Prorrheticon I

Hippocrates

Hippocrates, Prorrheticon I, Oeuvres complètes, Littré, Volume 5, 1846

101. Τὰ ἐπιῤῥιγοῦντα καὶ ἐς νύκτα μᾶλλόν τι παροξυνόμενα, ἄγρυπνα, φλεδονώδεα, ἐν τοῖς ὕπνοις ἔστιν ὅτε οὖρα ὑφ᾿ ἑωυτοὺς χαλῶντες, ἐς σπασμοὺς ἀποτελευτᾷ κωματώδεας.

102. Οἱ ἐξ ἀρχῆς ἐφιδρῶντες, οὔροισι πέποσι, καυστικοὶ, ἀκρίτως περιψύχοντες, διὰ ταχέων περικαέες, νωθροὶ, κωματώδεες, σπασμώδεες, ὀλέθριοι.

103. Τῇσιν ἐπιφόροισι κεφαλαλγικὰ, καρώδεα μετὰ βάρεος γινόμενα, φλαῦρα, ἴσως δὲ ταύτῃσι καὶ σπασμῶδές τι παθεῖν ὀφείλει.

104. Τὰ ἐν

542
φάρυγγι ἰσχνῷ ἀλγήματα πνιγώδεα ἔχει τι σπασμῶδες, ἄλλως τε καὶ ἀπὸ κεφαλῆς ὁρμῶντα, οἷον καὶ τῇ Θρασύνοντος ἀνεψιῇ.

105. Τὰ τρομώδεα, σπασμώδεα γενόμενα, ἐφιδρῶσι φιλυπόστροφα, τουτέοισιν ἡ κρίσις ἐπιῤῥιγώσασιν· οὗτοι ἐπιῤῥιγέουσι, περὶ κοιλίην καύματι προκληθέντες.

106. Ὀσφύος πόνος, καὶ κεφαλαλγικῷ καὶ καρδιαλγικῷ, μετὰ ἐναχρέμψιος βιαίης, ἔχει τι σπασμῶδες.

107. Τὸ ὑπάφωνον ἅμα κρίσει ῥῖγος.

108. Ἀπὸ κοιλίης

544
ὑποπέλια, ταραχώδεα, καὶ οὖρα λεπτὰ καὶ ὑδατώδεα, ὕποπτα.

109. Φάρυγξ τρηχυνθεῖσα ἐπ᾿ ὀλίγον, καὶ κοιλίη διαβορβορύζουσα κενῇσιν ἐξαναστάσεσι, καὶ μετώπου ἀλγήματα, ψηλαφώδεες, κοπιώδεες, ἐν στρώμασι καὶ ἱματίοισι ὀδυνώδεες, τὰ ἐκ τουτέων αὐξανόμενα δύσκολα· ὕπνος πολὺς ἐν τουτέοισι σπασμώδης, καὶ τὰ ἐς μέτωπον ἀλγήματα βαρέα, καὶ οὔρησις δυσκολαίνουσα.

110. Καὶ οὔρου ἐπίστασις, οἷσι ῥίγεα ἐπὶ τοῖσι σπασμώδεσιν, οἷον καὶ αὐτὴ φρίξασα ἐφίδρωσεν.

111. Αἱ ἐς ἄκρητα τελευτῶσαι καθάρσιες,

546
ἐν πᾶσι μὲν παροξυντικαὶ, ἐν τούτοισι δὲ καὶ πάνυ· ἐκ τοιουτέων καὶ τὰ παρ᾿ οὖς ἀνίστανται.

112. Αἱ ταραχώδεες θρασύταται ἐπεγέρσιες σπασμώδεες, ἄλλως τε καὶ μεθ᾿ ἱδρῶτος.

113. Καὶ αἱ τραχήλου καὶ μεταφρένου καταψύξιες, δοκέουσαι καὶ ὅλου τοῦ σώματος, ἐν τούτοισι δὲ καὶ ἀφρώδεες οὐρήσιες, ἅμα ἀψυχίῃ καὶ ὀμμάτων ἀμαύρωσις, σπασμὸν ἐγγὺς σημαίνει.

114. Πήχεων ἀλγήματα μετὰ τραχήλου, σπασμώδεα, ἀπὸ προσώπου δὲ ταῦτα, καὶ κατὰ φάρυγγα, ἦχοι συχνοὶ, σιελίζοντες, ἐν τουτέοισιν οἱ έν

548
ὕπνοισιν ἱδρῶτες, ἀγαθοί· ἆρά γε καὶ τῷ ἱδρῶτι κουφίζεσθαι τοῖσι πλείστοισιν οὐ πονηρόν; οἱ ἐς τὰ κάτω πόνοι, τούτοισιν εὔφοροι.

115. Οἱ ἐν πυρετοῖσιν ἐφιδρῶντες, κεφαλαλγέες, κοιλίης ἀπολελαμμένης, σπασμώδεες.

116. Τὰ ὑποψάθυρα ὑγρὰ διαχωρήματα, περιψύχοντα οὐκ ἀπύρως, φλαῦρα· τὰ ἐπὶ τούτοισι ῥίγεα, [κύστιν καὶ κοιλίην] ἐπιλαμβάνοντα, ὀδυνώδεα· ἦρα τὸ κωματῶδες τουτέοισιν ἔχει τι σπασμῶδες; οὐκ ἂν θαυμάσαιμι.

117. Τὰ ἐν ὀξέσιν ἐμετωδέως ἑλκόμενα, φλαῦρα, καὶ αἱ λευκαὶ διαχωρήσιες,

550
δύσκολοι· ἄγλισχρα ἐκ τουτέων διεξελθόντα, ἐξίστανται καύματι πολλῷ· ἆρα ἐκ τουτέων κωματώδεες, νωθροὶ ἐπιγίνονται; τὰ ἐκ τοιουτέων μακροτέρως ἐπινοσέει· ἦρά γε περὶ κρίσιν οὗτοι βηχώδεες, δύσπνοοι;

118. Τὰ ἐξ ὀσφύος ἐς τράχηλον καὶ κεφαλὴν ἀναδιδόντα, παραλύσαντα παραπληκτικὸν τρόπον, σπασμώδεα, παρακρουστικά· ἆρά γε καὶ λύεται τὰ τοιαῦτα σπασμῷ; ἐκ τῶν τοιουτέων ποικίλως διανοσέουσι, διὰ τῶν αὐτῶν ἰόντες.

119. Οἱ ἐν ὑστερικαῖσιν ἀπύρως σπασμοὶ, εὐχερέες, οἷον καὶ Δορκάδι.

120. Κύστις ἀποληφθεῖσα; ἄλλως τε καὶ μετὰ κεφαλαλγίης, ἔχει τι σπασμῶδες· τὰ ναρκωδέως ἐν τούτοισιν ἐκλυόμενα, δύσκολα, οὐ μὴν ὀλέθρια· ἦρά γε καὶ παρακρουστικὸν τὸ τοιοῦτον;