Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

1. Ὁκόσῃσιν ἐξ ἀποφθορῆς περὶ ὑστέρην καὶ οἰδημάτων ἐς καρηβαρίην τρέπεται, κατὰ τὸ βρέγμα ὀδύναι μάλιστα, καὶ ὅσαι ἄλλαι ἀπὸ ὑστερέων· ταύτῃσιν ἐν ὀκτὼ ἢ δέκα μησὶν ἐς ἰσχίον τελευτᾷ.

2. Οἱ φοξοὶ, οἱ μὲν καρτεραύχενες, ἰσχυροὶ καὶ τἄλλα καὶ ὀστέοισιν· οἱ δὲ κεφαλαλγέες, καὶ ὠτόῤῥυτοι· τουτέοισιν ὑπερῷαι κοῖλαι, καὶ ὀδόντες παρηλλαγμένοι.

3. Ὁκόσοισιν ὀστέον ἀπὸ ὑπερῴης ἀπῆλθε, τουτέοισι μέση ἵζει ἡ ῥίς· οἷσι δὲ, ἔνθεν οἱ ὀδόντες, ἄκρη σιμοῦται.

268

4. Αἱ τῶν νηπίων ἐκλάμψιες ἅμα ἥβῃ ἔστιν οἷσι μεταβολὰς ἴσχουσι καὶ ἄλλας.

5. Καὶ ἐς νεφρὸν ὀδύνη βαρείη, ὅταν πληρῶνται σίτου, ἐμέουσί γε φλέγμα, ὅταν δὲ πλεονάζωσιν αἱ ὀδύναι, ἰώδεα· καὶ ῥᾴους μὲν γίνονται, λύονται δὲ, ὅταν σίτου κενωθῶσιν· ψαμμία τε πυῤῥὰ ὑφίσταται, αἱματῶδές τε οὐρέουσιν· νάρκη μηροῦ τοῦ κατ᾿ ἴξιν. Ἐλινύειν οὐ ξυμφέρει, ἀλλὰ γυμνάσια· μὴ ἐμπίπλασθαι· τοὺς νέους ἐλλεβορίζειν, ἰγνύην τάμνειν, οὐρητικοῖσι καθαίρειν, λεπτῦναι καὶ ἁπαλῦναι.

6. Γυναικεῖα τῇσιν ὑδαταινούσῃσιν ἐπιπουλὺ παραμένει· ὅταν δὲ μὴ ταχὺ ἴῃ, ἐποιδέει.

7. Ἐν Κρανῶνι, αἱ παλαιαὶ ὀδύναι, ψυχραί· αἱ δὲ νεαραὶ, θερμαὶ, αἵματι δὲ αἱ πλεῖσται· καὶ τὰ ἀπὸ ἰσχίου ψυχρά.

270

8. Τὰ ἐς ῥίγεα ἰσχυρὰ ἰόντα, οὐ πάνυ τι πρηΰνεται, ἀλλ᾿ ἐγγὺς τῆς ἀκμῆς. Πρὸς ῥίγεος αἱ ἐπισχέσιες τῶν οὔρων, ἢν ἐκ χρηστῶν ἴωσι, καὶ κοιλίη ἢν μὴ ὑποδιέλθῃ, καὶ ὕπνοι ἢν ἔωσιν· ἴσως δὲ καὶ ὁ τρόπος τοῦ πυρετοῦ· ἴσως δὲ καὶ τὰ ἐκ κόπων. Ἀποστάσιες οὐ μάλα, οἷσι ῥίγεα.

9. Αἱ τῶν σκελέων ἐκθηλύνσιες, οἷον ἢ πρὸ νούσου ὁδοιπορήσαντι, ἢ ἐκ νούσου αὐτίκα, διότι ἴσως τὸ ἐκ κόπων ἐς ἄρθρα ἀπέστη, διὸ καὶ τῶν σκελέων ἐκθηλύνσιες.

10. Φύματα ἔξω ἐξοιδέοντα, καὶ τὰ ἀποξέα καὶ κορυφώδεα, καὶ τὰ ὁμαλῶς ξυμπεπαινόμενα, καὶ μὴ περίσκληρα, καὶ κατάῤῥοπα, καὶ μὴ δίκραια, ἀμείνω· τὰ δὲ ἐναντία κακὰ, καὶ ὅσα πλείστῳ ἐναντία, κάκιστα.

272

11. Τὸ θηριῶδες φθινοπώρου, καὶ αἱ καρδιαλγίαι, καὶ τὸ φρικῶδες, καὶ μελαγχολικόν. Πρὸς τὰς ἀρχὰς τοὺς παροξυσμοὺς σκέπτεσθαι, καὶ ἐν ἁπάσῃ τῇ νούσῳ, οἷον τὸ ἐς δείλην παροξύνεσθαι, καὶ ὁ ἐνιαυτός· ἐς δείλην, καὶ αἱ ἀσκαρίδες.

12. Νηπίοισι βηχίον ξὺν γαστρὸς ταραχῇ καὶ πυρετῷ ξυνεχεῖ σημαίνει μετὰ κρίσιν, διμηνιαίῳ τὸ ξύμπαν, εἰκοσταίῳ, καὶ οἰδήματα ἐς ἄρθρα· καὶ ἢν μὲν κάτω τοῦ ὀμφαλοῦ καταστῇ, τὰ ἄνω ἐν τοῖσι κάτω ἄρθροισιν, ἀγαθόν· ἢν δὲ ἄνω, οὐχ ὁμοίως λύει τὴν νοῦσον, ἢν μὴ ἐκπυήσῃ· τὰ δὲ ἐν ὤμοισιν ἐκπυεῦντα τοῖσι τηλικούτοισι γαλιάγκωνας ποιέει· λύσειε δ᾿ ἂν καὶ ἑλκυδρίων κάτω ἔκθυσις, ἢν μὴ στρογγύλακαὶ βαθέα ᾖ, τὰ δὲ τοιαῦτα ὀλέθρια καὶ ἄλλως παιδίοισιν· καὶ αἷμα λύσειεν ἂν ῥαγὲν, μᾶλλον δὲ τοῖσι τελειοτέροισιν ἐπιφαίνεται.

13. Δάκρυον ἐν τοῖσιν ὀξέσι τῶν φλαύρως ἐχόντων, ἑκόντων μὲν χρηστόν· ἀκόντων δὲ παραῤῥέον, κακόν· καὶ οἷσι περιτείνεται βλέφαρα, κακόν· κακὸν δὲ καὶ τὸ ἐπιξηραινόμενον, οἷον ἄχνη, καὶ τὸ

274
ἀμαυρὸν, καὶ αὐχμηρὸν, κακόν· καὶ οἱ ῥυτιδούμενοι ἔνδοθεν, καὶ οἱ πεπηγότες, καὶ οἱ μόλις στρεφόμενοι, καὶ οἱ ἐνδεδινημένοι, καὶ τἄλλα ὅσα παρεῖται.

14. Πυρετοὶ, οἱ μὲν δακνώδεες τῇ χειρὶ, οἱ δὲ πρηέες· οἱ δ᾿ οὐ δακνώδεες μὲν, ἐπαναδιδόντες δέ· οἱ δ᾿ ὀξέες μὲν, ἡσσώμενοι δὲ τῆς χειρός· οἱ δὲ περικαέες εὐθέως, οἱ δὲ διὰ παντὸς βληχροί· ξηροί· οἱ δὲ ἁλμυρώδεες· οἱ δὲ πεμφιγώδεες ἰδεῖν δεινόι· οἱ δὲ πρὸς τὴν χεῖρα νοτιώδεες· οἱ δὲ ἐξέρυθροι· οἱ δὲ πελιοί· οἱ δὲ ἔξωχροι· καὶ τἄλλα τοιουτότροπα.

15. Αἱ ξυντάσιες τοῦ σώματος, καὶ οἱ σκληρυσμοὶ τῶν ἄρθρων, κακόν· καὶ αὐτὸς διαλελυμένος, κακόν· καὶ αἱ κατακλάσιες τῶν

276
ἄρθρων, κακαί. Ὄμματος θράσος, παρακρουστικόν· καὶ ἔῤῥιψις καὶ κατάκλασις, κακόν.