Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

161. Τὰ σπασμώδεα τρόπον παροξυνόμενα κατόχως τὰ παρ᾿ οὖς ἀνίστησιν.

162. Τὸ σπασμῶδες, τρομῶδες, ἀσῶδες, κατόχως, σμικρὰ παρ᾿ οὖς ἀνίστησιν.

163. Ἦρά γε οἷσι τὰ παρ᾿ ὦτα, κεφαλαλγικοὶ οὗτοι; ἦρά γε καὶ ἐφιδροῦσι τὰ ἄνω, ἤ τι καὶ ἐπιῤῥιγέουσιν; ἦρά γε καὶ κοιλίη καταῤῥήγνυται; καί τι καὶ κωματώδεες; ἦρά γε καὶ ὑδατώδεα οὖρα ἐναιωρεύμενα λευκοῖσι, καὶ ποικίλως ἔκλευκα, δυσώδεα, ποιέει τὰ παρ᾿ οὖς; ἦρά γε οἷσι τὰ τοιαῦτα οὖρα, στάξιες πυκναί; ἦρά γε καὶ γλῶσσα τούτοισι λείη.

164. Οἷσι πνευματουμένοισιν ἐοῦσιν ἴκτεροι καὶ πυρετοὶ ὀξέες ἐπιγίνονται μεθ᾿ ὑποχονδρίων σκληρῶν καταψυχθεῖσι, τὰ παρ᾿ ὦτα μεγάλα ἀνίσταται.

165. Τὰ κωματώδεα, ἀσώδεα, ὑποχόνδρια ὀδυνώδεα, ἐμετώδεα σμικρὰ, ἐν τούτοισι τὰ παρ᾿ οὖς ἐπανίσταται, πρόσθεν δὲ καὶ τὰ

572
περὶ πρόσωπον.

166. Κοιλίης μέλανα κοπρώδεα διείσης, κῶμα ἐπιφανὲν τὰ παρ᾿ οὖς ἀνίστησιν.

167. Βηχία λεπτὰ μετὰ πτυελισμοῦ ὄντα τὰ παρ᾿ οὖς λαπάσσει.

168. Ἐκ κεφαλαλγίης κῶμα καὶ κώφωσις παρ᾿ οὖς τι ἐξερεύγεται.

169. Ὑποχονδρίου σύντασις μετὰ κώματος ἀσώδεος καὶ κεφαλαλγίης τὰ παρ᾿ οὖς ἐπαίρει.

170. Τὰ ἐπώδυνα παρ᾿ οὖς ἀκρίτως καταμωλυνθέντα, φλαῦρα.