Aphorismi

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 4. Littré, Émile, editor. Paris: Baillière, 1844

41. Ἱδρὼς πουλὺς ἐξ ὕπνου ἄνευ τινὸς αἰτίης φανερῆς γινόμενος, τὸ σῶμα σημαίνει ὅτι πλείονι τροφῇ χρέεται· ἢν δὲ τροφὴν μὴ λαμβάνοντι τοῦτο γίγνηται, σημαίνει ὅτι κενώσιος δέεται.

518

42. Ἱδρὼς πουλὺς ψυχρὸς ἢ θερμὸς αἰεὶ ῥέων, ὁ μὲν ψυχρὸς, μέζω, ὁ δὲ θερμὸς, ἐλάσσω, νοῦσον σημαίνει.

43. Οἱ πυρετοὶ ὁκόσοι, μὴ διαλείποντες, διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι· ὅτῳ δ᾿ ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

44. Ὁκόσοισι πυρετοὶ μακροὶ, τουτέοισι φύματα ἢ ἐς τὰ ἄρθρα πόνοι ἐγγίνονται.

45. Ὁκόσοισι φύματα, ἢ ἐς τὰ ἄρθρα πόνοι ἐκ πυρετῶν γίγνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται.

46. Ἢν ῥῖγος ἐπιπίπτῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενεῖ ἐόντι, θανάσιμον.

47. Αἱ ἀποχρέμψιες αἱ ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσιν, αἱ πελιδναὶ, καὶ αἱματώδεες, καὶ δυσώδεες, καὶ χολώδεες, πᾶσαι κακαί· ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ, καὶ κατὰ

520
τὰς διαχωρήσιας, καὶ κατὰ τὰ οὖρα· ἢν δὲ μή τι τῶν ξυμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν.

48. Ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ ᾖ, τὰ δὲ ἔνδον καίηται, καὶ δίψαν ἔχῃ, θανάσιμον.

49. Ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος, ἢ ὀφρὺς, ἢ ὀφθαλμὸς, ἢ ῥὶς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος τοῦ κάμνοντος, ὅ τι ἂν τουτέων γένηται, ἐγγὺς ὁ θάνατος.

50. Ὅκου ἐν πυρετῷ μὴ διαλείποντι δύσπνοια γίνεται καὶ παραφροσύνη, θανάσιμον.

51. Ἐν τοῖσι πυρετοῖσιν ἀποστήματα μὴ λυόμενα πρὸς τὰς πρώτας κρίσιας, μῆκος νούσου σημαίνει.

522

52. Ὁκόσοι ἐν τοῖσι πυρετοῖσιν, ἢ ἐν τῇσιν ἄλλῃσιν ἀῤῥωστίῃσι κατὰ προαίρεσιν δακρύουσιν, οὐδὲν ἄτοπον· ὁκόσοι δὲ μὴ κατὰ προαίρεσιν, ἀτοπώτερον.

53. Ὁκόσοισι δὲ ἐπὶ τῶν ὀδόντων ἐν τοῖσι πυρετοῖσι περίγλισχρα γίνεται, ἰσχυρότεροι γίνονται οἱ πυρετοί.

54. Ὁκόσοισιν ἐπὶ πουλὺ βῆχες ξηραὶ, βραχέα ἐρεθίζουσαι, ἐν πυρετοῖσι καυσώδεσιν, οὐ πάνυ τι διψώδεές εἰσιν.

55. Οἱ ἐπὶ βουβῶσι πυρετοὶ, πάντες κακοὶ, πλὴν τῶν ἐρημέρων.

56. Πυρέσσοντι ἱδρὼς ἐπιγενόμενος, μὴ ἐκλείποντος τοῦ πυρετοῦ, κακόν· μηκύνει γὰρ ἡ νοῦσος, καὶ ὑγρασίην πλείω σημαίνει.

57. Ὑπὸ σπασμοῦ ἢ τετάνου ἐχομένῳ πυρετὸς ἐπιγενόμενος λύει τὸ νόσημα.

58. Ὑπὸ καύσου ἐχομένῳ, ἐπιγενομένου ῥίγεος, λύσις.

59. Τριταῖος ἀκριβὴς κρίνεται ἐν ἑπτὰ περιόδοισι τὸ μακρότατον.

524

60. Ὁκόσοισιν ἂν ὲν τοῖσι πυρετοῖσι τὰ ὦτα κωφωθῇ, αἷμα ἐκ ῥινῶν ῥυὲν. ἢ κοιλίη ἐκταραχθεῖσα, λύει τὸ νούσημα.