Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

Ἄῤῥωστος πρῶτος.

Πυθίων, ὃς ᾤκει παρὰ Γῆς ἱερόν· ἤρξατο τρόμος ἀπὸ χειρῶν τῇ πρώτῃ· πυρετὸς ὀξύς· λῆρος. Δευτέρῃ, πάντα παρωξύνθη. Τρίτῃ τὰ αὐτά. Τετάρτῃ, ἀπὸ κοιλίης ὀλίγα,

26
ἄκρητα, χολώδεα, διῆλθεν. Πέμπτῃ, πάντα παρωξύνθη· τρόμοι παρέμενον· ὕπνοι λεπτοί· κοιλίη ἔστη. Ἕκτῃ, πτύελα ποικίλα, ὑπέρυθρα. Ἑβδόμῃ, στόμα παρειρύσθη. Ὀγδόῃ,
28
πάντα παρωξύνθη· τρόμοι δὲ πάλιν παρέμενον· οὖρα δὲ καταρχὰς μὲν καὶ μέχρι τῆς ὀγδόης, λεπτὰ, ἄχροα· ἐναιώρημα εἶχον ἐπινέφελον. Δεκάτῃ ἵδρωσεν· πτύελα ὑποπέπονα· ἐκρίθη· οὖρα ὑπόλεπτα περὶ κρίσιν. Μετὰ δὲ κρίσιν, τεσσαράκοντα ἡμέρῃσιν ὕστερον, ἐμπύημα περὶ ἕδρην· καὶ στραγγουριώδης ἐγένετο ἀπόστασις. ϠΠΟΥΜΥ.

32

Ἄρρωστος δεύτερος.

Ἑρμοκράτην, ὃς κατέκειτο παρὰ τὸ καινὸν τεῖχος, πῦρ ἔλαβεν. Ἤρξατο δὲ ἀλγέειν κεφαλὴν, ὀσφύν· ὑποχονδρίου

34
ἔντασις λαπαρῶς· γλῶσσα δὲ ἀρχομένῳ ἐπεκαύθη· κώφωσις αὐτίκα· ὕπνοι οὐκ ἐνῆσαν· διψώδης οὐ λίην· οὖρα παχέα, ἐρυθρά· κείμενα οὐ καθίστατο· ἀπὸ δὲ κοιλίης οὐκ ὀλίγα ξυγκεκαυμένα διῄει. Πέμπτῃ, οὔρησε λεπτὰ, εἶχεν ἐναιώρημα, οὐχ ἵδρυτο· ἐς νύκτα παρέκρουσεν. Ἕκτῃ ἰκτεριώδης· πάντα παρωξύνθη· οὐ κατενόει. Ἑβδόμῃ δυσφόρως· οὖρα λεπτὰ, ὅμοια· τὰς ἑπομένας παραπλησίως. Περὶ δὲ ἑνδεκάτην ἐόντι, πάντα ἔδοξε κουφισθῆναι. Κῶμα ἤρξατο· οὔρει παχύτερα, ὑπέρυθρα, κάτω λεπτά· οὐ καθίστατο· ἡσυχῇ
36
κατενόει. Τεσσαρεσκαιδεκάτῃ, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκοιμήθη· κατενόει πάντα· οὖρα παραπλήσια. Περὶ δὲ ἑπτακαιδεκάτην ἐόντι, ὑπέστρεψεν· ἐθερμάνθη. Τὰς ἐπομένας, πυρετὸς ὀξύς· οὖρα λεπτά· παρέκρουσεν. Πάλιν δὲ εἰκοστῇ ἐκρίθη· ἄπυρος· οὐχ ἵδρωσεν· ἀπόσιτος παρὰ πάντα τὸν χρόνον· κατενόει πάντα· διαλέγεσθαι οὐκ ἠδύνατο· γλῶσσα ἐπίξηρος· οὐκ ἐδίψη· κατεκοιμᾶτο σμικρὰ, κωματώδης.
38
Περὶ δὲ εἰκοστὴν καὶ τετάρτην, ἐπεθερμάνθη· κοιλίη ὑγρὴ, πολλοῖσι λεπτοῖσι ῥέουσα· καὶ τὰς ἑπομένας, πυρετὸς ὀξύς· γλῶσσα ξυνεκαύθη. Ἑβδόμῃ καὶ εἰκοστῇ, ἀπέθανεν. Τούτῳ κώφωσις διὰ τέλεος παρέμενεν· οὖρα ἢ παχέα καὶ ἐρυθρὰ, οὐ καθιστάμενα, ἢ λεπτὰ καὶ ἄχροα, καὶ ἐναιώρημα ἔχοντα· γεύεσθαι οὐκ ἠδύνατο. ϠΕΔΚΖΘ.

Ἄῤῥωστος τρίτος.

Ὁ κατακείμενος ἐν τῷ Δεάλκεος κήπῳ, κεφαλῆς βάρος, καὶ κρόταφον δεξιὸν ἐπώδυνον εἶχε χρόνον πουλύν· μετὰ

40
δὲ προφάσιος, πῦρ ἔλαβεν· κατεκλίθη. Δευτέρῃ ἐξ ἀριστεροῦ ὀλίγον ἄκρητον ἐῤῥύη αἷμα· ἀπὸ δὲ κοιλίης κόπρανα καλῶς διῆλθεν· οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ, οἷον κρίμνα, γονοειδέα. Τρίτῃ, πυρετὸς ὀξύς· διαχωρήματα μέλανα, λεπτὰ, ἔπαφρα· ὑπόστασις πελιδνὴ διαχωρήμασιν· ὑπεκαροῦτο· ἐδυσφόρει περὶ τὰς ἀναστάσιας· οὔροισιν ὑπόστασις, πελιδνὴ, ὑπόγλισχρος. Τετάρτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· διαλιπὼν ὀλίγον, ἰώδεα· ἐξ ἀριστεροῦ ὀλίγον, ἄκρητον ἐῤῥύη· διαχωρήματα ὅμοια· οὖρα ὅμοια· ἐφίδρωσε περὶ κεφαλὴν καὶ κληβδας· σπλὴν ἐπήρθη· μηροῦ ὀδύνη κατ᾿ ἴξιν· ὑποχονδρίου δεξιοῦ ξύντασις ὑπολάπαρος· νυκτὸς οὐκ ἐκοιμήθη· παρέκρουσε σμικρά. Πέμπτῃ, διαχωρήματα πλείω, μέλανα, ἔπαφρα· ὑπόστασις μέλαινα διαχωρήμασιν· νύκτα οὐχ ὕπνωσεν· παρέκρουσεν. Ἕκτῃ, διαχωρήματα μέλανα, λιπαρὰ, γλίσχρα, δυσώδεα· ὕπνωσεν· κατενόει μᾶλλον. Ἑβδόμῃ, γλῶσσα ἐπίξηρος· διψώδης· οὐκ ἐκοιμήθη· παρέκρουσεν· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀγδόῃ, διαχωρήματα μέλανα, ὀλίγα, ξυνεστηκότα· ὕπνωσεν· κατενόει· διψώδης οὐ λίην. Ἐνάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ψύξις· παρέκρουσε, δεξιῷ ἴλλαινεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἄγρυπνος. Δεκάτῃ, περὶ
42
τὰ αὐτά. Ἑνδεκάτῃ, κατενόει πάντα· ἄπυρος· ὕπνωσεν· οὖρα λεπτὰ, περὶ κρίσιν. Δύο διέλιπεν ἄπυρος· ὑπέστρεψε τεσσαρεσκαιδεκάτῃ· αὐτίκα δὲ νύκτα οὐκ ἐκοιμήθη, πάντα παρέκρουσεν. Πεντεκαιδεκάτῃ, οὖρον θολερὸν, οἷον ἐκ τῶν καθεστηκότων γίγνεται, ὅταν ἀναταραχθῇ· πυρετὸς ὀξύς· πάντα παρέκρουσεν· οὐκ ἐκοιμήθη· γούνατα καὶ κνήμας ἐπώδυνα εἶχεν· ἀπὸ δὲ κοιλίης βάλανον προσθεμένῳ, μέλανα κόπρανα διῆλθεν. Ἑκκαιδεκάτῃ, οὖρα λεπτὰ, εἶχεν ἐναιώρημα ἐπινέφελον· παρέκρουσεν. Ἑπτακαιδεκάτῃ, πρωῒ ἄκρεα ψυχρά· περιεστέλλετο· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκουφίσθη· κατενόει μᾶλλον· οὐκ ἄπυρος· διψώδης· ἤμεσε χολώδεα, ξανθὰ, ὀλίγα· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθε, μετ᾿ ὀλίγον δὲ μέλανα, ὀλίγα, λεπτά· οὖρα λεπτὰ, οὐκ εὔχροα. Ὀκτωκαιδεκάτῃ, οὐ κατενόει· κωματώδης. Ἐννεακαιδεκάτῃ; διὰ τῶν αὐτῶν. Εἰκοστῇ, ὕπνωσεν· κατενόει πάντα· ἵδρωσεν· ἄπυρος· οὐκ ἐδίψη· οὖρα δὲ λεπτά. Εἰκοστῇ πρώτῃ, σμικρὰ παρέκρουσεν·
44
ὑπεδίψη· ὑποχονδρίου πόνος, καὶ περὶ ὀμφαλὸν παλμὸς διὰ τέλεος. Εἰκοστῇ τετάρτῃ, οὔροισιν ὑπόστασις· κατενόει πάντα. Εἰκοστῇ ἑβδόμῃ, ἰσχίου δεξιοῦ ὀδύνη· οὖρα λεπτὰ, καὶ εἶχον ὑπόστασιν· τὰ δ᾿ ἄλλα εἶχεν ἐπιεικέστατα. Περὶ δὲ εἰκοστὴν ἐνάτην, ὀφθαλμοῦ δεξιοῦ ὀδύνη· οὖρα λεπτά. Τεσσαρακοστῇ, διεχώρησε φλεγματώδεα, λευκὰ, ὑπόσυχνα· ἵδρωσε πολλῷ δι᾿ ὅλου· τελέως ἐκρίθη. ϠΚΔΟΔΜΥ.

Ἄῤῥωστος τέταρτος.

Ἐν Θάσῳ, Φιλίστης κεφαλὴν ἐπόνεε χρόνον πουλύν· καί ποτε καὶ ὑποκαρωθεὶς, κατεκλίθη· ἐκ δὲ πότων πυρετῶν ξυνεχέων γενομένων, ὁ πόνος παρωξύνθη· νυκτὸς ἐπεθερμάνθη

46
τὸ πρῶτον. Τῇ πρώτῃ, ἤμεσε χολώδεα, ὀλίγα, ξανθὰ τὸ πρῶτον, μετὰ δὲ, ἰώδεα πλείω· ἀπὸ δὲ κοιλίης κόπρανα διῆλθεν· νύκτα δυσφόρως. Δευτέρῃ, κώφωσις· πυρετὸς ὀξύς· ὑποχόνδριον δεξιὸν ξυνετάθη· ἔῤῥεπεν ἐς τὰ ἔσω· οὖρα λεπτὰ, διαφανέα, εἶχεν ἐναιώρημα γονοειδὲς, σμικρόν· ἐξεμάνη περὶ μέσον ἡμέρης. Τρίτῃ δυσφόρως. Τετάρτῃ σπασμοί· παρωξύνθη πάντα. Πέμπτῃ, πρωῒ ἀπέθανεν. ϠΦΔΕΘ.

Ἄῤῥωστος πέμπτος.

Χαιρίωνα, ὃς κατέκειτο παρὰ Δημαινέτῳ, ἐκ ποτοῦ πῦρ

48
ἔλαβεν· αὐτίκα δὲ κεφαλῆς βάρος ἐπώδυνον· οὐκ ἐκοιμᾶτο· κοιλίη ταραχώδης, λεπτοῖσιν, ὑποχολώδεσιν. Τρίτῃ, πυρετὸς ὀξύς· κεφαλῆς τρόμος, μάλιστα δὲ χείλεος τοῦ κάτω· μετ᾿ ὀλίγον δὲ, ῥῖγος· σπασμοί· πάντα παρέκρουσεν· νύκτα δυσφόρως. Τετάρτῃ, δι᾿ ἡσυχίης· σμικρὰ ἐκοιμήθη· παρέλεγεν. Πέμπτῃ, ἐπιπόνως· πάντα παρωξύνθη· λῆρος· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσε δι᾿ ὅλου· ἐκρίθη. Τούτῳ διατελέως ἀπὸ κοιλίης διαχωρήματα χολώδεα, ὀλίγα, ἄκρητα· οὖρα λεπτὰ, εὔχροα, ἐναιώρημα ἐπινέφελον ἔχοντα. Περὶ ὀγδόην, οὔρησεν εὐχροώτερα, ἔχοντα ὑπόστασιν λευκὴν, ὀλίγην· κατενόει· ἀπύρετος· διέλιπεν. Ἐνάτῃ, ὑπέστρεψεν. Περὶ δὲ τεσσαρεσκαιδεκάτην, πυρετὸς ὀξύς. Ἑκκαιδεκάτῃ, ἤμεσε χολώδεα, ξανθὰ, ὑπόσυχνα. Ἑπτακαιδεκάτῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἵδρωσεν· ἄπυρος· ἐκρίθη· οὖρα μετὰ ὑποστροφὴν καὶ κρίσιν, εὔχροα, ὑποστάσιν ἔχοντα· οὐδὲ παρέκρουσεν ἐν τῇ ὑποστροφῇ. Ὀκτωκαιδεκάτῃ, ἐθερμαίνετο σμικρά· ἐπεδίψη· οὖρα λεπτά· ἐναιώρημα ἐπινέφελον· σμικρὰ παρέκρουσεν. Περὶ ἐννεακαιδεκάτην, ἄπυρος· τράχηλον ἐπωδύνως εἶχεν· οὔροισιν ὑπόστασις. Τελέως ἐκρίθη εἰκοστῇ. ϠΧΠΔΟΥΚΥ.

50

Ἄῤῥωστος ἕκτος.

Τὴν Εὐρυάνακτος θυγατέρα, παρθένον, πῦρ ἔλαβεν. Ἦν δὲ ἄδιψος διατελέως· γεύματα οὐ προσεδέχετο. Ἀπὸ δὲ κοιλίης σμικρὰ διῄει· οὖρα λεπτὰ, ὀλίγα, οὐκ εὔχροα. Ἀρχομένου δὲ τοῦ πυρετοῦ, περὶ ἕδρην ἐπόνεεν. Ἑκταίη δὲ ἐοῦσα, ἄπυρος· οὐχ ἵδρωσεν· ἐκρίθη· τὸ δὲ περὶ τὴν ἕδρην, σμικρὰ ἐξεπύησεν, ἐῤῥάγη ἅμα κρίσει. Μετὰ δὲ κρίσιν, ἑβδομαίη ἐοῦσα, ἐῤῥίγωσε, σμικρὰ ἐπεθερμάνθη, ἵδρωσεν. Μετὰ δὲ κρίσιν ὀγδοαίη ἐοῦσα, ἐῤῥίγωσεν οὐ πολλά· ὕστερον δὲ ἄκρεα ψυχρὰ αἰεί. Περὶ δεκάτην, μετὰ τὸν ἱδρῶτα τὸν γενόμενον, παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει· ἔλεγον δὲ γευσαμένην βότρυος, ταῦτα παθεῖν. Διαλιποῦσα δὲ δωδεκάτῃ, πάλιν πουλλὰ παρελήρει· κοιλίη

52
ἐταράχθη χολώδεσιν, ὀλίγοισιν, ἀκρήτοισι, λεπτοῖσι, δακνώδεσιν· πυκνὰ ἀνίστατο. Ἀφ᾿ ἧς δὲ παρέκρουσε τὸ ὕστερον, ἀπέθανεν ἑβδόμῃ. Αὕτη, ἀρχομένου τοῦ νουσήματος, ἤλγεε φάρυγγα, καὶ διατέλεος ἔρευθος εἶχεν· γαργαρεὼν ἀνεσπασμένος· ῥεύματα πουλλὰ, σμικρὰ, δριμέα· ἔβησσε πέπονα, οὐδὲν ἀνῆγεν· ἀπόσιτος πάντων παρὰ πάντα τὸν χρόνον, οὐδ᾿ ἐπεθύμησεν οὐδενός· ἄδιψος, οὐδ᾿ ἔπινεν οὐδὲν ἄξιον λόγου· σιγῶσα, οὐδὲν διελέγετο· δυσθυμίη· ἀνελπίστως ἑωυτῆς εἶχεν. Ἦν δέ τι καὶ ξυγγενικὸν, φθινῶδες.

Ἄῤῥωστος ἕβδομος.

Ἡ κυναγχικὴ, ἡ παρὰ τὰ Ἀριστιῶνος, ᾗ πρῶτον ἀπὸ

54
γλώσσης ἤρξατο· ἀσαφὴς φωνή· γλῶσσα ἐρυθρή· ἐπεξηράνθη. Τῇ πρώτῃ, φρικώδης· ἐπεθερμάνθη. Τρίτῃ, ῥῖγος· πυρετὸς ὀξύς· οἴδημα ὑπέρυθρον, σκληρὸν, τραχήλου καὶ στήθεος ἐξ ἀμφοτέρων· ἄκρεα ψυχρὰ, πελιδνά· πνεῦμα μετέωρον· ποτὸν διὰ ῥινῶν ἐχεῖτο· καταπίνειν οὐκ ἠδύνατο· διαχωρήματα καὶ οὖρα ἐπέστη. Τετάτρτῃ, πάντα παρωξύνθη. Πέμπτῃ, ἀπέθανε, κυναγχική. ϠΔΕΕΘ.

56

Ἄῤῥωστος ὅγδοος.

Τὸ μειράκιον, ὂ κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, πῦρ ἔλαβεν ἐκ κόπων, καὶ πόνων, καὶ δρόμων παρὰ τὸ ἔθος. Τῇ πρώτῃ, κοιλίη ταραχώδης, χολώδεσι, λεπτοῖσι, πολλοῖσιν· οὖρα λεπτὰ, ὑπομέλανα· οὐχ ὕπνωσεν· διψώδης. Δευτέρῃ, πάντα παρωξύνθη· διαχωρήματα πλείω, ἀκαιρότερα· οὐχ ὕπνωσεν· τὰ τῆς γνώμης ταραχώδεα· σμικρὰ ὑφίδρωσεν. Τρίτῃ, δυσφόρως· διψώδης· ἀσώδης· πουλὺς βληστρισμός· ἀπορίη· παρέκρουσεν· ἄκρεα πελιδνὰ, καὶ ψυχρά· ὑποχονδρίου ἔντασις ὑπολάπαρος ἐξ ἀμφοτέρων. Τετάρτῃ, οὐχ ὕπνωσεν· ἐπὶ τὸ χεῖρον. Ἑβδόμῃ, ἀπέθανεν. Ἡλικίην περὶ ἔτεα εἴκοσιν. ϠΞΖΘ. Ὀξύ.

58

Ἄῤῥωστος ἔνατος.

Ἡ παρὰ Τισαμένου γυνὴ κατέκειτο, ᾗ τὰ εἰλεώδεα δυσφόρως ὥρμησεν. Ἔμετοι πολλοί· ποτὸν κατέχειν οὐκ ἠδύνατο. Πόνοι περὶ ὑποχόνδρια· καὶ ἐν τοῖσι κάτω κατὰ κοιλίην, πόνοι· στρόφοι ξυνεχέες· οὐ διψώδης· ἐπεθερμαίνετο. Ἄκρεα ψυχρὰ διὰ τέλεος· ἀσώδης· ἄγρυπνος· οὖρα ὀλίγα, λεπτά· διαχωρήματα ὠμὰ, λεπτὰ, ὀλίγα· ὠφελέειν οὐδὲν ἠδύνατο· ἀπέθανεν.

60

Ἄῤῥωστος δέκατος.

Γυναῖκα ἐξ ἀποφθορῆς νηπίου, τῶν περὶ Παντιμίδην, τῇ πρώτῃ πῦρ ἔλαβεν· γλῶσσα ἐπίξηρος· διψώδης· ἀσώδης· ἄγρυπνος· κοιλίη ταραχώδης λεπτοῖσι, πολλοῖσιν, ὠμοῖσιν. Δευτέρῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· ἀπὸ κοιλίης πουλλά· οὐχ ὕπνωσεν. Τρίτῃ, μείζους οἱ πόνοι. Τετάρτῃ, παρέκρουσεν. Ἑβδόμῃ, ἀπέθανεν. Κοιλίη διὰ παντὸς ὑγρὴ διαχωρήμασι πολλοῖσι, λεπτοῖσιν, ὠμοῖσιν· οὖρα ὀλίγα, λεπτά. Καῦσος.

Ἄῤῥωστος ἑνδέκατος.

Ἑτέρην ἐξ ἀποφθορῆς περὶ πεντάμηνον, Οἰκέτεω γυναῖκα,

62
πῦρ ἔλαβεν· ἀρχομένη, κωματώδης ἦν, καὶ ἄγρυπνος πάλιν· ὀσφύος ὀδύνη· κεφαλῆς βάρος. Δευτέρῃ, κοιλίη ἐπεταράχθη, ὀλίγοισι, λεπτοῖσιν, ἀκρήτοισι τὸ πρῶτον. Τρίτῃ, πλείω, χείρω· νυκτὸς οὐκ ἐκοιμήθη. Τετάρτῃ, παρέκρουσεν· φόβοι, δυσθυμίαι· δεξιῷ ἴλλαινεν· ἵδρωσε περὶ κεφαλὴν ὀλίγῳ ψυχρῷ· ἄκρεα ψυχρά. Πέμπτῃ, πάντα παρωξύνθη· πολλὰ παρέλεγε, καὶ πάλιν ταχὺ κατενόει· ἄδιψος· ἄγρυπνος· κοιλίη πουλλοῖσιν ἀκαίροισι διὰ τέλεος· οὖρα ὀλίγα, λεπτὰ, ὑπομέλανα· ἄκρεα ψυχρὰ, ὑποπέλιδνα. Ἕκτῃ, διὰ τῶν αὐτῶν. Ἑβδόμῃ, ἀπέθανεν. Φρενῖτις.

Ἄῤῥωστος δῳδέκατος.

Γυναῖκα, ἥτις κατέκειτο ἐπὶ ψευδέων ἀγορῇ, τότε τεκοῦσαν

64
πρῶτον ἐπιπόνως ἄρσεν, πῦρ ἔλαβεν. Αὐτίκα ἀρχομένη, διψώδης, ἀσώδης, καρδίην ὑπήλγεε· γλῶσσα ἐπίξηρος· κοιλίη ἐπεταράχθη, λεπτοῖσιν, ὀλίγοισιν· οὐχ ὕπνωσεν. Δευτέρῃ, σμικρὰ ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· σμικρὰ περὶ κεφαλὴν ἵδρωσε ψυχρῷ. Τρίτῃ, ἐπιπόνως· ἀπὸ κοιλίης ὠμὰ, λεπτὰ, πουλλὰ διῄει. Τετάρτῃ, ἐπεῤῥίγωσεν· πάντα παρωξύνθη· ἄγρυπνος. Πέμπτῃ, ἐπιπόνως. Ἕκτῃ, διὰ τῶν αὐτῶν· ἀπὸ κοιλίης ἦλθεν ὑγρὰ, πουλλά. Ἑβδόμῃ, ἐπεῤῥίγωσεν· πυρετὸς ὀξύς· δίψα πουλλή· βληστρισμός· περὶ δείλην, ἵδρωσε δι᾿ ὅλου ψυχρῷ· ψύξις· ἄκρεα ψυχρά· οὐκ ἔτι ἀνεθερμαίνετο· καὶ πάλιν ἐς νύκτα ἐπεῤῥίγωσεν· ἄκρεα οὐκ ἀνεθερμαίνετο οὐχ ὕπνωσεν· σμικρὰ παρέκρουσε, καὶ πάλιν ταχὺ κατενόει. Ὀγδόῃ, περὶ μέσον ἡμέρης ἀνεθερμάνθη· διψώδης· κωματώδης· ἀσώδης· ἤμεσε χολώδεα, σμικρὰ, ὑπόξανθα· νύκτα δυσφόρως· οὐκ ἐκοιμήθη· οὔρησε πουλὺ, ἀθρόον, οὐκ εἰδυῖα. Ἐνάτῃ,
66
ξυνέδωκε πάντα· κωματώδης· πρὸς δείλην, σμικρὰ ἐπεῤῥίγωσεν· ἤμεσε σμικρὰ, χολώδεα. Δεκάτῃ, ῥῖγος· πυρετὸς παρωξύνθη· οὐχ ὕπνωσεν οὐδέν· πρωῒ, οὔρησε πουλὺ, ὑπόστασιν ἔχον· ἄκρεα ἀνεθερμάνθη. Ἑνδεκάτῃ, ἤμεσεν ἰώδεα, χολώδεα· ἐπεῤῥίγωσεν οὐ μετὰ πουλύ· καὶ πάλιν, ἄκρεα ψυχρά· ἐς δείλην, ῥῖγος· ἱδρὼς ψυχρός· ἤμεσε πουλλά· νύκτα, ἐπιπόνως. Δωδεκάτῃ, ἤμεσε πουλλὰ, μέλανα, δυσώδεα· λυγμὸς πουλύς· δίψος ἐπιπόνως. Τρισκαιδεκάτῃ, μέλανα, δυσώδεα, πουλλὰ ἤμεσεν· ῥῖγος· περὶ δὲ μέσον ἡμέρης ἄφωνος. Τεσσαρεσκαιδεκάτῃ, αἷμα διὰ ῥινῶν· ἀπέθανεν. Ταύτῃ διὰ τέλεος, κοιλίη ὑγρὴ· φρικώδης. Ἡλικίη, περὶ ἔτεα ἑπτακαίδεκα. Καῦσος.