμα τῶν μητρέων πάμπαν, οὐδ’ οὕτω δέχονται, οὐδ’ ἢν ἁρμοῖ μεμύκῃ μᾶλλον ἢ δεῖ. Δῆλον δὲ τουτέων ἕκαστόν ἐστι τῶν εἰρημένων· ἢν μὲν γὰρ ἀπεστραμμένον ᾖ πάμκαν ἢ μεμυκὸς, τὰ καταμήνια οὐκ ἔρχεται τὸ παράπαν, ἢ ἔρχεται βιαίως ξὺν νούσῳ, ἢν βιάσηται τὸ αἷμα τὰς μήτρας στραφῆναι κατ’ ἰθέα· κἢν ἀποκαθαρθῇ ἡ γυνὴ, ἔστιν ὅτε αὖτις ἀποστρέφεται τὸ στόμα τῶν μητρέων ἀπὸ τοῦ αἰδοίου· ἢν δὲ ὀλίγον παρακεκλιμένον ᾖ ἢ ἁρμοῖ μεμύκῃ, χωρέει μὲν τὰ καταμήνια, χωρέει δὲ βιαίως καὶ κατ’ ὀλίγον ἐπὶ πολλὰς ἡμέρας. Ταῦτα δὲ πάντα δῆλα γίνεται, εἰ οὕτως ἔχει, ψηλαφώσῃ γυναικὶ, καὶ ἢν τούτων τι ᾖ, μελεδανθεῖσα ἡ γυνὴ φορὸς γίνεται· ἔστι δὲ καὶ ὅτε αὐτομάτη. Τούτων δὲ ἕκαστον διότι γίνεται εἰρήσεται, εἴρηται δὲ ἐν τοῖσι γυναικείοισι νουσήμασιν. Ἢν δὲ λεῖαι ἔωσιν αἱ μῆτραι, γίνεται δὲ τοῦτο καὶ φύσει ἐνίῃσι, καὶ ἢν ἕλκεα ἐγγενόμενα μεγάλας οὐλὰς ἐγκαταλίπῃ, καὶ ἢν λεῖαι ἔωσιν,

410
οὐ λαμβάνει ἡ γυνὴ ἐν γαστρί· τὴν γὰρ γονὴν δέχονται μὲν αἱ μῆτραι, ἢν μή τι αἴτιον ἄλλο ᾖ, ξυλλαμβάνουσιν δὲ οὔ· ἀλλὰ τὸν σπόρον ἔξω χαλῶσι. Δῆλον δὲ μάλιστά ἐστι ψηλαφώσῃ, καὶ εἰρομένῃ εἴ ποτε ἐν τῇσι μήτρῃσιν ἕλκεά οἱ ἐγένοντο. Τὰ δὲ καταμήνια ὑγιηρῶς μὲν ἐν τουτέῳ τῷ νοσήματι χωρέει· ἀνίητος δὲ γίνεται ὡς ἐπὶ τὸ πλέον ἡ τοιαύτη. Γίνεται δὲ καὶ τοῦτο αἴτιον τοῦ μὴ συλλαμβάνειν ἐν γαστρὶ, ἢν ἕλκος γένηται ἐν τῇσι μήτρῃσιν ὑπὸ παθήματος τούτων τῶν εἰρημένων καὶ μὴ ταχὺ ὑγιανθῇ, ἀλλὰ μολυνθῇ. Παραμένει γὰρ τὸ ἕλκος ἐπὶ πουλὺν χρόνον, ὥσπερ καὶ τὸ ἐν ὠτὶ ἐὸν, καὶ ὄζει πονηρὸν ἡ γυνὴ, καὶ ἔστιν ὅτε ἰχὼρ ῥέει αὐτῇ ἐκ τοῦ αἰδοίου κάκοδμος, καὶ μέχρις ἂν ἔχῃ τὸ ἕλκος, οὐ λαμβάνει ἐν γαστρί· οὐ γὰρ συλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν. Ταύτῃ τὰ καταμήνια χωρέει ὑγιηρῶς· ἐν ψηλαφήσει δὲ μάλιστα γίνεται δῆλον καὶ ἐρωτήσει περὶ τῶν εἰρημένων· μελεδανθεῖσα δὲ φορὸς γίνεται· ὀλίγαι δὲ ἐλπίδες εἰσίν. Ἢν δὲ τῶν καταμηνίων ἐλλειφθέν τι ἐν τῇσι μήτρῃσι [μὴ] ἔκρηξιν ἔχῃ, θερμανθὲν δὲ καὶ αὖθις ψυχωθὲν περὶ τὸ στόμα [ᾖ] ἢ ὀλίγον ἐνδοτέρω, οὐδ’ οὕτω λαμβάνει ἐν γαστρί· ἕργμα γὰρ τοῦτο ἐπικείμενον οὐ παρίησι τὴν γονὴν ἰέναι ὅκου δεῖ. Καὶ ἢν μὲν ἐν ἀρχῇ μελεδαίηται, ὑγιαίνει καὶ φορὸς γίνεται· ἢν δὲ χρόνος ἐγγένηται, ἄφορος μένει· δῆλον δὲ τὸ πάθημα ψηλαφήσει μάλιστά ἐστι, σκληρὸν γάρ τι ἐγγίνεται. Καὶ ἢν χάνωσι μᾶλλον τοῦ καιροῦ αἱ μῆτραι, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ ξυλλαμβάνουσιν αἱ μῆτραι τὴν γονήν· δῆλον δὲ ἔσται καὶ τοῦτο ψηλαφήσει· καὶ
412
τὰ καταμήνια ἔρχεται ἁλέα καὶ ἐπ’ ὀλίγας ἡμέρας· γίνεται δὲ καὶ φύσει τὸ πάθημα τοῦτο καὶ ὑπὸ νοσημάτων τῶν εἰρημένων. Κἢν μὲν φύσει ᾖ, ἀνίητος ἡ νοῦσος· ἢν δὲ μὴ, οὔ. Ἢν μὴ ὑγιηρὰ χωρέῃ τὰ καταμήνια, οἷα τῆς γυναικὸς μὴ ὑγιηρῆς ἐοὔσης, οὐδὲ οὕτω κυΐσκεται· οὐ γὰρ πήγνυται ὑπὸ τοῦ αἵματος νοσεροῦ ἐόντος, ἀλλὰ διοῤῥοῖ τὴν γονὴν τὸ αἷμα τὸ κατιὸν ἀπὸ τοῦ σώματος νοσερὸν ἐόν· διοῤῥωθεῖσα δὲ ἡ γονὴ ἐξέρχεται ἔξω τῷ χρόνῳ ἢ ὀλίγῳ ἢ πολλῷ ξὺν ἰχῶρι. Δῆλον δέ ἐστι τῷ σώματι τῆς γυναικὸς καὶ τοῖσι καταμηνίοισι· χωρήσει γὰρ τὰ καταμήνια αὐτῇ οἷα εἴρηται, ἤν τε χολώδης ἤν τε φλεγματώδης ἤν τε ὑδρωποειδὴς ἔῃ· ἐν τάχει δὲ μελεδανθεῖσα φορὸς γίνεται· ἢν δὲ μὴ, οὔ. Ἢν δὲ γυναικὶ μὴ χωρέῃ τὰ καταμήνια πάμπαν ὑπὸ παθημάτων τῶν εἰρημένων, καὶ οὕτως οὐ ξυλλαμβάνει· αἱ γὰρ φλέβες τοῦ αἵματος πλήρεις ἐοῦσαι τὴν γονὴν οὐ δέχονται, καὶ ἐν τῇσι μήτρῃσιν αἵματος ἐνεῖναί τι χρονίου πᾶσα μηχανὴ, ὅ τι ἀποκωλύει τὴν γονὴν τρέφεσθαι. Ἢν δὲ ἐλάσσω τὰ καταμήνια χωρέῃ τοῦ δέοντος, οὐδὲ οὕτω κυΐσκεται· αἴτια δὲ τὰ ἐν τῇ προτέρῃ νούσῳ προειρημένα· δῆλον δὲ καὶ τοῦτο ἐν τῇ ἐρωτήσει. Κἢν μὲν φύσει ὀλίγα χωρέῃ τὰ καταμήνια, ἀνίητος γίνεται· ἢν δὲ ὑπὸ παθήματος τουτέων τινὸς τῶν εἰρημένων, μελεδανθεῖσα ἐν τάχει φορὸς ἔσται. Καὶ ἢν πλείονα τοῦ δέοντος χωρέῃ τῇ γυναικὶ τὰ καταμήνια, οὐδ’ οὕτως ἐν γαστρὶ λαμβάνει· αἱ γὰρ μῆτραι, κεκενωμένου τοῦ αἵματος, οὐ ξυλλαμβάνουσι τὴν γονὴν ὑπὸ ἀσθενείης· ἂν δὲ ἄρα καὶ ξυλλάβωσιν, κατελθὸν τὸ αἷμα πολλὸν ἐξαπίνης ἐπὶ τὰς μήτρας τῆς γυναικὸς ἀποπνίγει τὴν γονήν. Δῆλον δὲ καὶ τόδε τοῖσιν ἐπιμηνίοισιν
414
ὁκόσα πολλὰ χωρήσει· καὶ ἢν μὲν φύσει ἡ γυνὴ πολλὰ χαλᾷ τὰ καταμήνια, ἄφορος γίνεται· ἢν δὲ μὴ φύσει, ἀλλ’ ὑπὸ παθήματός τινος τῶν εἰρημένων, μελεδανθεῖσα φορὸς ἔσται. Καὶ ἢν τὸ στόμα τῶν μητρέων ἐκπέσῃ τοῦ αἰδοίου, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· τό τε γὰρ στόμα σκληρὸν γίνεται, καὶ οὐ δέχεται τὴν γονὴν, καὶ οἰδέει, καὶ ταύτῃ ἄφορος γίνεται τὸ πάμπαν· δῆλον δὲ τὸ πάθημα τοῦτο δι’ ὅ τι γίγνεται. Καὶ ἢν μὴ χωρέῃ τὰ καταμήνια κατὰ τὸ προσῆκον, ἀλλὰ κάτω ὁρμῇ ἐς τὴν ἕδρην, οὐδὲ οὕτω λαμβάνει ἐν γαστρί· δῆλον γὰρ ὅτι τὸ στόμα τῶν μητρέων ἐκτέραπται ἀπὸ τοῦ αἰδοίου ἢ μέμυκε· καὶ ἢν μὲν κατὰ τὴν ἕδρην ᾖ ἐστραμμένον τὸ στόμα ἢ μεμύκῃ, μελεδανθεῖσα φορὸς γίνεται· δῆλον δὲ ἑκάτερόν ἐστι τῇ ἐρωτήσει καὶ ἀποκρίσει· ἢν γὰρ τὰ καταμήνια ἑκάστω ὧδε εἴη, ἡ νοῦσος ταύτῃσι δῆλον ὅτι αἰτίη ἐστί. Τοσαῦτα καὶ τοιαῦτα τῇσι γυναιξίν ἐστι, δι’ ἃ οὐ τίκτουσι πρὶν ἂν ἰηθέωσι, καὶ δι’ ὅσα ἄφοροι γίνονται τὸ πάμπαν· ὥστε θαυμάζειν τὰς γυναῖκας οὐ χρὴ ὅτι εἰσὶν αἳ οὐ τίκτουσι πολλάκις.

214. Πειρητήρια δι’ ὧν δηλοῦται ἡ γυνὴ εἰ κυήσει· γυναῖκα ἢν θέλῃς γνῶναι εἰ κυήσει· βούτυρον καὶ γάλα γυναικὸς κουροτρόφου διδόναι πίνειν νήστει, καὶ ἢν ἐρεύγηται, κυήσει· εἰ δὲ μὴ, οὔ. Ἄλλο· νέτωπον ὀλίγον προστίθεσθαι ἐν εἰρίῳ ἐνελίξασα, κἄπειτα ἕωθεν σκέψασθαι ἢν ὄζῃ διὰ τοῦ στόματος τὸ ἐπιτεθέν· κἢν μὲν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἕτερον πειρητήριον ἐπὶ τοῦ αὐτοῦ· ᾕτινι ἂν γυναικὶ ἀπὸ τῶν προσθετῶν μὴ λίην ἰσχυρῶν ὀδύναι ἐς τὰ

416
ἄρθρα ἀφίκωνται, καὶ βρυγμὸς ἔχῃ, καὶ σκοτοδινῆται καὶ χασμῆται, ἐλπὶς ταύτῃ κυῆσαι μᾶλλον ἢ ἥτις τούτων μηδὲν πάσχει. Ἄλλο· μώλυζαν σκορόδου περικαθήραντα τὴν κεφαλὴν, ἀποκνίσαντα, προσθεῖναι πρὸς τὴν ὑστέρην, καὶ ὁρῇν τῇ ὑστεραίῃ, ἢν ὄζῃ διὰ στόματος· καὶ ἢν ὄζῃ, κυήσει· ἢν δὲ μὴ, οὔ. Ἢν θέλῃ γνῶναι ἡ γυνὴ εἰ κυήσει, πινέτω ἄννησον τετριμμένον ἐν ὕδατι ὡς λειότατον, καὶ εὑδέτω· καὶ ἢν μὲν κνησμὸς αὐτὴν λαμβάνῃ περὶ τὸν ὀμφαλὸν, κυήσει· ἢν δὲ μὴ, οὔ.

215. Κύουσαν γυναῖκα ἢν μὴ ἐν ἄλλῳ γινώσκῃς, ἐν τούτῳ γνώσῃ· ὁρῶνται οἱ ὀφθαλμοὶ εἱλκυσμένοι καὶ κοιλότεροι, καὶ τὰ λευκὰ τῶν ὀφθαλμῶν οὐκ ἔχει τὴν φύσιν τῆς λευκότητος, ἀλλὰ πελιώτερα φαίνονται. Ὁκόσαι ἐν γαστρὶ ἔχουσιν, ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσι, καὶ ἀρχόμεναι συλλαμβάνειν μίσοινοι γίνονται καὶ κακόσιτοι, καὶ καρδιωγμοῦ μεσταὶ, καὶ πτυαλίζουσιν. Μίλτον καὶ ἄννησον τρῖψαι ὡς λειότατα, εἶτα ἐν ὕδατι διεῖναι, καὶ δοῦναι, καὶ ἐᾶσαι ὑπνῶσαι· καὶ ἢν μὲν στρόφος γίνηταί οἱ περὶ τὸν ὀμφαλὸν, κύει· ἢν δὲ μὴ γίνηται, οὐ κύει· πάντων δὲ τουτέων ὕστερον πίνειν ἄλητον καὶ μέλι καὶ ὀρίγανον ἐν οἴνῳ καὶ ἐλαίῳ.

216. Ὅσαι ἐν γαστρὶ ἔχουσαι ἔφηλιν ἐπὶ τοῦ προσώπου ἴσχουσιν, θῆλυ κύουσιν· ὅσαι δὲ εὐχροοῦσαι διαμένουσιν, ἄῤῥεν ὡς ἐπιτοπουλὺ κύουσιν· ἢν αἱ θηλαὶ ἄνω ἔωσιν ἐστραμμέναι, ἄρσεν κύει· ἢν δὲ κάτω, θῆλυ. Λαβὼν τοῦ γάλακτος φυρῆσαι ἄλητον, καὶ ποιῆσαι ἀρτίσκον, καὶ ὀπτῆσαι ἐπὶ πυρὸς μαλθακοῦ· καὶ ἢν μὲν κατακαυθῇ, ἄῤῥεν κύει· ἢν δὲ διαχανῇ, θῆλυ. Τὸ αὐτὸ τοῦτο ἐπιτυλίξας ἐν φύλλοισιν ὀπτᾷν, καὶ ἢν μὲν πήγνυται, ἄῤῥεν κύει· ἢν δὲ διαχυθῇ, θῆλυ.

418

217. Θεραπεῖαι κυήσιος πειρητήριοι καὶ παιδογονίης, ἥτις δεῖται, καὶ ἄτεκνος ἐοῦσα, καὶ ἤδη κυήσασα ἐοῦσα δὲ τεκνοῦσα· ἐπὴν ὁ στόμαχος σκληρὸς ᾖ, ὅλος ἢ ἄκρος, καὶ ξυμμεμύκῃ, καὶ μὴ ὀρθὸς ᾖ, ἀλλὰ πρὸς τὸ ἰσχίον ἀπεστραμμένος τὸ ἕτερον, ἢ ἐς τὸν ἀρχὸν κεκύφῃ, ἢ ἀνεσπάκῃ ἑωυτὸν, ἢ τὸ χεῖλος ἐπιβάλλῃ τοῦ στομάχου ἐφ’ ἑιουτὸ, ὁπόθεν οὖν ἢ τρηχὺς ᾖ, ἢ πεπωρωμένος, σκληρὸς δὲ γίνεται καὶ ἀπὸ ξυμμύσιος καὶ ἀπὸ πωρώσιος, ταύτῃσι τὰ ἐπιμήνια οὐ φαίνεται, ἢ φαίνεται πολλῷ ἐλάσσονα καὶ κακίονα τοῦ δέοντος, καὶ διὰ πλείονος χρόνου ἐπιφαίνεται. Καὶ τὰ μὲν ἐπιμήνια καθ’ ὑγείην τοῦ σώματος καὶ τῶν μητρέων τὴν ἔξοδον εὑρίσκεται, κατά γε τὸ σύμφυτον καὶ τὸ δίκαιον, καὶ ἀπὸ θέρμης καὶ ὑγρότητος τῶν ἐπιμηνίων τοῦ στομάχου οὐ κάρτα βεβαμμένου· τὴν δὲ γονὴν πάλιν οὐ δέχεται διὰ τὴν βλάβην, ἥτις ἂν κωλύῃ ἀπὸ τοῦ στομάχου μὴ καλῶς ἔχοντος τοῦ δέχεσθαι. Ταύτην χρὴ πυριήσαντα τὸ σῶμα ὅλον πιεῖν δοῦναι φάρμακον, καὶ κάθαρσιν ποιήσασθαι τοῦ σώματος πρῶτον, ἤν τε ἄνω καὶ κάτω ἤν τε κάτω μοῦνον· καὶ ἢν μὲν ἄνω διδῷς τὸ φάρμακον, μὴ πυριῇν πρότερον τῆς καθάρσιος, ἀλλ’ ὕστερον· πυριήσας δὲ μεταπῖσαι κάτω· ἢν δὲ μὴ δοκέῃ δεῖσθαι ἀνωτερικοῦ, προπυριήσας κάτω πῖσαι· ὅταν δὲ δοκέῃ καλῶς ἔχειν τὸ σῶμα, μετὰ τοῦτο πυριῇν ἐγκαθίζων τὰς μήτρας αὐτὰς πυκνὰ, ἐν ὅτῳ ἂν δοκέῃ ξυμφέρειν· ἐπιβάλλειν δὲ ἐς τὰ πυριήματα κυπαρίσσου πρίσματα καὶ δάφνης φύλλα κεκομμένα, καὶ λούειν πολλῷ καὶ θερμῷ πολλάκις· ὁκόταν δὲ νεόλουτος καὶ νεοπυρίητος ᾖ, ἀνευρύνειν τὸ στόμα

420
τῆς μήτρης μήλῃ κασσιτερίνῃ, καὶ ἀνορθοῦν ὁμοῦ, ἐὰν δέηται, ἢ μολυβδίνῃ, ἀρξαμένη ἐκ λεπτῆς, εἶτα παχυτέρῃ, ἢν παραδέχηται, ἕως ἂν δοκῇ καλῶς ἔχειν· βάπτειν δὲ καὶ τὴν μήλην ἐν τῷ μαλθακτηρίῳ διειμένῳ, ὅ τι δοκέει ξυνοίσειν, ὑγρὸν ποιήσας· τὰς δὲ μήλας ποιέειν ὄπισθεν κοίλας, εἶτα περὶ ξυληφίοισι μακροῖσι περιαρμόσαι, καὶ οὕτω χρῆσθαι· τὸν δὲ χρόνον τοῦτον ἑψοῦσα ἐν οἴνῳ λευκῷ ὡς ἡδίστῳ γλυκεῖ δαῖδα πινέτω πιοτάτην κατασχίσασα λεπτὰ, καὶ σελίνου καρπὸν κόψασα, καὶ κυμίνου αἰθιοπικοῦ καρπὸν, καὶ λιβανωτὸν ὡς κάλλιστον· τούτου πινέτω νῆστις ὁκόσον δοκέει μέτριον εἶναι πλῆθος, ἡμέρας ὁκόσας ἂν δοκέῃ καλῶς ἔχειν, καὶ ἐσθιέτω σκυλάκια σιαλώδεα δίεφθα, καὶ πουλύποδα ἐν οἴνῳ ἑφθὸν γλυκυτάτῳ, καὶ τοῦ ζωμοῦ πινέτω, καὶ κράμβην ἑφθὴν καὶ οἶνον λευκὸν ἐπιπινέτω, καὶ μὴ διψήτω, καὶ λουέσθω δὶς τῆς ἡμέρης· σιτίων δὲ ἀπεχέσθω τοῦτον τὸν χρόνον. Μετὰ δὲ, ἢν προχωρήσῃ κατὰ τὸν στόμαχον καὶ φαίνῃ τινὰ κάθαρσιν ἔξω, πίνειν τ’ ἔτι τοῦ πόματος ἡμέρην μίην ἢ δύο, καὶ τῇσι μήλῃσι παύσασθαι χρεόμενον, καὶ πειρᾶσθαι καθαίρειν τὰς μήτρας προσθέτοισι φαρμάκοισιν. ᾟτινι δὲ τοῦ στομάχου ὀρθοῦ καὶ μαλθακοῦ καὶ ὑγιέος καὶ καλῶς ἔχοντος καὶ ἐν τῷ δέοντι κειμένου τὰ ἐπιμήνια μὴ φαίνεται πάμπαν ἢ ἐλάσσονα καὶ διὰ πλείονος χρόνου καὶ μὴ ὑγιηρὰ, τὴν νοῦσον ἀνευρὼν ἥντινα ἔχουσιν αἱ μῆτραι, ἤν τε καὶ τὸ σῶμα ξυμβάλληταί τι, ἐξευρὼν τὸ αἴτιον ἀπὸ ὁτέου οὐ κυΐσκεται, ὅτε μὲν οὕτως ἔχει,
422
τὴν ἴησιν ποιέεσθαι προσφέρων τὸ δέον, ἀρχόμενος ἐξ ἰσχυρῶν, ὅκως ἂν δοκέῃ καιρὸς εἶναι, τελευτᾷν δὲ ἐς μαλθακώτερα, ἕως ἂν δοκέῃ καλῶς ἔχειν καθάρσιος ἡ μήτρη καὶ ὁ στόμαχος καθεστάναι ὀρθῶς ἔχων ἐν τῷ ἐξαρκέοντι κείμενος. Ἢν δὲ ἀπὸ τοῦ φαρμάκου καὶ ἀπὸ τοῦ ποτοῦ μὴ προχωρήσῃ, μηδὲ πινούσης χρόνον τὸν μέτριον, τούτου μὴ παύσασθαι τοῦ πόματος· ὅταν δὲ καλῶς ἔχῃ τοῦ ἀπὸ τῶν μηλέων ἔργου, μαλθάξαι τὸ στόμα τοῦ στομάχου, καὶ ποιῆσαι ὅκως ἀναχανεῖται ἐς ὁδὸν τῷ προσθετῷ ἀπὸ τῶν τε θυμιητῶν φαρμάκων καὶ τῶν μαλθακτηρίων. Ὁκόταν δὲ δοκέῃ καλῶς ἔχειν μαλθάξιος καὶ θυμιήσιος, προστιθεὶς φάρμακα, κάθαρσιν ποιέεσθαι τῆς μήτρης, ἕως ἂν δοκέῃ καλῶς ἔχειν ἀρχόμενος ἐκ μαλθακῶν ἐς ἰσχυρότερα, τελευτᾷν δὲ αὖθις· ἐς μαλθακὰ εὐώδεα τῶν γὰρ ἰσχυρῶν φαρμάκων τὰ πλεῖστα ἑλκοῖ τὸν στόμαχον, καὶ εἴργει τοῦ καθεστάναι ὀρθὸν καὶ ὑγιᾶ καλῶς ἔχοντα πρὸς τῆς γονῆς τὴν ὑποδοχὴν, καὶ τὴν μήτρην ξηρὴν ποιέει. Ἢν δέ τὶς γὐνὴ δοκέῃ τὰς μήτρας ὑπὸ πιμελῆς βεβλάφθαὶ ἐς τὴν κύησιν, λεπτύνειν ὡς μάλιστα καὶ ἰσχναίνειν πρὸς τοῖσιν ἄλλοισιν.

218. Ὥρη δὲ ἐαρινὴ κρατίστη κυήσιος· ὁ δ’ ἀνὴρ μὴ μεθυσκέσθω, μηδὲ οἶνον λευκὸν πινέτω, ἀλλ’ ὡς ἰσχυρότατον καὶ ἀκρητέστατον, καὶ σιτία σιτείσθω ἰσχυρότατα, καὶ μὴ θερμολουτείτω, καὶ ἰσχυέτω, καὶ ὑγιαινέτω, καὶ σιτίων ἀπεχέσθω τῶν μὴ ξυμφερόντων τῷ πρήγματι.

219. Ὅταν δὲ δοκέῃ ἡ γυνὴ ἐκκεκαθάρθαι καὶ τὸν στόμαχον

424
καλῶς ἔχειν τῆς μήτρης, λουσάσθω, καὶ σμηξάσθω τὴν κεφαλὴν, καὶ μὴ ἀλείψηται μηδέν· ἔπειτα ὀθόνιον ἄνοδμον περιθεῖσα περὶ τὰς τρίχας πεπλυμένον, κεκρυφάλῳ πεπλυμένῳ μηδενὸς ὄζοντι καταδῆσαι, τὸ ὀθόνιον ὑποθεῖσα πρῶτον, ἔπειτα ἀναπαύεσθαι προσθεμένη χαλβάνην πρὸς τὸν στόμαχον, θερμήνασα πρὸς πῦρ ἢ πρὸς ἥλιον καὶ μαλθάξασα εὖ· ἔπειτα πρωῒ ἀπολύσασα τὸν κεκρύφαλον καὶ τὸ ὀθόνιον, ὀσφραίνεσθαι παρασχέτω τινὶ ἑωυτῆς τὴν κεφαλὴν, καὶ ὄζει ἢν καλῶς ἔχῃ τῆς καθάρσιος· εἰ δὲ μὴ, οὐκ ὄζει· ἄσιτος δὲ ταῦτα ποιείτω. Ἢν δὲ μὴ τεκνούσῃ προσθῇς, οὐδέ ποτε ὄζει οὔτε καθαιρομένη οὔτε ἄλλως· οὐδ’ ἢν κυούσῃ προσθῇς, οὐδ’ οὕτως ὀζέσει· ἥτις δὲ κυΐσκεται πολλὰ καὶ ἀρικύμων ἐστὶ καὶ ὑγιαίνει, ἢν προσθῇς μηδὲ καθήρας, ὀζέσει αὐτὴ τῆς κορυφῆς, ἄλλοτε δὲ οὔ.

220. Ὅταν δὲ γνῷς καλῶς ἔχειν, παρὰ τὸν ἄνδρα κέλευε ἰέναι, καὶ ἡ μὲν γυνὴ ἄσιτος ἔστω, ὁ δ’ ἀνὴρ ἀθώρηκτος, ψυχρῷ δὲ λελουμένος καὶ εὐωχημένος σιτία ὀλίγα ξύμφορα. Καὶ ἡ γυνὴ ἢν γνῷ ξυλλαβοῦσα τὴν γονὴν, μὴ ἔλθῃ παρὰ τὸν ἄνδρα τοῦ πρώτου χρόνου, ἀλλ’ ἡσυχαζέτω· γνώσεται δὲ, ἢν ὁ μὲν ἀνὴρ φῇ ἀφιέναι, ἡ δὲ γυνὴ ἀγνοῇ ὑπὸ ξηρότητος. Ἢν δὲ ἀποδῷ πάλιν ἡ μήτρη τὴν γονὴν τῆς αὐτῆς ἡμέρης, ἔσται ὑγρὴ, καὶ ἢν γένηται ὑγρὴ, αὖθις μιγνύσθω τῷ ἀνδρὶ μέχρις ἂν ξυλλάβῃ.

221. Ἄλλη θεραπείη· πυριήσας τὸ σῶμα ὅλον, πῖσαι, καθῆραι ἄνω καὶ κάτω, εἶτα ὄνειον γάλα μεταπίσαντα πυριῇν τὰς μήτρας δι’ αὐλοῦ,

426
δύο μὲν ἡμέρας οὔρῳ γυναίκείῳ σαπρῷ καὶ λίτρον ἐμβάλλειν, τῇ δὲ τρίτῃ βοείῳ οὔρῳ· τῇ δὲ τετάρτῃ καὶ πέμπτῃ τρίψας μαράθρου σπέρμα καὶ ἀκτῆς φύλλα καὶ δάφνην καὶ κυπαρίσσου πρίσματα, ταῦτα ἑψῆσαι ὕδωρ ἐπιχέαντα· δεῖ δὲ μετὰ τὴν πυρίῆσιν λουσαμένην πολλῷ θερμῷ προστιθέναι στέαρ ἡδυντὸν ἐκ τῆς πυρίης εὐθὺς καὶ ἐς νύκτα· μετὰ δὲ σκευάζειν, ξυμμιγνὺς σμύρναν στακτὴν καὶ βούτυρον καὶ χηνὸς ἄλειφα καὶ ἐλάφου μυελὸν καὶ ῥητίνην καὶ νέτωπον· τουτέων ἴσον ἑκάστου ξυμμίξαντα, διατήξαντα, προστιθέναι ἐν εἰρίῳ μιλησίῳ μαλθακῷ ὡς εὐειροτάτω· μετὰ δὲ ἀναστομοῦν τὴν μήτρην μολιβδίοισιν ἐληλασμένοις ὀκτωδακτύλοισι πέντε τὸ πρῶτον ἔστω λεπτὸν, τὸ δὲ δεύτερον παχύτερον, καὶ τἄλλα θάτερον θατέρου παχύτερον· ἀναστομοῦν δὲ πέντε ἡμέρας· αἰεὶ δὲ λουσαμένη προστιθέσθω, καὶ ἀναδείσθω ἐκ τῆς ὀσφύος, ὡς μὴ πίπτῃ, καὶ ὠθείτω τὰ μολύβδια αἰεὶ ἀνωτέρω, τὸ δὲ τελευταῖον ὡς ἀνωτάτω· ἐπὴν δὲ ἀναστομώσῃ, προσθεῖναι καθαρτικὸν, τρίψας κανθαρίδας πέντε καὶ σικυώνης μακρῆς σπόγγον καὶ σμύρναν· ταῦτα μέλιτι ἑφθῷ φορύξαντα καὶ φυρήσαντα βαλάνιον εἰρίῳ κατειλίξαι πλὴν τοῦ ἄκρου· ἔπειτα εἰς ἄλειφα βάψαντα ὡς ἥδιστον, προσθεῖναι· χρῆσθαι δὲ καθαρτικῷ καὶ τούτῳ τῇ χολῇ τοῦ ταύρου, καὶ ἄνθει ὀπτῷ καὶ λίτρῳ καὶ σμύρνῃ, μέλιτι ὀλίγῳ διέντα, ὀθόνιον λεπτὸν ἀποδήσαντα, καὶ ἄνω τὸ ὀθόνιον περιελίξαντα τῷ φαρμάκῳ, προστιθέναι· χρῆσθαι δὲ καὶ βουπρήστει ξὺν τῇ σμύρνῃ, καὶ ἐλατηρίῳ ξὺν τῷ μέλιτι ἑφθῷ, καὶ τῇσι κανθαρίσι ξὺν τῷ ἐλατηρίῳ τε καὶ τῇ σμύρνῃ. Ἐπὴν δὲ καθαρθῇ, τῇ ὑστεραίῃ λούσαντα κλύσαι τὴν μήτρην’ κύμινον αἰθιοπικὸν τρίψας καὶ μελάνθιον καὶ ῥητίνην καὶ ἄλειφα καὶ μέλι καὶ οἶνον γλυκύν· ταῦτα μίξας καὶ ἀναχλιήνας κλύσαι· ἐπὴν δὲ κλύσῃς, ἀναστήσας,
428
περιιέναι κελεύειν, ὅκως τὸ κλύσμα διασείηται. Προσθεῖναι δὲ κρόκον καὶ σμύρναν καὶ λιβανωτὸν ἐν ῥάκει λιναίῳ ἀποδέοντα ξηρὸν ἴσον ἑκάστου, ξυμμίσγοντα χηνὸς ἄλειφα, περιχρίοντα τὸ ῥάκος· τοῦτο δὲ προστιθέναι ἑπτὰ ἡμέρας· τῇ δὲ ὀγδόῃ θυμιῆσαι σμύρνῃ καὶ ἀσφάλτῳ καὶ κριθῇ, εὐώδει ἀλείφατι πεφυρημένα ἐπὶ μαλθακὸν πῦρ ἐπιβαλὼν, θυμιῆν δι’ αὐλοῦ, Ἐπὴν δὲ θυμιήσῃς, τῇ ὁστεραίῃ τρῖψαι κάστορος ὄρχιν, οἶνον λευκὸν παραχέων, καὶ αὐτὸν μήλῃ ἀμφιπλάσας καὶ εἰρίῳ κατελίξας προσθεῖναι ἐς νύκτα· ὄρθρου δὲ ἀνελομένη καὶ διαμαλαξαμένη ἴτω παρὰ τὸν ἀνδρὰ, καὶ ξυγκοιμηθεῖσα ἀτρεμείτω· καὶ ἂν μὴ ἐπὶ τοῦ πρώτου κυήσῃ, αὖθις προσθεμένη αὐτὸ τοῦτο, παρὰ τὸν ἄνδρα ἐλθέτω. Ἄρχεσθαι δὲ χρὴ φαρμακεύοντα, ἐπειδὰν ἔλθῃ τὰ καταμήνια· ληγόντων δὲ χρὴ τὸ κυητήριον προσθεμένην ξυγκοιμᾶσθαι· τοῦ δὲ πρόσθεν χρόνου μήτε ἡ γυνὴ ἴτω ἆσσον τοῦ ἀνδρὸς, μήθ’ ὁ ἀνὴρ παρὰ τὴν γυναῖκα.

222. Ὅταν δὲ ἡ γυνὴ μὴ κυΐσκηται εἰωθυῖα πρότερον κυΐσκεσθαι, τοῦ ἀνδρὸς δὲ τὴν γονὴν ἐσδέχωνται αἰ μῆτραι ἐς ἑωυτὰς, ἀνάγκη παχὺ οὐρέειν τὴν γυναῖκα ταύτην· ἐνίοτε μὲν γὰρ ἐν τῇσι μήτρῃσι τὸ πῦον ἐγγίνεται· τὸ δὲ πῦον τὸ ἐν τῇσι μήτρῃσιν ὑπὸ φυμάτων γίνεται· διὰ δὴ τοῦτο ἡ γονὴ τοῦ ἀνδρὸς ὅταν μίσγηται, οὐχ ἅπτεται τῆς μήτρης, ἵνα δεῖ πήγνυσθαι τὴν γονὴν τοῦ ἀνδρός· τὸ γὰρ πῦον ἀμαυροῖ, ὥστε μὴ προσφέρεσθαι· τέθνηκε γὰρ τὸ πῦον καὶ σήπει τὴν γονήν· δεῖ δὴ τό τε πῦον ἐκκαθῆραι τῶν μητρέων, καὶ τὸ φῦμα τὸ ἐν τῇ δελφύϊ καταστῆσαι, ὅκως τὸ λοιπὸν μὴ κωλύῃ τὴν γονὴν πήγνυσθαι καὶ προσφέρεσθαι· ταχύνειν δὲ χρὴ ἐκκαθαίροντα, πρὶν ἢ πωρωθῆναι τὸ πῦον ἐν τῇσι μήτρῃσι. Κλύσαι δὲ χρὴ τὰς

430
μήτρας ὧδε· ἵππειον γάλα ἑψήσας, διεὶς διὰ κρησέρης ὡς λεπτοτάτης καὶ καθαρωτάτης, τούτῳ κλύζειν, κλυστῆρα ἐπιτήδειον ποιησάμενος· τὸ μὲν ἄκρον τοῦ κλυστῆρος λεῖον ἔστω, οἷόν περ μήλης, ἀργύρεον· καὶ παρ’ αὐτὸ τετρυπήσθω τοῦ κλυστῆρος ἀπολεῖπον ὀλίγον τὸ τρῆμα· εἶναι δὲ καὶ ἄλλας ἐκτρήσιας, διαλειπέτω δὲ ἴσον ἑκάστη ἔνθεν καὶ ἔνθεν ἐκ τοῦ πλαγίου τοῦ κλυστῆρος, καὶ μὴ μεγάλας, ἀλλὰ στενάς· τοῦ δὲ κλυστῆρος ἡ μὲν κορυφὴ στερεὴ ἔστω, τὸ δὲ ἄλλον ἔστω ὡς αὐλίσκος· δῆσαι δὲ χρὴ κύστιν συὸς θηλείης, ταύτην δὲ ψήσας εὖ μάλα· ἐπὴν δὲ προσδήσῃς, ἐγχέας τὸ γάλα ἐς τὴν κύστιν, ἐς τὰς τρήσιας ἐνθεὶς ῥάκος λεπτῆς ὀθόνῃς, ὅκως μὴ τὸ γάλα ῥέῃ ἐπειδὰν δὲ πλήσῃς τὴν κύστιν, ἀποδῆσαι, καὶ δοῦναι τῇ γυναικὶ αὐτῇ, ἣν μέλλεις κλύζειν· κείνη δὲ ἐξελοῦσα τὸ βύσμα, ἐς τὴν μήτρην ἐνθέσθαι· αὐτὴ δὲ εἰδήσει ὅκου δεῖ· ἔπειτα δὲ πιέζειν τῇ χειρὶ τὴν κύστιν, ἔστ’ ἂν τὸ πῦον ἐκρυῇ ἔξω πᾶν· δῆλον δὲ τοῦτο ἔσται, ἐπὰν μηκέτι ἐξίῃ τὸ πῦον ἅμα τῷ γάλακτι δῆλον γὰρ ὅτι οὐκέτι ἔνεστι· τότε χρὴ παύεσθαι· καὶ μετὰ τοῦτο, ἐπὴν ἀναψυχθῇ ὀλίγον χρόνον, σικυώνης ξηρῆς πεφυκυίας τὸν πυθμένα ἀποτρήσας, καὶ τῆς κορυφῆς τὸ ἄκρον ὡς ἂν τετρημένον ᾖ, τοῦτο ὅμοιον ποιήσας τὸ ἄλλο πλὴν τὸ ἄκρον, καθάπερ τοῦ κλυστῆρος τὸν αὐτὸν τρόπον· πάχος δὲ λεπτότερον ὀλίγον ὡς ἀνδρὸς αἰδοῖόν ἐστιν· τοῦτο περιθεῖναι ἐς τεῦχος, οἴνου ἐμπλήσας τὸ τεῦχος· ὁ δὲ οἶνος ἔστω ἀνθοσμίης ὡς εὐωδέστατος καὶ ξηρότατος καὶ παλαιότατος· ἔπειτα λίθον μέλανα διαφανῆ ἐμβάλλειν ἐς τὸν οἶνον· ἔπειτα περιθεῖναι σικυώνην ποιήσας χαλκοῦ λευκοῦ, καὶ ἡ γυνὴ
432
ἀμφικαθεζέσθω περὶ τὴν βάλανον τῆς σικύης, τὸ αἰδοῖον ποιήσασα ὁκοῖον δεῖ· ὅκως δὲ ὑπερέξει τὴν χαλκῆν καὶ ἔξωθεν σικυώνην, δύο δακτύλοιν ἔστω.

223. Ὅταν μὴ δύνηται ἡ γυνὴ γονὴν δέχεσθαι, πᾶσα ἀνάγκη μήνιγγα ἐπιπεφυκέναι ἐν τῷ στόματι τῶν μητρέων· δεῖ δὲ ἰὸν χαλκοῦ καὶ χολὴν ταύρου καὶ ὄφιος στέαρ, ταῦτα ξυμμῖξαι ὁμοῦ, εἶτα εἴριον λαβὼν ἀναδεῦσαι τῷ φαρμάκῳ, καὶ ἐνελίξαι ἐς ὀθόνιον βύσσινον, μέλιτι ὑποχρίσας τὸ ὀθόνιον, καὶ ποιῆσαι πρόσθετον ὅσον ἐλαίην τὴν μεγίστην· εἶτα προστιθέναι πρὸς τὸ αἰδοῖον νύκτα ὅλην· ὑπτίη δὲ κείσθω· τὴν δὲ ἡμέρην ἀφαιρείσθω, καὶ λουέσθω θερμῷ ὕδατι ἀπὸ μυρσίνης ὡς πλείστῳ· ἔπειτα δ’ ἡμέρης προστιθέσθω ἐνεστυίης νυκτός· μετὰ δὲ συνέστω.

224. Ἄλλη θεραπείη· πρασίου τῶν φύλλων λαβόντα πλῆθος, ὥστε τὴν χεῖρα εὖ ἐμπλῆσαι, ἐμβαλεῖν ἐς ἀγγεῖον ἀττικὸν, καὶ ἐπιχέαι ὕδατος ποτοῦ κοτύλας ἀττικὰς τέσσαρας· καὶ προβρέξαντα ἐννέα ἡμέρας, πίνειν ἑτέρας ἐννέα ἡμέρας νῆστιν, λουσαμένην, δύο κυάθους τῆς ἡμέρης τοῦ ἀπὸ τοῦ πρασίου, γλυκέος λευκοῦ ἴσον μίσγουσα· ὅταν δὲ τριταίη ᾖ πίνουσα, πυριήσθω κωνείου φύλλοισιν ἐπὶ πῦρ ἐπιβάλλων ἐννέα ἡμέρας, καὶ μετὰ τὴν πυρίην λούεσθαι, καὶ οὕτω πίνειν εὐθὺς τούτων· ὅταν δὲ τὰς τρεῖς πεπυριημένη ᾖ, προστίθεσθαι τοῦ πρασίου αὐτέου τετριμμένου λείου δι’ ἡμέρης, ἐπὶ τρεῖς ἡμέρας, λινόζωστιν λείην τετριμμένην, ἐν μέλιτι ἀττικῷ, δι’ ἡμέρης· προβρεχέσθω δὲ ἐν οἴνου λευκοῦ τρυγὶ χοῒ καὶ ἱππομαράθρου

434
καὶ μαράθρου ῥίζα, καὶ δᾳδὸς ὡς πιοτάτης ὄζοι, καὶ ἐρευθεδάνου τεταρτημόριον, καὶ μαράθρου σπέρμα, καὶ περιστερεῶνος ῥίζαι πολλαί· προβρεχέσθω δὲ ἡμέρας μὴ ἐλάσσω τῶν ἐννέα· πίνειν δὲ μετὰ ταῦτα, λουσαμένην κατὰ κεφαλῆς, κοτύλην τῆς ἡμέρης ἀκρήτου τοῦ βρεχομένου ἐν τῷ λουτρῷ ἐοῦσαν, καὶ μετὰ ταῦτα κατακλιθεῖσαν ἐκθερμαίνειν ἑωυτὴν, καὶ προστίθεσθαι· ἐνταῦθα διὰ τρίτης, μετὰ τὸ ποτὸν, τὸ ἐκ τῆς χολῆς δι’ ἡμέρης, ἐπὶ ἡμέρας ἔξ. Ὅτε δὲ μέλλει ἤδη προσιέναι καλῶς καθάρσιος ἔχουσα, ὑοσκυάμου φύλλα καὶ ῥίζας ἀναζέσας ἐν ὕδατι, πυριήσθω τούτοισιν ὡς θερμοτάτοισιν ἐπὶ τρεῖς ἡμέρας ἐς νύκτας, καὶ λουσαμένη παρὰ τὸν ἄνδρα ἴτω. Μετὰ δὲ ταύτην τὴν πυρίησιν καὶ ἐλάφου αἰδοίου ὑποθυμιῆσαι, καὶ ὅταν ἴδῃς ἔχειν αὖον, τούτου ἐπ’ οἶνον λευκὸν κεκρημένον ἐπιξύων, ἐπὶ τρεῖς ἡμέρας διδόναι πίνειν, καὶ ὅταν ὠδίνῃ, διδόναι πίνειν, καὶ γὰρ ὠκυτόκιόν ἐστι τοῦτο.

225. Ἄλλη θεραπείη· χολὴν ταύρου ἀναζέσαι καὶ στυπηρίην μηλίην· ἐλάφου δὲ κέρας κατακαύσας τρῖψαι λεῖον, καὶ ξυμμίξας, βαλανίοις χρῆσθαι. Ἕτερον θεραπευτικόν· κύμινον ἐν οἴνῳ μέλανι ἑψήσας, τρίψας λεῖον, βάλανον ποιῆσαι, καὶ ἐς νύκτα προσθεῖναι· μετὰ δὲ ταῦτα κατακαύσας τρύγα οἴνου λευκοῦ, τὸ λεπτότατον δηλονότι τῆς τρυγὸς, ἐπειδὰν κατακαύσῃς, ἀφαιρέειν τοῦτο ἐν πτερῷ, ἔπειτα ἐς ὀθόνιον ἀποδήσας προσθεῖναι ἐς νύκτα, καὶ πράσα ἑφθὰ ἐσθιέτω· μετὰ δὲ τοῦτο τράγιον τρίβων καὶ μέλιτι διεὶς προσθεῖναι ἐς νύκτα· μετὰ δὲ τραγίου καρπὸν λεῖον τρίψας, ἐν οἴνῳ λευκῷ διεὶς, δᾷδα ἐπιξύων διδόναι πίνειν· μετὰ δὲ ὀρίγανον διὰ δευτέρης ὑποθυμιῇν, καὶ οὕτω πρὸς τὸν ἄνδρα ἴτω.

226. Ἄλλη θεραπείη ἐπὶ γυναῖκα μὴ δυναμένην τεκεῖν· ἢν γυναῖκα

436
μὴ δυναμένην τεκεῖν, τοκήεσσαν ἐθέλῃς ποιῆσαι, σκέψασθαι χρὴ ἐν τοῖσιν ἐπιμηνίοισιν εἴτε χολώδης εἴτε φλεγματώδης εἴη· γνώσῃ δὲ τῶνδε ὁπότερον μᾶλλον, ψάμμον ὑποβαλὼν λεπτὴν καὶ ξηρὴν, ὅταν τὰ ἐπιμήνια γίνηται, ἐν τῷ ἡλίῳ ἐπιχέαι ἀπὸ τοῦ αἵματος· καὶ ἢν μὲν χολώδης ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδης ᾖ, οἷον μύξαι. Τούτων ὁπότερον ἂν ᾖ, καθήρας τὴν κοιλίην, ἤν τε ἄνω ἤν τε κάτω δοκέῃ σοι δεῖσθαι· ἔπειτα διαλιπὼν ἡμέρας τινὰς, τὰς ὑστέρας καθαίρειν, καὶ ἢν ὑγρότερον τὸ στόμα τῶν ὑστερέων ᾖ, προστιθέναι τὰ δριμέα, ὅκως δηχθὲν καὶ φλεγμῆναν τὸ στόμα τῶν ὑστερέων σκληρὸν γένηται.

227. Ἢν δὲ γυνὴ μὴ πυρέσσῃ τὰ ἔνδοθεν, μηδὲ κυΐσκηται ὑπὸ τῶν ὑστερέων, μηδὲ ἀνδρὶ μίσγεσθαι δύνηται, ἀλλ’ ὑπνώσσῃ τε καὶ ἀσιτέῃ, μέλιτι μίξας οἶνον ἐγχεέσθω ἐς τὰ αἰδοῖα, καὶ σμύρναν ὑποθυμιήσθω· ἐς δὲ τὴν ἕδρην βαλάνους προστίθεσθαι, μίσγουσα χηνὸς ἄλειφα, καὶ εἴσω ἐγχεῖν ἐς τὸ αἰδοῖον· εἶτα καὶ κλύζειν ἔλαιον, ἐν μέλιτι ἴσον μίξας.

228. Ἢν αἱ μῆτραι γυναικὶ ἰσχνωθῶσι, καὶ τρηχύνηται τὸ στόμα αὐτέων καὶ ξυμμεμύκῃ, καὶ τὰ ἐπιμήνια αὐτῇ μὴ φαίνηται, μηδὲ κυΐσκηται, ἀλλὰ πυρετὸς λαμβάνῃ μαλθακὸς, καὶ ὀδύναι αὐτέῃ ἐμπίπτωσιν ἐς τὰς ἰξύας καὶ τὴν νείαιραν γαστέρα· ἡ δὲ νοῦσος αὕτη γίνεται μάλιστα, ὅταν τι τῶν ἐν αὐτῇ διαφθείρῃ· γίνεται δὲ καὶ ἐκ τόκου. Ταύτην χρὴ λούειν θερμῷ καὶ πυριῇν· ὅταν δὲ λελουμένη καὶ πεπυριημένη ᾖ, τῇ μήλῃ ἀνευρῦναι τὸ στόμα τῶν μητρέων, καὶ προστιθέσθω σμύρναν τρίψασα καὶ νετώπου τὸ ἴσον, ἢ μύρον ῥόδινον

438
ἐν ῥάκει, καὶ μολύβδου προστίθεσθαι ποιήσαντα ὡς βάλανον καταξύοντα, καὶ καταλείφειν βοὸς χολῇ, καὶ γνώσεται ἐν τέσσαρσιν ἡμέραις τὰς ἀγόνους, καὶ πυριῇν καὶ φαρμακεύειν.

229. Ἢν δὲ παχυνθῇ παρὰ φύσιν, οὐχ ἴσχει ἐν γαστρί· τὸ γὰρ ἐπίπλοον ἐπικείμενον παχὺ καὶ πουλὺ ἀποπιέζει τὸ στόμα τῶν μητρέων, καὶ τὴν γονὴν οὐ δέχονται. Ταύτην χρὴ λεπτύναντα φάρμακον πῖσαι κάτω, καὶ πρὸς τὰς ὑστέρας προσθεῖναι, ὅ καθαίρει τε καὶ φῦσαν ἐμποιέει.

230. Ἢν τὸ στόμα τῶν μητρέων σκληρὸν γένηται ἢ ὁ αὐχὴν, τῷ δακτύλῳ γνώσεται ψαύουσα, κἢν πρὸς τὸ ἰσχίον ἀπεστραμμέναι ἔωσιν. Ὅταν οὕτως ἔχῃ, μὴ προσφέρειν μηδὲν δριμύ· ἢν γὰρ ἑλκώσῃ τὸ στόμα τῶν ὑστερέων, ὅταν φλεγμαίνῃ, τὸ πάμπαν κίνδυνος ἄτοκον γενέσθαι· ἀλλὰ προστίθεσθαι ἃ μὴ δάκνει, ὑφ’ ὧν φλέγμα καθαίρεται. Ὅταν γυναικὶ τὰ καταμήνια γένηται καὶ παρέλθῃ, πρῶτα μὲν χρὴ κεφαλὴν καθῆραι, ἔπειτα ἐλλεβορίσαι, ἤν τε ἅπαξ ἤν τε δὶς δέῃ· μετὰ δὲ πυριῆσαι πυριητήριον κατασκευάσας τὸ ἐκ τῆς σικύης· ὅταν δὲ πεποιημένον ᾖ, ἐγχέας ἐς ἐχῖνον θάλασσαν, καὶ πράσα ἐμβαλὼν, ἐπιθεῖναι τὸν αὐλὸν τῆς σικύης, καὶ περιαλεῖψαι πηλῷ ὡς βελτίστῳ, ὅκως μὴ διαπνέῃ· εἶτα διὰ σχοινοτόνου δίφρου τῶν τετραγώνων διάγειν τὸν αὐλὸν, ὅκως ὑπερέξει δύο δακτύλους τοῦ τόνου· εἶτα ὑποκαίειν ἄνθραξι, καὶ τὰς καθέδρας φυλάσσειν, ὅταν τε καθίζηται καὶ ὁκόταν ἀνίστηται, ὅκως μὴ κατακαυθῇ, ἀλλὰ καθίζειν ἔτι ψυχροῦ ἐόντος τοῦ πυριητηρίου καὶ ἀνίστασθαι ἕως ἂν καταψυχθῆναι τὸν αὐλόν· ἐπὶ δὲ τῇ πυρίῃ τὴν διατριβὴν

440
ὅτι πλεῖστον τῆς ἡμέρης μέρος ποιέεσθαι. Καὶ τῇ μὲν τοιαύτῃ πυρίῃ ἐπὶ πέντε ἡμέρας χρῆσθαι, δέκα δ’ ἀντὶ τῶν πράσων, τῶν σκορόδων· τάδε πυρία, καὶ αὐτὴν τὴν δέσμην κατακόψας, ἐς τὴν θάλασσαν ἐμβαλεῖν. Μετὰ δὲ τὰς λοιπὰς τῶν ἡμερέων αὐτῇ τῇ θαλάσσῃ μόνῃ πυριήσθω, καὶ· ὅκως πρὸς ἄνδρα μὴ προσίῃ ἐν πάσῃ τῇ θεραπείῃ. Τὴν τελευταίην δὲ πυρίην, ὅταν μέλλῃς ἀφιέναι τῆς θεραπείης, σκυλάκιον ὅτι νεώτατον ἀνασχίσας, ἀρωμάτων παντοδαπῶν εἴδη ὅτι εὐωδεστάτων καὶ ξηροτάτων· κόψας, τὰ ἐντοσθίδια ἐξελὼν τοῦ σκυλακίου ἐμπλῆσαι καὶ σάξαι ὅτι μάλιστα τῶν ἀρωμάτων, ξυλήφια δὲ ὑποθεὶς, ἐς τὸν ἐχῖνον ἐνθεὶς τὸ σκυλάκιον, οἶνον ὡς εὐωδέστατον ἐπιχέαι, καὶ πυριῇν διὰ τοῦ αὐλοῦ, καὶ ὅκως κατὰ δύναμιν εἶναι ὅλην τὴν ἡμέρην ἐπὶ ταῦτης τῆς πυρίης, πυριῆσαί τε καὶ ἐρωτᾷν αὐτὴν, ἢν ἡ ὀδμὴ διὰ τοῦ στόματος δοκέῃ ὄζειν τῶν ἀρωμάτων· σημεῖον γὰρ οὐ σμικρὸν ἐς ξύλληψιν τῇ θεραπευομένῃ. Προσθέτοισι δὲ χρέο, κρόκου ὅσον ἂν βούλῃ, καὶ σμύρνης ὅσον δύο κυάμους, καὶ ἅλας συχνὸν παράμισγε, πρὸς ταῦτα τεκμαιρόμενος, καὶ ταύρου χολῆς ὅσον δύο κυάμους· ἢν δὲ πρηϋτέρῳ βούλῃ χρῆσθαι, ἔλασσον μίσγειν τῆς χολῆς· ἢν δὲ ἰσχυροτέρῳ, πλέον· ταῦτα τρίψας λεῖα, καὶ μέλιτος παραστάξας, τρῖβε ἄχρις ἄν σοι τριβόμενον γένηται, ὥστε δακτύλῳ ἐκμάξαι· ὅσῳ δ’ ἂν πλείονα χρόνον τρίβῃς, τοσούτῳ ξηρότερον καὶ γλισχρότερον καὶ βέλτιον ἔσται. Ποιήσας δὲ παχύτερον ἢ βάλανον, καὶ τὸ ἄκρον ὀξὺ, ἐκ τοῦ μέσου παχύτερον, ἔπειτα δὲ ἀγόμενον ὅκως πρὸς τὴν ὑστέρην προστεθῇ, ἐς τοῦτο ἔμπηξον ξυλήφια ὀριγάνου δύο ποιήσας λεῖα· ἔστω δὲ ἑξαδάκτυλα·
442
εἶτα κατέλιξον τὰ ξυλήφια εἰρίῳ ὡς μαλθακωτάτῳ· ἔπειτα ἄνωθεν ῥάμματι κατέλιξον λεπτῷ, καὶ ὑπερεχέτω τὸ ῥάμμα ὅσον τέσσαρας δακτύλους τῶν ξυληφίων. Προσχεαμένη δὲ καὶ καθαρὴν ἑαυτὴν ποιήσασα ὅτι μάλιστα προσθέσθαι αὐτὸ τὸ στόμα, ῥάκος ὑποβαλλομένη ὑπὸ τὰ ἰσχία, καὶ τὴν νύκτα προσκείσθω· ἔσται δὲ αὐτὴ ἡ κάθαρσις ὑδατώδης· τῇ δευτεραίῃ ἀναστᾶσα λουσάσθω, καὶ ἐπὶ τὴν πυρίην μὴ καθίσῃ ταύτῃ τῇ ἡμέρῃ. Ὅταν δὲ πυριῆται καὶ ἀναστῇ ἀπὸ τῆς πυρίης, κηρωτὴ ἔστω πεποιημένη ἀπὸ τῆς πρώτης ἡμέρης ὡς καλλίστη, καὶ ξυμμίξαι μάλιστα μὲν ἐλάφου μυελόν· εἰ δὲ μὴ, χηνὸς στέαρ· καὶ ὅταν ἀναστῇ ἀπὸ τῆς πυρίης, ἑκάστης ἡμέρης προσχεαμένη καὶ καθαρὴν ἑωυτὴν ποιήσασα ἐς τὴν κοίτην, τῇ κηρωτῇ ἀλειφέτω τὴν ὑστέρην ἑκάστης ἡμέρης· τὰ μὲν ἄλλα ταὐτὰ πάντα ξύμμισγε τοῖσιν ἔμπροσθεν ἐκτὸς τῆς χολῆς· ὀριγάνου δὲ τρίβων ὡς λειοτάτης, ξύμμισγε ἐς τὴν βάλανον καὶ προστιθέσθω. Ἄλλο· τὰ μὲν ἄλλα ταὐτὰ καὶ τὸν αὐτὸν τρόπον πεποιημένα, ἀντὶ δὲ τῆς ὀριγάνου ἀψίνθιον ξυμμίξας καὶ κατὰ τὸν αὐτὸν τρόπον ποιήσας προστιθέσθω. Ἄλλο· ἐκ τῶν πυρῶν ἐκλέξας τὸ μελάνθιον, τρίψας τε λεῖον ἰσχυρῶς, καὶ μέλι παραμίξας, καὶ σφαιροειδὲς ποιήσας, προστιθέσθω· πλὴν πυρετοὺς ἐμποιέει, καὶ τὸ ἄρθρον οἰδέει, καὶ δηκτικὸν ἰσχυρῶς ἐστι τοῦτο. Ἄλλο· μέλι ἑψήσας καὶ ἐλλεβόρου κόψας τοῦ μέλανος τὸ λεπτὸν, ἢν πλέον, ἰσχυρῶς δηκτικὸν ἔσται· ἔστι δὲ πυρετῶδες καὶ τοῦτο. Ἄλλο· τὸν αὐτὸν τρόπον τοῦτον ἑψήσας μέλι, ξυμμίξας τε ἐλατηρίου ὅσον πόσιν ἑψεῖν, καὶ ποιήσας βαλάνιον, τὸν αὐτὸν τρόπον διδόναι προστίθεσθαι· καὶ τοῦτο πυρετῶδες, ἄγει δὲ καὶ αἷμα, ἔνια δὲ τούτων καὶ δέρματα. Εἰ δὲ βούλοιο, καὶ τὸ δρακόντιον ξύων, ἐστὶ δὲ πρηῢ ἐν μέλιτι ἑφθῷ ἢ ὠμῷ, καὶ τοῦτο σφαιροειδὲς ποιέειν, ὁκόσον κικίδα μεγάλην. Πειρῶ
444
δὲ φυσικὸς εἶναι, πρὸς τῆς ἀνθρώπου τὴν ἕξιν καὶ τὴν ἰσχὺν ὁρέων· τούτων γὰρ οὐδεὶς σταθμός ἐστιν, ἀλλ’ ἐξ αὐτέων τουτέων τεκμαιρόμενος πειρῶ, ὅλου τοῦ σώματος, κεφαλῆς καθάρσεσι, φαρμακείῃσι, καὶ πυρίῃσι τῆς ὑστέρης καὶ προσθέτοισι χρῆσθαι· στοιχεῖα δέ σοι ταῦτά ἐστιν· ἡ δὲ θεραπείη τουτέων ἐστὶν ἐν μέρει ἑκάστου, καὶ ὅ τι ἂν μὴ ποιῇς τουτέων, αἰεὶ ἐπὶ τῆς πυρίης διατριβέτω· αὕτη γάρ ἐστιν ἡ μαλθάσσουσα καὶ ἄγουσα τοὺς ἰχῶρας. Ὅταν δὲ καταπαύσῃ τῆς θεραπείης, ληγόντων τῶν κατὰ φύσιν, χρὴ αἷμα ἀφαιρέειν ἀπὸ τῆς χειρός· ἢν μὲν ἰσχύῃ, ἀπ’ ἀμφοτέρων τῶν βραχιόνων, ἢν δὲ ἀσθενεστέρη ᾖ, ἀπὸ τοῦ ἑτέρου οὗ ἀπόχρη. Διαίτῃ δὲ οἵῃ χρῆσθαι δεῖ ἐν τῇσι θεραπείῃσι ταύτῃσιν ἑτέρωθί μοι δεδήλωται. Ὑποθυμιῇν δ’ εἰ βούλει, τὰς αἴρας ἐκ τῶν πυρῶν ἐκλέξας, ἀλέσας λεπτὰ, καὶ κλημάτινον πῦρ ποιήσας ὅτι μαλθακώτατον, ἔπειτα ἐμβαλὼν ἐς τρυβλίον, ἔνθες ἐς ἡμίεκτον, καὶ ῥάκεα περιθεὶς ἵνα μαλθακῶς κάθηται, καθέζεσθαι αὐτὴν κελεύειν ἐπὶ τῷ ἡμιέκτῳ, ὅτι μάλιστα διάγουσαν τὰ σκέλεα. Ἡ δὲ θεραπείη ἢν μὲν ἱκανή σοι γένηται ἐν τετραμήνῳ· εἰ δὲ μὴ, πρὸς ταῦτα σκέπτου, καὶ ὅκως πρὸς ἄνδρα μὴ πρόσεισιν ἐν ᾧ θεραπεύεται χρόνῳ. Ἐν δὲ τῇσι θεραπείῃσι διδόναι δαῖδα ἐν ὕδατι καταβρέχων νήστει, ὅσον κύαθον, καὶ τὴν κασσιτερίνην ξυνεχῶς ἔχειν. Διδόναι δὲ κοτυληδόνας ἐν ὕδατι ἑψῶν, ἅλας, κύμινον συνεψῶν, καὶ χλιηρὸν ῥοφεῖν. Αἱ πλατεῖαι θηλύγονοι δοκεῦσιν εἶναι, αἱ δὲ σμικραὶ καὶ ξυμμύουσαι, ἀρσενόγονοι.

231. Ἐγκυητήριον ἄκρον· μελανθίου γυναικὶ διδόναι, ἐν οἵνῳ μέλανι στρυφνῷ.

446

232. Γυναικὶ νέῃ ἐούσῃ ῥόος ἐρυθρὸς ὀχλεῖ, καὶ φαρμακευομένη, κεφαλὴν καθαιρομένη, φλεβοτομουμένη, οὐδὲν ὠφελεῖ· δοκεῖ δὲ τοῦτό οἱ αἴτιον εἶναι, ὥστε μὴ ξυλλαμβάνειν· ἐδίδουν δὲ αὐτῇ ἀσπαλάθου τῶν ῥιζῶν ἐν οἴνῳ λευκῷ ἀποζεόμενον πρωῒ καὶ πρὸς δείπνου, ὅ τε ῥόος ἐπαύσατο, καὶ οὐ βραδέως ἐκύησεν, ἔτεκεν ἄρσεν· τὸ χρῶμα λευκόχρως, εὔσαρκος.