De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

81. Κάθαρσις παμπόλλη τε καὶ παντοίη ὑπὸ τούτου γίνεται· σκορόδου μώλυζαν, νίτρον, σύκου τὸ ἔνδον τὸ πῖον, ἴσον τρίψας λεῖα; ὁκόσον κικίδα ποιέειν τὸ μέγεθος, καὶ προστιθέναι. Ἢ κυμίνου φύλλα ἐν οἴνῳ τρίψας, ἐν εἰρίῳ πρόσθες. Ἢ γῆς λευκῆς ὅσον πόσιν. Ἢ λευκὴν ῥίζαν τρίβειν λείην, καὶ μέλι ἐπιχέας καὶ ἀναζέσας, βάλανόν τε ποιήσας, προστίθει. Ἢ ὀπὸν σιλφίου μετὰ σύκων μαλάσσειν, καὶ βάλανον ποιέειν· ἀγαθὸν δὲ καὶ σικύης σπέρμα τρίβειν ὁμοίως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν καὶ νέτωπον καὶ κυκλάμινον, τούτων ὅσον κικίδα, τῆς δὲ κυκλαμίνου πλέονα μοῖραν, μέλιτι ξυμμίξασα, ἡ θεραπευομένη προστιθέσθω. Προσθετόν· κυκλαμίνου τὴν κεφαλὴν καθαίρειν ὕδατι, τρῖψαι, καὶ ἐς ἄχνην ἀναφορύξαντα προστιθέναι. Ἢ σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου ξὺν μέλιτι ὁμοίως. Ἢ κόκκους ἐκλέψαντα ὅσον τρεῖς ἰνδικοῦ φαρμάκου, τοῦ τῶν ὀφθαλμῶν, ὃ καλέεται πέπερι, καὶ τοῦ στρογγύλου, τρία ταῦτα λεῖα τρίβειν, καὶ ὁἴνῳ παλαιῷ χλιηρῷ διεὶς, βαλάνιον περὶ πτερὸν ὄρνιθος τιθέναι, καὶ ὧδε προσάγειν. Ἢ τιθυμάλλου ὀπὸν μέλιτι ἀναδεύσας, ἢ σκίλλης ῥίζην ὅσον ἑξαδάκτυλον ἑλίξας δύο δακτύλους ἐν εἰρίῳ, πρόσθες. Ἢ αὐτὴν τὴν σκίλλαν ἄνευ ῥίζης τρίβειν, καὶ ὡσαύτως ἑλίσσειν εἰρίῳ, εἶτα προστιθέναι.

82. Κλυσμὸς, ἢν φλεγματώδης γυνὴ ᾖ ἐλλεβόρου δύο πόσιας

204
ἐν οἴνῳ διιέναι γλυκεῖ, ὅσον δύο κοτύλας, καὶ κλύζειν μίσγοντα. Ἢν καθάρσιος δέηται, πράσα δεῖ ἑψεῖν, ἢ ἀκτῆς καρπὸν, ἢ ἄννησον, λιβανωτὸν, σμύρναν, οἶνον, ταῦτα πάντα τρίβειν, καὶ τῷ χυλῷ τουτέων κλύζειν. Ἢ κράμβην ἑψήσας ἐν ὕδατι, ἐν τῷ χυλῷ ταύτης ἕψει τὴν λινόζωστιν, καὶ σμικρὸν ἀποχέας ἀπόκλυζε. Ἢ κνήστρου πόσιν ἐν μέλιτι διεὶς ἐνιέναι.

83. Σκέπτεσθαι δὲ χρὴ τὰ ἐπιμήνια, ἤν τε χολώδεα ἤν τε φλεγματώδεα ᾖ· ψάμμον ἐς τὸν ἥλιον ὑποβάλλειν λεπτὴν, ξηρὴν, καὶ ὅταν τὰ καταμήνια ἴῃ, τοῦ αἵματος ἐπιχέαι, καὶ ἐῇν ξηρανθῆναι· καὶ ἢν μὲν χολώδεα ᾖ, ἐπὶ τῇ ψάμμῳ ξηραινόμενον τὸ αἷμα χλωρὸν γίνεται· ἢν δὲ φλεγματώδεα, οἷον μύξαι ὁρῶνται· ἢν οὖν φλεγματώδεα ᾖ, κνήστρου ὅσον πόσιν διιέναι ξὺν μελικρήτου κοτύλῃ, καὶ κλύσαι.

84. Καθαρτικὸν μαλθακὸν ὕδωρ ἄγει καὶ δέρματα καὶ ἰχῶρα ὕφαιμον, καὶ καταμήνια κατασπᾷ, ἢν μὴ πουλυχρόνια ᾖ, καὶ ὑστερῶν στόμα μαλθάσσει· μύρον ναρκίσσινον καὶ κύμινον ὃ ἐσθίεται, σμύρναν τε καὶ λιβανωτὸν, ἀψίνθιον, κύπριον ἅλας, ῥόδινον ἄλειφα, τούτων τὸ ἴσον τῶν ἄλλων ἑκάστου, τοῦ δὲ ναρκισσίνου τέσσαρας μερίδας, ἐπικτένιον ὠμοῦ λίνου ξυμμίξας, πάντα τρῖψον καὶ ποίησον βάλανον, περὶ πτερῷ ῥάκος λεπτὸν περιθεὶς, καταδῆσαι, καὶ ἐμβάψαι ἐς ἄλειφα λευκὸν αἰγύπτιον, καὶ προστιθέναι, καὶ ἐῇν ὅλην τὴν ἡμέρην· λουσαμένη δὲ καὶ ἀφαιρευμένη διανιζέσθω τῷ

206
ὕδατι τῷ εὐώδει. Ἕτερον καθαρτικὸν, ὕδωρ ἄγει καὶ δέρματα καὶ μύξας καὶ ἰχῶρα ὕραιμον· σμύρναν, ἅλας, κύμινον, χολὴν ταύρου, ταῦτα ξυμμίξας καὶ μέλιτι φυρήσας καὶ ἐς ῥάκος ἐνθεὶς προσθεῖναι, ἡμέρην δὲ ὅλην ἐντίθεσθαι, εἶτα λουσαμένη καὶ ἀφελομένη διανιζέσθω ὕδατι τῷ εὐώδει. Ἄλλο· ἅλες, κύμινον, χολὴν ταύρου μέλιτι ἀναφυρέειν, καὶ προστίθεσθαι, λουσαμένην, ἀφαιρεομένην, τῷ εὐώδει ὕδατι διανίζεσθαι. Ἢ σίλφιον σύκῳ μῖξαι καὶ προστίθεσθαι, εἶτα διανίψαι μύρῳ ῥοδίνῳ. Ἢ κόκκους ἐκλέψαντα ἑψεῖν, καὶ βάλανον ποιέειν, ἐπὴν δ’ ἀφέληται, προστιθέσθω ῥόδινον. Ἢ σκόροδον καὶ νίτρον ἐρυθρὸν καὶ σῦκον, τούτων ἑκάστου ἴσον μίξας μέλιτι, δοῦναι προστίθεσθαι, κἀπειδὰν ἀφέληται, ἐλάφου στέαρ προστίθεσθαι, τήξας ἐν οἴνῳ. Ἢ πεπέρεος κόκκους πέντε ξὺν ἐλατηρίῳ ὀλίγῳ μῖξαι, παραστάζειν δὲ γυναικὸς γάλα ἐν εἰρίῳ, ἐς μύρον ἀποβάψασα, προστίθεσθαι δὲ ἀφελομένην ὡσαύτως. Ἢ σύκου τὸ πιότατον ξὺν ἐλατηρίου πόσει καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον καὶ μέλιτος ἴσον, ὡσαύτως. Ἢ χολὴν ταύρου καὶ νίτρον ἐρυθρὸν, νέτωπον, κυκλαμίνου ὅσον κικίδα ἐν μέλιτι. Ἢ χολὴν ταύρου, ἐς αἰγύπτιον ἔλαιον βάψασα προστιθέσθω, καὶ ἀφελομένη, ῥοδίνῳ. Ἢ σικύης τῆς μακρῆς τὴν ἐντεριώνην τὸ σπέρμα ἐξελὼν ξὺν γάλακτι γυναικὸς κουροτρόφου, καὶ σμύρναν ἄκρητον καὶ μέλι ὀλίγον καὶ μύρον αἰγύπτιον, τρίβειν, καὶ προστιθέναι. Ἢ τὴν ἐντεριώνην τῆς σικύης αὐῆναι, κόψαι δὲ ἄνευ τοῦ σπέρματος καὶ μέλι ἐμβαλεῖν, καὶ ἀναζέσαι, καὶ βάλανον ποιέειν εὐμήκεα, καὶ βάπτειν ἐς ἔλαιον λευκόν. Ἢ τὴν ἀγρίην κολοκύντην
208
λοκύντην ὡσαύτως· καὶ ἐλατηρίου τρεῖς πόσιας ἐν σταιτὶ τρίβειν, καὶ βάλανον ποιέειν. Ἄλλο ὁμοίως· κόκκους ἐκλέψας, τρῖψον ὅσον πόσιν, ἑψῆσαι, καὶ μέλι περιχέαι, καὶ προσθέσθαι, ἢ ῥόδινον ἄλειφα καὶ προσθέσθω· ὅσαι δὲ βάλανον προστίθενται, ἐμπήξαντα χρὴ τὸ πτερὸν ἐς τὴν βάλανον, ἔπειτα ῥάκος περιθεῖναι λεπιὸν ἐν εἰρίῳ, βάψασα ἐς ἄλειφα αἰγύπτιον προστίθεσθαι· ἄγει δὲ μάλιστα, καὶ δέρματα ἀφαιροῦνται. Προσθετὰ καθαρτικὰ ἰσχυρὰ, ὕδωρ ἄγειν δυνάμενα καὶ μύξας καὶ δέρματα μᾶλλον τῶν πρόσθεν· τοῦ πεπέρεος κόκκους τέσσαρας τῶν μεγίστων, ἢ δέκα τῶν μικρῶν, ἐλατηρίου πόσει ξυμμίξας, τρῖβε λεῖα, παραστάζων γυναικὸς γάλα, καὶ μέλι ὀλίγον, ἀναφυρήσας τοῦτο, ἐς εἴριον μαλθακὸν καθαρὸν περὶ πτερὸν περιελίξας ῥάκεα, καὶ καταλαβὼν προστιθέναι, ἐς λευκὸν ἄλειφα αἰγύπτιον βάπτων· προσκείσθω δὲ ἡμέρην, καὶ ἐπειδὰν ἀφέληται, προστιθέσθω τὸ στέαρ τοῦ ἐλάφου. Προσθετὰ καθαρτικὰ, ἢν μὴ ποτὰ καθαίρῃ· λινόζωστιν τρίψας καὶ σμύρναν, προστιθέναι. Προσθετὰ ὁμοίως καθαρτικὰ, χορία δυνάμενα ἐκβαλεῖν, καὶ καταμήνια κατασπᾷν, καὶ ἔμβρυον ἀπόπληκτον ὑπεξαγαγεῖν· κανθαρίδας πέντε ἀποτίλας καὶ τὰ πτερὰ καὶ τὰ σκέλεα καὶ τὴν κεφαλὴν, εἶτα τρίβολον παραθαλάσσιον κόψας τῇσι ῥίζῃσι καὶ τοῖσι φύλλοισι καὶ τὸ χλωρὸν τὸ ἔξω, τρίψας ἴσον ὄγκον καὶ σελίνου σπέρματος καὶ σηπίης ὠὰ πεντεκαίδεκα ἐν οἴνῳ γλυκεῖ κεκρημένῳ, καὶ ἐν ὕδατι θερμῷ καθιννύσθω, καὶ μελίκρητον ὑδαρὲς πινέτω καὶ οἶνον γλυκὺν καὶ τοῦ τετριμμένου
210
ὅσον στατῆρα αἰγιναῖον ἐν οἴνῳ γλυκεῖ πίνειν· ἐπὴν δὲ ὀδύνη ἔχῃ, λευκοὺς ἐρεβίνθους καὶ ἀσταφίδας ἑψήσας ἐν ὕδατι καὶ ψύξας, διδόναι πιεῖν· ὅταν ἡ σταγγουρίη ἔχῃ, ἐν ὕδατι χλιερῷ καθήσθω, καὶ οἶνον πινέτω γλυκύν. Πάσης νούσου, δυνάμενον καὶ ἀναστομῶσαι καὶ καθῆραι· σμύρναν ὀλίγην καὶ ἐλελίσφακον καὶ ἄννησον τρίψας χρῶ.

85. Καθαρτικὸν δυνάμενον ἄτοκον καθῆραι, ἢν τὸ στόμα τῆς μή. τρης ὀρθῶς ἔχῃ· πυριῇν βόλβιτον ξηρὸν κόψας καὶ διασήσας τέσσαρας χοίνικας, ὄξους δὲ κοτύλας δέκα, καὶ οὔρου βοείου ἕτερον τοσοῦτον, καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῇν δὲ βληχρῇσι πουλὺν χρόνον, εἶτα λουσαμένη φάκιον πιοῦσα καὶ μέλι καὶ ὄξος ξυμμίξασα ἐμεσάτω, καὶ ῥοφέειν ἄλευρον δοῦναι, καὶ ἐπιπιεῖν οἶνον εὐώδεα. παλαιὸν ἐξηθριασμένον, σίτου δὲ μὴ γευέσθω τῇ ἡμέρῃ ταύτῃ, τῇ δὲ δευτέρῃ κόκκον δοῦναι κατάποτον, τῇ δὲ τρίτῃ δοῦναι διουρητικὸν, ἀσταφίδας καὶ ἐρεβίνθους λευκοὺς; δύο χοίνικας τῶν ἐρεβίνθων, χοίνικα δὲ τῶν ἀσταφίδων, καὶ ἐπιχέαι ὕδατος τρία ἡμίχοα; ἔπειτα ἀποχέας, πρὸς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν, καὶ τοῖσι προσθέτοισι χρέεσθαι.

86. Καθαρθικὸν καταμηνίων· τὸ βόλβιτον πλάσαι οἷον σκαφίδα, φυρῇν δὲ ξυμμίσγων τῆς κυπαρίσσου τὰ πρίσματα, ξηραίνειν δὲ ἐν τῷ ἡλίῳ, καὶ ἐς τοῦτο τὰ θυμιήματα ἐμβάλλειν.

212

87. Ἔγχυτον καθαρτικὸν, ἢν μὴ ἴῃ τὰ καταμήνια· ἀκάνθης λευκῆς τὰ φύλλα τρίψας καὶ ἐξηθήσας καὶ ἐπιχλιήνας ἐγχέειν.

88. Κατάχριστον καθαρτικὸν ὥστε μήτρας ἐκκαθαίρειν· πράσου σπέρμα καὶ καρδάμου τρίψας, ἐν οἴνῳ τε διεὶς καὶ γάλακτι ἑφθῷ, διαχρίειν τὴν νειαίρην γαστέρα. Κατάχριστον μαλθακτήριον, ὕδωρ δὲ ἄγει καὶ μύξας καὶ δέρματα, καὶ λοχεῖα φέρει, καὶ οὐχ ἑλκοῖ· σμύρνης ὡς ἀρίστης ἥμισυ, καὶ ἁλὸς χόνδρον ὁμοίως, πίσσαν ἡδυντὴν φλάσας, μίξας τε λεῖα, ἔστω δὲ τὸ τῆς σμύρνης τὸ ἥμισυ τοῦ ἁλὸς καὶ τῆς πίσσης, ἐμβαλεῖν δ’ ἐς ῥάκος τῆς πεφλασμένης μέγεθος ὅσον κικίδα μεγάλην· δύο δὲ ἔστω, ὡς τὸ μὲν ἡμέρης ἔχειν, τὸ δὲ εὐφρόνης, ἔστ’ ἂν κατατακῇ· λουέσθω δὲ θερμῷ, εἶτα ἀφαιρέουσα διανιζέσθω ὕδατι εὐώδει.

89. Καθαρτικὸν ἄτοκον καθῆραι ἢν τὸ στόμα ὀρθῶς ἔχῃ· ἢν ἄτοκον θεραπεύῃς, βόλβιτον αὖον ἡλίου διασήσας ὅσον τέσσαρας χοίνικας ἀττικὰς, ὄξους δὲ κοτύλας δέκα καὶ ὀροβίου χοίνικα καὶ θαλάσσης κοτύλας εἴκοσι, πυριῆσαι ἀλέα πουλὺν χρόνον· ἔπειτα φακίον ποιῆσαι, καὶ μέλι καὶ ὄξος μῖξαι, καὶ ἐμεέτω, καὶ ῥοφεέτω ἄλητον, καὶ ἐπιπινέτω οἶνον εὐώδεα· σίτου δὲ μὴ ἁπτέσθω ταύτῃ τῇ ἡμέρῃ· τῇ δ’ ὑστεραίῃ κόκκον δοῦναι κατάποτον· τῇ δὲ τρίτῃ διουρητικὸν, ἐὰν δὲ βούλῃ, λευκὴν σταφίδα καὶ ἐρεβίνθους

214
λευκοὺς δύο χοίνικας, ἐπιχέας ὕδατος τρία ἡμίχοα, ἀφελεῖν δὲ τὸ ἥμισυ, εἶτα ἐς τὴν αἰθρίην θεῖναι, καὶ τῇ ὑστεραίῃ πίνειν ἐκ τούτου κατ’ ὀλίγον, καὶ τοῖσι προσθέτοισι χρέεσθαι. Ἢν βούλῃ γυναῖκα κυῆσαι, καθῆραι αὐτὴν καὶ τὰς μήτρας, ἔπειτα δίδου ἄνηθον ἐσθίειν νήστει, καὶ οἶνον ἐπιπίνειν ἄκρητον, καὶ προστιθέναι νίτρον ἐρυθρὸν καὶ κύμινον καὶ ῥητίνην μέλιτι δεύσας, ἐν ὀθονίῳ πρόσθες· καὶ ὅταν τὸ ὕδωρ ἀποῤῥυῇ, τοὺς μέλανας πεσσοὺς προστιθέσθω μαλθακτήριον, καὶ τῷ ἀνδρὶ ξυνέστω. Ἢν δὲ τὸ στόμα μεμύκη, προστιθέσθω καὶ ὀπὸν συκῆς, μέχρι ἂν ἀναστομωθῇ· καὶ ὕδατι αὐτίκα ἀπονίζεσθαι· ἵρηκος δὲ ἄφοδον τρίβειν ἐν οἴνῳ γλυκεῖ καὶ πίνειν νῆστιν, καὶ τηνικαῦτα ξυνευναζέσθω τῷ ἀνδρί. Ἢ ὁκόταν τὰ καταμήνια παύηται, χηναλώπεκος ἄφοδον ἐν ῥοδίνῳ μύρῳ τρέβειν, καὶ τὸ αἰδοῖον χρίεσθαι, καὶ ξυνευνάζεσθαι.

90. Ἢν ἕλκεα ᾖ δριμέα καὶ ἢν φλεγμαίνῃ, χρῶ τῷδε κλυσμῷ· χηνὸς ἔλαιον καὶ ῥητίνην μίσγε, καὶ διεὶς ὕδατι χλιαρῷ κλύσαι. Ἢ μέλι, βούτυρον τῆξαι, καὶ κλύσαι. Ἢ ἐχετρώσιος ξύσαι ὅσον σκαφίδα σμικρὴν καὶ σμύρνης καὶ μέλιτος ὁμοίως, ταῦτα διεῖναι ἐν οἴνῳ μέλανι εὐώδει, καὶ κλύζειν χλιαρῷ. Ἢν ἑλκωθῇ ἢ φλυκταινῶν ἀνάπλεα ᾖ ἐν τῇ καθάρσει ἄκρα τὰ χείλεα, σάρκα βοὸς, ἢ πικέριον, ἢ χήνειον ἄλειφα, καὶ ἄννησον, ἢ κρόκον, ἢ σποδὸν κυπρίην, τρῖψαι ταῦτα πάντα, καὶ περιαλεῖψαι τὴν σάρκα, καὶ προστίθεσθαι. Ἢν ἕλκεα γένηται καὶ ὀδαξᾶται, βοὸς σάρκα, στέαρ ἐπαλείφειν, καὶ τὴν

216
σάρκα προστιθέναι, καὶ ἐγκλύζειν. Ἢν ῥυπαρὰ ᾖ, καὶ πυριῇν συκῆς ἀπὸ ῥίζης, καὶ μετέπειτα ἄπιον ἐν γλυκεῖ πινέτω. Ἢν ἐν τοῖσιν αἰδοίοισιν ἕλκεα γένηται, βόειον στέαρ ἐπαλείφειν, καὶ μυρσίνην ἐν οἴνῳ καθεψῶν διακλυζέτω τῷ οἴνῳ, ἢ ἐλαίης φύλλα καὶ βάτου καὶ ῥοιῆς· ταὐτὰ δὲ ποιέει καὶ περσέης φύλλα καὶ οἶνος πράμνιος, τὰ φύλλα τρῖψαι λεῖα, καὶ πρὸς τὰ αἰδοῖα προστιθέναι. Ἢ ἀννήθου καρπὸν καὶ σελίνου τρίψας ἐπίχριε. Ἢν ἀφθήσῃ τὰ αἰδοῖα, ὧδε ἰῆσθαι· σάρκα βοὸς ὡσεὶ δύο παλαιστῶν μῆκος, πάχος δὲ ὡσεὶ στειλεὸς, προστιθέσθω μέχρις ἑσπέρης, τὴν δὲ νύκτα αἴρειν· τῇ δ’ ὑστεραίῃ πάλιν προστίθεσθαι μέχρι μεσημβρίης, καὶ ἐπιπινέτω οἶνον γλυκὺν, μέλιτι τὸν οἶνον ξυμμίσγουσα. Κλύσμα ἢν ἡλκωμέναι ἔωσιν αἱ μῆτραι καὶ ἢν στραγγουρίη ἐπιλάβῃ· πράσα, ἀκτῆς καρπὸν, σέσελι, ἄννησον, λιβανωτὸν, σμύρναν, καὶ οἶνον ἴσον τῷ χυλῷ τούτων, μίξας ταῦτα καὶ ἀναζέσας, ψύχειν, καὶ μετρίως κλύζειν. Ἢ μέλι, βούτυρον, μυελὸν καὶ κηρὸν ἐνιέναι. Ἅσσα ἐν αἰδοίῳ ἕλκεα ἔνι καὶ φύεται, φύλλα ἐλαίης καὶ βάτου καὶ κισσοῦ καὶ ῥοιῆς γλυκείης τρίβειν λεῖα, διεὶς δὲ οἴνῳ παλαιῷ, εἰρίῳ προστίθεσθαι τῇ νυκτὶ πρὸς τὰ αἰδοῖα, καὶ καταπλάσσειν ἐν τούτοισιν· ὅταν δὲ ἡμέρη γένηται, εἰρύσαι, ἀφεψεῖν δὲ μύρτα ἐν οἴνῳ καὶ διακλύζεσθαι. Ἢ χηνὸς ἔλαιον καὶ ῥητίνην τῆξαι, καὶ κλύσαι. Ἢ βούτυρον καὶ κέδρινον ἔλαιον, μέλι παραμίσγειν σμικρὸν, καὶ κλύζειν. Ἕλκεα
218
ἐν στόματι ἀποξηραίνει· ἀργύρου ἄνθος ἐν οἴνῳ τρῖψαι καὶ κλύσαι. Ἢ βούτυρον μετὰ μέλιτος κλύσαι. Ἢ ἐχέτρωσιν καὶ σμύρναν καὶ μέλι οἴνῳ διιέναι οἰνώδει μέλανι χλιερῷ, καὶ κλύζειν τῇ ὑστεραίῃ· σχίνου δὲ φύλλα ἑψήσας ἐν ὕδατι, τουτέῳ μετακλύζειν. Ἄλλο, ἢν ἑλκωθῇ τὸ στόμα τῶν μητρέων· βούτυρον, λιβανωτὸς, σμύρνη, ῥητίνη, μυελὸς ἐλάφειος, τουτέοισι κλύζειν. Ἢ φακῆν ἑψεῖν ἐν ὕδατι, καὶ ἀποχέαι, ἐν τουτέῳ κλύζε. Ὅταν δὲ ὕδωρ ἐκ τῶν ὑστερέων ῥέῃ καὶ ἕλκεα ᾖ καὶ δάκνηται, χηνὸς στέαρ καὶ ὠὸν διαχρίεσθαι. Ἢ ὄϊος στέαρ, ἢ συὸς, καὶ φακὸν ἐν οἴνῳ ἑψεῖν κεκρημένῳ ἴσον ὕδατι, τουτέῳ κλύζε· τὰ δὲ ἐν τῷ αἰδοίῳ ἕλκεα οἴνῳ καταιονᾷν· ἐπιπάσσειν δὲ μάνναν, βάτον, πίτυος φλοιὸν, καὶ τῷ ὕδατι τούτων νιψάσθω.

91. Διεκβόλτον, ἢν ἀποθάνῃ τὸ ἔμβρυον· χαλβάνης ὅσον ἐλαίην ἐνελίξασα ἐς ὀθόνιον, ἐς κέδριον ἐμβάψασα, προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης. Ἕτερον· κάλαμον τὸν εὐώδεα καὶ σικύης ἐντεριώνην τρῖψαι ἐν χηνείῳ στέατι· ἐπίδησον δὲ τὸν ὀμφαλὸν καὶ τὸ ἦτρον· καὶ σμικρὸν ἀπ’ αὐτέου ἐνστάξασα, ἐς εἴριον προστιθέσθω πρὸς τὸ στόμα τῆς μήτρης· ἐκ τούτου κατ’ ὀλίγον ἔρχεται. Ἄλλο· ἐρευθεδανὸν κόψας καὶ κέδρου πρίσματα, ὕδωρ τε ἐπιχέας, θὲς ἐς τὴν αἰθρίην, εἶτα πρωῒ δὸς πρὸς τὰς ἀλγηδόνας. Ἄλλο· σιλφίου ὁκόσον δραχμὴν μίαν, καὶ πράσου χυλὸν ὁκόσον ὀξύβαφον, παραμίξας

220
κέδρινον ἔλαιον ἥμισυ κυάθου σμικροῦ, δὸς πιεῖν. Ἄλλο· ταύρου χολὴν ὅσον ὀβολὸν, ἢ ἡμιωβόλιον, τρίβων ἐν οἴνῳ δός· ἢ σταιτὶ περιπλάσσων πάλιν καταπιεῖν δίδου. Ἄλλο· καρκίνους ποταμίους πέντε καὶ λαπάθου καὶ πηγάνου ῥίζαν, καὶ αἰθάλην ἀπὸ τοῦ ἰπνοῦ τρίψασα ὁμοῦ πάντα καὶ ἑνώσασα ἐν μελικρήτῳ, ὑπαίθριον θεῖσα, πινέτω νῆστις τρίς. Ἄλλο· σικύης ἐντεριώνην τρίψας λείην ἐν κεδρίνῃ πίσσῃ ἐς εἴριον ἐνελίξας, προσδήσας πρὸς τὸ πτερὸν λίνῳ, προσθέσθω ἔσω· τοῦ δὲ πτεροῦ τὸ σκληρὸν προεχέτω σμικρὸν ἔξω ἐκ τοῦ εἰρίου· ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἄλλο· ἐλλεβόρου μέλανος λαβὼν ῥαβδίον ὅσον ἓξ δακτύλων περιείλιξον ἐν εἰρίῳ, τὸ δὲ ἄκρον ἔα ψιλὸν εἶναι, εἶτα προσθέσθω ἔσω ὅτι μάλιστα· ὅταν δὲ αἱμαχθῇ τὸ ἄκρον, ἀφελέσθω. Ἄλλο· ἐλλέβορον μέλανα καὶ κανθαρίδας καὶ κόνυζαν τρίψας ἐν ὕδατι καὶ ποιήσας βάλανον μαλθακὸν, ὅσον ἑξαδάκτυλον, ξήρανον, κἀπειδὰν σκληρὸν γένηται, εἰρίῳ περιελίξασα προσθέσθω, τὸ δὲ ἄκρον κεδρίᾳ χρισάτω, καὶ ἔστω ψιλὸν, ὅταν δὲ αἷμα φανῇ, ἀφελέσθω. Ἐκβολιον· ἢν ἔμβρυον τεθνεὸς ἔνδον ᾖ, ἢ ἀπόπληκτον, βατράχιον καὶ ἐλατηρίου σμικρὸν μῖξαι ἐν ὄξει εὐκρήτῳ, καὶ δοῦναι πιεῖν. Ἢ κράμβης ἁπαλὸς καυλὸς κατὰ τὸ ἄκρον νετώπῳ χριόμενος ἐμβαλέσθω.

92. Νόθα τῇ τελευτῇ τοῦ πρώτου περὶ γυναικείων βιβλίου προσκείμενα.

222
κείμενα. Βηχὸς παιδίου· θαψίην ἐπ’ ἀλφίτοισι ψωμίζειν. Ἕτερον· ὠὸν ὀπτήσαντα, τὴν λέκιθον ἐξελόντα, τρῖψαι· καὶ σήσαμον λευκὸν πεφρυγμένον καὶ ἅλες, ἐν μέλιτι ἐλλείχειν. Τὴν κοιλίην λῦσαι παιδίου· εἴριον ἄπλυτον ἐς μέλι βάψας ἐνθεῖναι· ἢν δὲ γεραίτερον ᾖ, κρομμύων τὰ ἔσωθεν τρίψας ἐντιθέναι· ἢν δὲ μὴ, κλύσαι γάλακτι αἰγὸς, συμμίξας μέλι· ἐὰν δὲ γάλα μὴ ᾖ, σητάνιον ἄλευρον ἐκπλύνας, μέλι καὶ ἔλαιον μίξας, χλιερῷ κλύσαι. Ἄσθματος παιδίου· λιβανωτὸν ἐν οἴνῳ γλυκεῖ, ἀλουσίη, καθαρτήριον· βαλανίδας ποιέειν, κοτύλην μέλιτος, ἀνίσου ὀξύβαφον, ἀσφάλτου δύο δραχμὰς, χολὴν βοὸς, σμύρνης τρεῖς δραχμὰς, πόσιν ἐλατηρίου· ἑψεῖν ἐν χαλκῷ, μίσγειν ἔλαιον χηνὸς, καὶ ὅταν μέλλῃ χρῆσθαι, ἀλείφειν τὰς βαλάνους τῷ χηνείῳ μαλακῷ· εἰρίῳ δὲ χρῆσθαι τῷ ὀΐῳ, ἐλαίῳ δὲ σχινίνῳ, τούτῳ μίσγειν κιννάβαρι.

93. Ἔμετον λύει· ὠκύμου χυλὸς ἐν οἴνῳ λευκῷ. Ἕτερον· ἀλήτου σητανίου κεχυλισμένου τὸ ὕδωρ, ἢ ῥοιὰς γλυκείας καὶ ὀξείας ἀποχυλώσας, εἶτα μέλι μίξας.

94. Τὸ σηπτικὸν ὧδε ποιέεται· ἐλλέβορος μέλας, σανδαράκη, λεπὶς χαλκοῦ, ἴσον ἑκάστου τρίβειν χωρίς· ὅταν δὲ λεῖον ᾖ, παραμῖξαι μιᾶς μερίδος διπλάσιον τίτανον, ἀναδεύσας κεδρίνῳ, χριέτω.

95. Ὀπτὸν φάρμακον ὧδε ποιέεται· ἄνθος κεκαυμένον καθαρῶς, ἄχρις οὗ φοινικοῦν γένηται, τρίψας λεῖον, τουτέῳ χρῶ.

96. Τὸ μέλαν φάρμακον· λεπὶς, ἄνθος, χωρὶς τρίβειν ἑκάτερον· ὅταν δὲ λεῖον τρίψῃς οὕτω, μίσγειν· ποιέειν δύο ἢ τρία εἴδη τοῦ φαρμάκου,

224
τὸ μὲν ἰσχυρότατον τὸ ἄνθος τριτημόριον τῆς λεπίδος, τὸ δὲ δεύτερον, τεταρτημόριον, τὸ δὲ τρίτον, πεμπτημόριον· τοῦτο τὸ φάρμακον ἐπιπᾶν ἁρμόζει.

97. Διαλειπτὸν πρὸς τὴν συνάγχην· κάχρυς, ἀσταφὶς ἀγρία, ἀψίνθιον, ἐλατήριον, μέλι.

98. Ἐν τοῖσι ποδαγρικοῖσιν ὀδυνήμασι τὰ ἀφιστάμενα ἁλὶ καταπλάσσειν ὕδατι φύροντα λεῖον, καὶ μὴ λύειν τριῶν ἡμερέων· ὅταν δὲ λύσῃς, αὖθις νίτρον ὠμὸν, τοῦ ἐρυθροῦ τρίψαντα καὶ μέλι ὀλίγον, τουτέῳ ὥσπερ ἁλὶ χρέεσθαι τὸν ἴσον χρόνον· ἐς κύθραν ἅλας ἐμβάλλειν λείους, εἶτα στυπτηρίην ὀλίγην ἐπιπάσαι, εἶτα τιθέναι τὰ χαλκεῖα, καὶ αὖθις ἐπιπάσσειν τοὺς ἅλας καὶ τὴν στυπτηρίην, εἶτα καταλείψας ὑποκάειν νύκτα καὶ ἡμέρην.

99. Τὴν ἕδρην ἐμβάλλει· ἀσταφίδι λείῃ, τετριμμένῃ, ξηρῇ, ἐπαλείφειν τὴν ἕδρην.

100. Τὰ πεπωρωμένα διαχεῖ· σανδαράκην ἐν σταιτί.