Epidemiarum

Hippocrates

Hippocrates. Oeuvres complètes d'Hippocrate, Vol. 2. Littré, Émile, editor. Paris: Baillière, 1840

21. Ἢν τὰ ἄνω χωρία σπαργᾷ, τὰ περὶ τὴν κεφαλὴν, ἑλκέων κάθαρσις, ἔμετος, ἱδρώς.

22. Ἀπὸ γαστρὸς ταραχῆς ἢ ἀπὸ βηχὸς καρκίνου γενομένου, τὸ στόμα πικραίνεται· διδόναι δὲ πίνειν ἐλατήριον δὶς ἢ τρὶς, ἢν μὴ ψιλὸς ᾖ· ἐπιδεῖν δεῖ χαλκοῦ ἄνθος, καύσας ἕως ἂν πυῤῥὸν ᾖ, καὶ σπογγίην, ἢν μὴ ψιλὸς ᾖ.

23. Ἀλύκης, φρίκης, χάσμης, οἶνος ἴσος ἴσῳ ἢ γάλα.

24. Ὠτὸς περιωδυνίη, σικύην προσβάλλειν.

25. Ὅ τι ἂν τῶν ἄνω πονέῃ, ὀδύνη ἐς τὰ ἰσχία, ἢ ἐς τὰ γούνατα, καὶ ἆσθμα λύει πάντα τουτέων γινομένων.

26. Εἰλεοῦ λαπαροῦ,

138
ψυχρὸν οἶνον πολλὸν ἄκρητον κατ᾿ ὀλίγον διδόναι, ἔστ᾿ ἂν ὕπνος ἢ σκελέων ὀδύνη γένηται· λύει δὲ καὶ πυρετὸς καὶ δυσεντερίη ἄνευ ὀδύνης. Ἢν ὑποχόνδριον τεταμένον ᾖ, πιέζειν τῇ χειρὶ καὶ λούειν.

27. Παρωνυχίης, κηκὶς μέλαινα ἐν μέλιτι.

28. Ὕδατος ἀφιεμένου, γάλακτος ὀκτὼ κοτύλας δοῦναι πιεῖν· ἢν δὲ ἐμέῃ, καὶ μὴ πίνῃ, μυττωτὸν δριμύν.

29. Ὥστε ἔχειν γυναῖκα ἐν γαστρί· πωλύπια ὑπὲρ φλογὸς ὀπτῶντα, ὡς θερμότατα καὶ πλεῖστα ἡμίφλεκτα διδόναι τρώγειν, καὶ τρίψαντα λίτρον αἰγύπτιον καὶ κορίανον καὶ κύμινον, κόλλικας ποιεῦντα, προστιθέναι τῷ αἰδοίῳ.

30. Ἢν ἐκ κραιπάλης κεφαλὴν ἀλγέῃ, οἴνου ἀκρήτου κοτύλην πιεῖν· ἢν δὲ ἄλλως κεφαλὴν ἀλγέῃ, ἄρτον ὡς θερμότατον ἐξ οἴνου ἀκρήτου ἐσθίειν.

31. Ἢν ἄνθρωπον θέρμη ἔχῃ μὴ ἀπὸ χολῆς, μηδὲ ἀπὸ φλέγματος, ἀλλ᾿ ἢ ἀπὸ κόπου, ἢ ἄλλως πυρεταίνῃ, ὕδωρ θερμῆναι πολλὸν, ἔπειτα ὑπερχέων τὴν κεφαλὴν βρέχειν, μέχρις ἂν τοὺς πόδας ἱδρώσῃ· καὶ ἄλητον ἕψεσθαι ὡς παχύτατον, ἐπὴν δὲ ἱδρώσῃ τοὺς πόδας, ἄλητον ὡς πλεῖστον καὶ θερμότατον ἐσθίων, καὶ οἶνον ἄκρητον ἐπιπίνων, περιστειλάμενος ἱματίοις, ἀναπαυέσθω εὐκόπως, ἢ μὴν ναρκίσσου δύο ἢ τρεῖς κεφαλὰς ἐπὶ τῷ δείπνῳ ἐσθιέτω.

32. Τῷ μέλλοντε μαίνεσθαι τόδε προσημαίνει τὸ σημεῖον· αἷμα συλλέγεται αὐτῷ ἐπὶ τοὺς τιτθούς.