De muliebribus

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 8. Littré, Émile, editor. Paris: Baillière, 1853

101. Θρίδακος τῆς ἐρυθρῆς ὀπὸς ὀδύνην λύει πᾶσαν ἐν ὕδατι, σταθμὸς ἡμιωβόλιον ἀττικόν.

102. Ὀφθαλμικά· χαλκὸς κεκαυμένος, ἰὸς, σμύρνα χολῇ αἰγὸς λύεται· ταῦτα πάντα ὁμοῦ τρίψας λεῖα, οἴνῳ διιέναι λευκῷ· εἶτα ξηρᾶναι πρὸς τὸν ἥλιον ἐν χαλκείῳ· ἔπειτα ἐς κάλαμον ἐμβαλὼν, ξηρῷ χρῆσθαι.

103. Ἔμπλαστρον· μίσυ κατακαύσας, τρῖβε ἐν ἴγδῃ· ξυμμίσγειν

226
δὲ αὐτῷ σποδὸν χρυσῖτιν πεπλυμένην· ἔστω δὲ τῆς σποδοῦ τρία, τοῦ μίσυος ἕν· τὸ μίσυ κατάκαιε ἐς μᾶζαν, φυλασσόμενος ὅκως μὴ ἐκρυῇ· ὀπτώμενον γὰρ ἐξυγραίνεται· ὅταν δὲ καλῶς ὀπτὸν ᾖ, φοινίκεον γίνεται. Ἔμπλαστρον· ψιμύθιον τὸν αὐτὸν τρόπον μισγόμενον τῷ μίσυῖ ὠπτημένῳ, ὥσπερ ἐν τῇ χρυσίτιδι σποδῶ τὸ μίσυ γίνεται. Ἕτερον ἔμπλαστρον ἰσχυρότερον τούτου· σποδὸς κυπρίη ἐκ τοῦ ἀυβόλου πεπλυμένη, καὶ ψιμύθιον, καὶ μίσυ ὀπτόν· εἶναι δὲ δύο μοίρια τῆς σποδοῦ καὶ τοῦ ψιμυθίου, ἓν τοῦ μίσυος.

104. Ὑγρὸν ἀνεμώνης, τὰ φύλλα κόψαντα, ἐκπιέσαι, καὶ ἐς τὸν ἥλιον θεῖναι ἐν χαλκῷ ἐρυθρῷ κατακαλύψαντα, ὅκως μηδὲν ἐμπεσεῖται· ὅταν δὲ παχὺ ᾖ, διαπλάσσειν φθόεις, εἶτα ξηραίνειν· ὅταν δὲ ξηρανθῇ, κατακαίειν ὡς δυνατὸν μάλιστα· εἶτα ἐπειδὰν ψυχθῇ, τρίβειν λεῖα, καὶ μίσγειν σποδὸν πεπλυμένην τὴν ἐκ τοῦ ἀσβόλου ἴσην πρὸς ἴσον, εἶτα παραστάζων νέτωπον σμικρὸν τρίβειν, εἶτα μέλιτι διιέναι· εἶτα ξηρήνας, ἐς χαλκῆν κιστίδα [ἐμβαλὼν,] τουτέῳ χρῶ. Ξηρὸν μαλακόν· σποδὸς κυπρίη, χαλκῖτις ἄπλυτος, λεῖα τετριμμένη, καὶ ἄνθος χαλκοῦ, ταῦτα ἴσα μίσγειν καὶ τρίβειν λεῖα. Ἕτερον ξηρόν· σποδὸς κυπρίη, χαλκῖτις λεῖα τετριμμένη, καὶ σποδὸς χρυσῖτις ἄπλυτος, ἐν ᾗ ἀφέψεται τὸ χρυσίον, ἴσα ἀλλήλοις λεῖα τρίβειν. Ἕτερον ξηρόν· σποδὸς πεπλυμένη, χρυσῖτις καὶ ἀφρὸς χαλκοῦ ἴσα λεῖα. Ἕτερον· ὀμφακὸς χυλὸς, καὶ σποδὸς κυπρίη· τὴν ὄμφακα ἀκμάζουσαν χρὴ ἐκπιέσαι τὸν χυλὸν δι’ ὀθονίου ἐς χαλκὸν ἐρυθρὸν, καὶ μῖξαι ὄξεος τρίτον μέρος λευκοῦ ὡς ὀξυτάτου, καὶ οὕτω καθεψεῖν ἐν τῷ ἡλίῳ, καὶ ἀναταράσσειν πεντάκις τῆς ἡμέρης· ὅταν δὲ παχὺς γένηται

228
ὁ χυλὸς, σποδὸν τῆς κυπρίης τῆς χαλκίτιδος λείην ἐμβαλεῖν καὶ ἀναμῖξαι, ἐμβάλλειν δὲ τὴν σποδὸν, ὅταν ἑκταῖος ἢ ἑβδομαῖος ὁ χυλὸς ἐν τῷ ἡλίῳ κείμενος ᾖ, ἐς κοτύλην ἀττικὴν τοῦ χυλοῦ τῆς σποδοῦ δραχμὰς ὀκτώ· ἐὰν δὲ βούλῃ δριμύτερον εἶναι, ἐλάσσω τὴν σποδόν· ἐὰν δὲ μαλθακώτερον, πλέω· μετὰ δὲ ταῦτα ξηραίνειν, ἄχρις οὗ δυνατὸν διαπλάσαι φθόεις· εἶτα ἐγξηραίνειν, κρεμάσας ἄνω ὑπὲρ καπνοῦ, καὶ οὕτω ξηραίνειν μέχρις οὗ ὀστρακῶδες γένηται, ὥστε τριβόμενον μὴ ξυστρέφεσθαι, εἶθ’ οὕτως χρῶ· κείσθω δὲ ὅκου ἰκμάδα μὴ ἕξει. Ἕτερον ξηρόν· σποδὸς, χαλκῖτις ὄξει πεφυρμένη λευκῷ, εἶτα φθόεις ποιήσας ξηρῆναι· ὅταν δὲ ξηρανθῇ, λεῖον τρίβειν.

105. Ὑπαλείφειν ὀφθαλμόν· μέλι ὡς κάλλιστον καὶ οἶνον παλαιὸν γλυκὺν ἑψεῖν ὁμοῦ. Πρὸς ἄργεμον· αἰγείρου δάκρυον, γάλα γυναικεῖον μίξας χρῶ. Ἐὰν ὀφθαλμὸς δακρύῃ καὶ ὀδύνη ἔχῃ· ῥοιῆς γλυκείης τὸν χυλὸν ἐκπιέσας, ἐν χαλκείῳ ἑψεῖν ἐν πυρὶ μαλθακῷ, μέχρι οὗ παχὺ γίνηται καὶ μέλαν ὥσπερ πίσσα· ἐὰν δὲ θέρος ᾖ, ἐς τὸν ἥλιον τιθέναι· εἶτα ὑγρῷ ὑπαλείφειν. Ἐὰν δὲ δακρύῃ καὶ γλαμυρὸς ᾖ ὁ ὀφθαλμὸς, ὅταν ἡ σταφυλὴ ἡ λευκὴ πέπειρος ἰσχυρῶς καὶ ἰσχνὴ ἐπὶ τῇ ἀμπέλῳ ᾖ, ἐπιδρέψας ἐξηθῆσαι, εἶτα ξηραίνειν ἐν τῷ ἡλίῳ· ὅταν δὲ ξηρὸν ᾖ, ἀποξέσαι, μῖξαι δὲ ἴου ἡμιωβόλιον ἀττικῷ σταθμῷ· εἶτα τούτῳ ὑπαλείφειν. Παράπαστον· μόλιβος κεκαυμένος καὶ σποδὸς ἴσα, σμύρνης δέκατον μέρος, ὀποῦ μήκωνος σμικρὸν, οἶνος παλαιός· ξηρὰ τρίψας χρῶ. Σκίλλα, καὶ σποδοῦ τρίτον μέρος, καὶ ψιμυθίου, τρίτον μέρος χάρτου κεκαυμένου, μέρος δέκατον σμύρνης.

230

106. Εἰ βούλει ἐκ τοῦ σώματος τρίχας ἀπελάσαι· δακρύῳ ἀμπέλου ἀλείφειν ἐλαίῳ· ἢν δὲ καὶ τὸν ὀφθαλμὸν βούλῃ, ἀποδρέψας ἀλείφειν. Ἀλκυόνιον κατακαύσας, ἔπειτα τρίψας λεῖον, οἴνῳ διεὶς, ἐπαλείφειν· καὶ ἄπεισι σὺν λεπτῷ δέρματι, καὶ ἔσται ἐρυθρὸν καὶ εὔχροον.

107. Λειεντερίης· φακοὺς, πυροὺς σιτανίους ὅσον δύο χοίνικας βρέξας, ἐπειδὰν μαλθακοὶ ὦσι διατρωγόμενοι, ἰσχυρῶς ποιῆσαι λείους ἐν ὅλμῳ ἢ ἐν θυΐῃ· ἔπειτα ἐπιχέαι ὕδατος κοτύλας ἔξ, καὶ ἀνακινῆσαι ἰσχυρῶς· ὅ τι δ’ ἂν ἀπέλθῃ, ἐγχέας ἐς χύτρην, ἑψεῖν, μέλι ὀλίγον παραχέας· ἐπειδὰν δὲ ἑφθὸν ἰσχυρῶς γένηται, φρύξας διδόναι ἐσθίειν τούτου· ἢν δὲ διψῇ, οἶνον πινέτω ὡς παλαιότατον· τουτέῳ χρήσθω, ἄχρις ἂν ὑγιὴς γένηται.

108. Ἢν δὲ κόρυζαν ἔχῃ, σμύρναν τρίψας λεῖα, καὶ μέλι μίξας, ὀθόνιον ἀναποιήσας, τὰς ῥῖνας τρίβειν.

109. Κλυσμὸς φλέγμα ἄγων· θαψίης πόσιν, ἢ ἀσταφίδος ὅσον τεσσαράκοντα κόκκους, ἢ κνιδίου πόσιν, ἢ κνήστρου· μίσγειν δὲ μέλιτος ἡμικοτύλιον, ἐλαίου ἴσον, διιέναι θαλάσσῃ, πίτυρα ἐναφεψήσας ἢ πτισάνην, μέχρις οὗ λιπαρὰ γένηται, ἢ στέατος, ἢ τεύτλου χυλῷ μούνῳ, ἢ γάλακτι ἑφθῷ, ἢ ἀκτῆς χυλῷ, ἢ λινοζώστιος χυλῷ· παραμίσγειν δὲ νίτρου ὅσον δέκα δραχμὰς, ἢ ἁλὸς τρυβλίον, πλὴν ἐς θάλασσαν. Ἢν δὲ θέλῃς χολὴν ἄγειν· ὀποῦ πόσιν, ἐλατηρίου ὁλκὴν καὶ ἥμισυ, κολοκυνθίδος τρῖψαι δραχμὴν σταθμόν· διιέναι τοῖς αὐτοῖς οἷς καὶ πρότερον. Ἢν δὲ σφοδρότερον θέλῃς ἄγειν, σικύης ἐντεριώνην,

232
ριώνην, τέσσαρας δραχμὰς ἀποβρέξας ἐν ὕδατος ἡμικοτυλίῳ, τουτέῳ κλύσαι, καὶ ἐὰν ἐξελθὼν δάκνῃ, μετακλύσαι πτισάνης χυλῷ. Ἕτερον· ἐν γάλακτι ἑφθῷ ὀνείῳ, ἢ ἐν τεύτλου χυλῷ τρισὶ κοτύλαις ἀποβρέχειν τὴν ἐντεριώνην, παραμίσγειν δὲ ἅλας καὶ μέλι καὶ ἔλαιον, μετακλύζειν δὲ πτισάνης χυλῷ. Ἕτερον· κολοκυνθίδος δραχμὴν τρίψας καὶ προβρέξας ἐν γάλακτι ὀνείῳ, μίσγειν τὰ αὐτά. Ἕτερον· ἐντεριώνης δραχμὴν, ἐλατηρίου πόσιν, σολόμης ὅσον τοῖσι τρισὶ δακτύλοις, μέλι, ἔλαιον, διιέναι θαλάσσῃ. Ἣν δὲ κόπριον θέλῃς ἀγαγεῖν, μηδὲν πίνειν φάρμακον, τοῖσι δὲ ἄλλοισι χρῶ. Δυσεντερίης κλυσμός· ἐν οἴνῳ σίδια ῥοιῆς γλυκείης ἑψῆσαι ὡς πλεῖστα, ἑψεῖν δὲ μέχρις οὗ τὸ ἥμισυ λειφθῇ, μίσγειν δὲ μέλι, ἔλαιον, τεταρτημόριον κοτύλης ἑκατέρου. Τεινεσμοῦ· λιβανωτοῦ τέσσαρας δραχμὰς, μύρου ῥοδίνου ἡμικοτύλιον, πτισάνης χυλὸς, θάλασσα ἑφθή. Ἐλλεβόρου δύο πόσιας τρίψας, ὕδατος διεὶς ἡμικοτυλίῳ, ελαίου ἴσον κλύζειν. Χυλὸν ἐγχέας ἐς σκαφίδα, μῆλα κυδώνια κατατάμνειν, καὶ έᾷν ἐκβρέχεσθαι· ἐπειδὰν δὲ τὸ ὕδωρ τὴν ὀσμὴν ἔχῃ, διδόναι πίνειν. Πτισάνης λέκιθον ἐμβαλὼν ἐς χοέα ὕδατος, ἕψε μέχρι λιπαρὸς γένηται, ψύξας δὲ, τὰ μῆλα κατατάμνειν, κηρίον δὲ καταβρέξαι ἐν ὕδατι καὶ ἅμα τρίβειν, ἔστ’ ἂν ὑπόγλυκυ ᾖ, καὶ διηθήσας, ἐμβάλλειν σελίνου φύλλα. Ἕτερον· ἀσταφίδα λευκὴν ἐς ὕδωρ ἐμβαλὼν, καλαμίνθην ἢ κορίον ἀνατρίβειν ἐς ὕδωρ ὑπόγλυκυ.