Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](241)

Μύστα γυνὴ Σελεύκου τοῦ Καλλινίκου κληθέντος [*](e. 52, 9) περὶ Ἄγκυραν ὑπὸ Γαλατῶν ἡττηθέντος, ὑπὸ τῶν πολε- μίων ἁλοῦσα, τὴν βασιλικὴν ἐσθῆτα μεταμφιασαμένη, [*](Cap. 61. Ex Phylarcho coll. Athen. 13, 64. p. 593 E.) [*](2 κατέβαλε K; κατέβαλλεν F || 4 ἀποβαλλοῦσα F || 9 Στρυ- μῶνα F || 16 μετεβαλοντο F] μετεβάλλοντο M vulg. || Ante ἡ δὲ lacunam statuit Hertlein || 21. 22 Μύστα H, Phylarchus; Πύστα F: cf. Cobet, var. lect. p. 202.)

421
θεραπαινίδος ἀθλιωτάτης ῥάκια λαβοῦσα ἐν τοῖς αἰχμα- λῶώτοις ἐπράθη. ἀχθεῖσα δὲ εἰς Ῥόδον μετὰ ἄλλων ἀνδραπόδων ἐξηγόρευσεν ἥτις ἦν. Ῥόδιοι τῷ πριαμένῳ τὸ ἀργύριον ἀποδόντες λαμπρῶς κομίσαντες ἐς Ἀντιό- χειαν ἐξέπεμψαν.

Πείσων καὶ Σενέκας ἐπιβουλὴν συνεστήσαντο κατὰ [*](65p. Ch.) Νέρωνος. ἦν ἀδελφὸς Σενέκᾳ Μέλας, ὃς ἑταίραν εἶχεν Ἐπίχαριν. ταύτην τὴν Ἐπίχαριν ὁ Νέρων ὡς μετ- έχουσαν τῶν ἀπορρήτων ἐβασάνισε πικρῶς, ἡ δὲ ἀντ- έσχεν οὐδενὸς κατειποῦσα. Νέρων ἀνέθετο ὡς αὖθις βασανίσων. μετὰ τρεῖς ἡμέρας τὴν πίχαριν ἐκομίζετο ἐν φορείῳ, ἡ δὲ λυσαμένη τὴν ζώνην ἀπεβρόχισεν ἑαυτὴν ἐν αὐτῷ τῷ φορείῳ. οἱ κομίζοντες ἐγγὺς τῶν βασανιστήρων γενόμενοι ἀποθέμενοι προελθεῖν αὐτὴν ἐκέλευον· τῆς δʼ ἄρα τὸ σῶμα εὑρέθη νεκρὸν, καὶ ὁ τύραννος πολλὰ ἐσχετλίαζεν ὡς ὑπὸ τῆς ἑταίρας νενι- κημένος.

Ἐν Μιλήτῳ τὰς παρθένους μανικὸν πάθος κατ- έσχεν· αἱ πλεῖσται γὰρ οὐδεμιᾶς οὔσης συμφορᾶς ἐξαί- φνης αὑτὰς ἀπεβρόχιζον. Μιλησία γυνὴ συνεβούλευσε [*](Cap. 62. Cf. Tacit. annal. 15, 57; Dio Cass. 62, 27.) [*](Cap. 63. Cf. Plut. de virt. mul. 11; Gell. 15, 10.) [*](1 ταῖς Patakis 3 || ἐξηγόρευσεν vulg.; ἐξαγορεύσασα H; ἐξηγόρευεν F ἥτις vulg.; εἴ τις F || 4 κομίσαντες F ; κοσμήσαντες vulg. || 8 Σενέκᾳ vulg.; Σενέκας F || Μέλας Maasv.; Σκελάος F; ὁ Μέλας W || 12 ἐκομί ζετο ἐν Patakis; ἐκομίζετο μὲν F; ἐκό- μιζον ἐν Κ || 13 φορίῳ F || 15 βασανιστέρων Roth; βασανιστηρίων F || 19 Μιλησίαι vulg ; μιλισία F || 20 πάθος Plut.; πένθος F.)

422
τὰς ἀπαγχομένας [γυμνὰς] διὰ τῆς ἀγορᾶς ἐκκομίζεσθαι. τοῦτο κυρωθὲν ἐπέσχε θανατώσας τὰς παρθένους· τὴν γὰρ μετὰ θάνατον αἰσχύνην καὶ τὴν διὰ τῆς ἀγορᾶς πομπὴν οὐ φέρουσαι τῶν βρόχων ἀπέσχοντο.

Μήλιοι Καρίαν ἐπῴκισαν ἡγεμόνα Νυμφαῖον ἔχον- τες· Κᾶρες οἱ Κρύασσὸν οἰκοῦντες ἐπιβουλεύοντες Μηλίοις καλοῦσιν αὐτοὺς ἐπὶ δημοσίαν ἑορτήν. Καρίνη παρθένος ἐρῶσα Νυμφαίου τὴν ἐπιβουλὴν ἐξηγόρευσεν. ὁ δὲ πρὸς τοὺς Κᾶρας ἔφη, νόμον ἝΣλλησιν εἶναι μετὰ γυναικῶν ἐπὶ δεῖπνον βαδίζειν. οἱ μὲν δὶ Κᾶρες ἐκέλευσαν ἄγειν καὶ τὰς γυναῖκας, οἱ Μήλιοι δὲ αὐτοὶ μὲν ἄνευ ὅπλων ἐν ἱματίοις βαδίζουσιν, αἱ δὲ γυναῖκες ἑκάστη ξίφος ἐν τῷ κόλπῳ κομίζουσα παρὰ τὸν αὐτῆς ἄνδρα πᾶσαι καθιζάνουσιν. ὡς δὲ δειπνοῦντες τοῦ Καρίου συνθήματος ᾔσθοντο, αἱ μὲν γυναῖκες ὁμοῦ πᾶσαι τοὺς κόλπους ἀνέρρηξαν, οἱ δὲ ἄνδρες τὰ ξίφη λαβόντες ἐπέθεντο τοῖς βαρβάροις καὶ διαχρησάμενοι πάντας τήν τε πόλιν αὐτῶν καὶ τήν χώραν κατῴκησαν.

Φωκεῦσι καὶ Θετταλοῖς πόλεμος ἄσπονδος ἦν, ὥστε καὶ Θετταλοὶ δόγμα ἐκύρωσαν, μηδενὸς ἀπέχε- [*](Cap. 64. Cf. Plut. ibid. 7.) [*](Cap. 65. Cf. Plut. ibid. 2.) [*](1 [γυμνὰς] inser. W et Hercher, Hermes 9, p. 112 ex Plut. et Gell 5 || Μιλίαι F || 6 ἐπῴκησαν F || Νυμφαῖον (cf. infra v. 9) Plut ; Συμφαῖον F || 8 Καρίνη Plut ; Καρήνη F || 9 Νιμφαίου F || 14 κομίζουσα Κ; κομίζουσιν F || αὐτῆς F || 19 καῴκησαν F: cf. 5, 5, 2; κατῴκισαν K || 22 καὶ del Κ.)

423
σθαι τῶν ἐν ἡλικίᾳ, παῖδας δὲ καὶ γυναῖκας ἀνδρα- ποδίσασθαι. Φωκέων μελλόντων συμβάλλειν ἐς μάχην αἱ Φωκίδες ἐψηφίσαντο· ῾  ὕλην παμμεγέθη νησώμεθα· ἐπειδὰν δὲ αἰσθώμεθα τοὺς ἄνδρας ἡττωμένους, αὐταὶ τῆς πυρᾶς μετὰ τῶν τέκνων ἐπιβώμεν καὶ τὴν ὕλην ὑφάψασαι καταπρήσωμεν᾿. τοῦτο τὸ ψήφισμα τῶν γυναικῶν τοὺς Φωκέας ἐποίησεν ἀνδρειότερον παρα- τάξασθαι καὶ κρατῆσαι τῇ μάχῃ.

Χίοις πρὸς Ἐρυθραίους πόλεμος ἦν Λευκωνίας πέρι· καὶ δὴ συνέθεντο Χῖοι μὴ δυνάμενοι τοῖς πο- λεμίοις ἀντέχειν ἐξελθεῖν ὑπόσπονδοι χλαῖναν μίαν ἕκαστος καὶ ἱμάτιον ἔχοντες. αἱ Χῖαι γυναῖκες ἐσχε- τλίαζον, εἰ τὰ ὅπλα προέμενοι γυμνοὶ φευξοῦνται. τῶν δὲ ὀμωμοκέναι φασκόντων αἱ γυναῖκες συνεβούλευσαν τὰ μὲν ὅπλα μηδαμῶς ἀφιέναι, λέγειν δὲ ὡς ἔθος αὐτοῖς χλαῖναν μὲν καλεῖν τὸ ξυστὸν, χιτῶνα δὲ τὴν ἀσπίδα. ταῖς γυναιξὶν ἐπείσθησαν οἱ Χῖοι καὶ τὰ ὅπλα κατασχόντες φοβερώτεροι τοῖς Ἐρυθραίοις ἐγένοντο.

[*](e. 56, 11)

Θάσιοι πολιορκούμενοι μηχανήματα ἔνδον τῶν [*](464—462) τειχῶν ἐπαναστῆσαι τοῖς πολεμίοις βουλόμενοι σπάρ- των ἠπόρουν, οἷς τὰ μηχανήματα συνδεῖν ἐχρῆν. αἱ Θάσιαι τὰς κεφαλὰς ἀπεκείραντο καὶ σύνδεσμοι τῶν μηχανημάτων ἐγένοντο τῶν γυναικῶν αἱ τρίχες.

[*](Cap 66. Cf. Plut ibid 3.)[*](Cap. 67. De tempore cf. Duncker, Gesch. d. Altert. IX, p. 218, not 4.)[*](4 αὑταὶ F || 5 πυηρας (sic) F || 7 ἐποίησεν F; ἔπεισεν W 12 ἀντέχειν| ἐξελθεῖν ἀντέχειν F || 14 εἶτα F.)
424
[*](272)

Πύρρος Ἠπειρώτης ἐνέβαλεν εἰς Ἄργος καλέσαντος αὐτὸν Ἀριστέως Ἀργείου. οἱ μὲν Ἀργεῖοι συνέδραμον ἐς τὴν ἀγορὰν μετὰ τῶν ὅπλων, αἱ δὲ γυναῖκες αὐτῶν προκαταλαβόμεναι τὰ τέγη τοὺς Ἠπειρώτας ἄνωθεν βάλλουσαι ἀναχωρῆσαι βιάζονται, ὥστε καὶ Πύρρος, ὁ δεινότατος τῶν στρατηγῶν, αὐτὸς ἔπεσεν ἐμπεσούσης ἐπὶ τὴν κεφαλὴν αὐτοῦ κεραμίδος. αἱ δὲ Ἀργολίδες μέγιστον κλέος ἐν τοῖς Ἐλλησιν ἤραντο Πύρρου τοῦ πολεμικωτάτου μηδὲ ὑπʼ ἀνδρῶν, ἀλλὰ ὑπὸ γυναικῶν Ἀργολίδων πεσόντος.

[*](211)

Αἰτωλῶν Ἀκαρνᾶσι μακρῷ χρόνῳ πολεμούντων, τέλος δὲ κατὰ προδοσίαν ἐς τὴν πόλιν παραπεσόντων οἱ μὲν ἄνδρες εὐρώστως ἐν παραλόγῳ κινδύνῳ παρε- τάσσοντο, αἱ δὲ γυναῖκες ἐπὶ τὰς στέγας ἀναδραμοῦσαι, αἱ μὲν λίθους, αἱ δὲ κεράμους βάλλουσαι πολλοὺς τῶν πολεμίων ἀνῄρουν. τοὺς δὲ ἄνδρας ἐνδιδόντας καὶ ἡττωμένους αὗται ποτὲ μὲν παρακαλοῦσαι, ποτὲ δὲ ὀνειδίζουσαι, ποτὲ δὲ ἱκετεύουσαι ἀνέστρεψαν ἐπὶ τὴν μάχην ἐπεὶ δὲ πάλιν ἀγωνισάμενοι γενναίως ἑάλωσαν, αἱ γυναῖκες ἐπὶ τοσοῦτον περιεπλέκοντο τοῖς σώμασι τῶν ἀνδρῶν ἢ ἀδελφῶν ἢ πατέρων, ὥστε αὐτὰς ἐξαρτωμένας ἀποσπᾶν οἱ πολέμιοι μὴ δύναμενοι συγκατεφόνευσαν τοῖς ἀνδράσιν.

[*](Cap. 68. Cf. Plut. Pyrrh. 34; Pausan. 1, 13, 7; Iustin. 25, 5, 1 sq. — Droysen III, 1, p 217.)[*](1 Ἀργολίδες corr. F,; Ἀργολίδαι F1 || 3 Ἀριστέως F; Ἀριστέου Plut. || 6 βάλουσαι F || 11 πεσόντες F, 12 Ἀκαρνανίδες W ex Steph. Byz. s. v.; Ἀκαρνάνισσαι C. I. A. ΙΙ, 983; Ἀρκάδαι F || 15 εὐρώστως ὡς Patakis || 25 συγκατεφόνευσαν corr. F2 ex οὐ κατεφόνευσαν.)
425

Κυρηναίοις ἐπολέμει Πτολεμαῖος. οἱ δὲ ἡγεμόνα ἐξ Αἰτωλίας Λυκωπὸν μεταπεμψάμενοι τούτῳ τὴν προ- στασίαν τῶν κοινῶν ἐνεχείρισαν. ἐν δὲ ταῖς μάχαις οἱ μὲν Κυρηναῖοι προεκινδύνευον, αἱ δὲ γυναῖκες αὐτῶν χάρακας περιέβαλλον, τάφρους ὤρυττον, βέλη προσέφερον, λίθους προσεκόμιζον, τοὺς τραυματίας ἐθεράπευον, τροφὴν παρεσκεύαζον. σφαλέντων δὲ τῶν ἀνδρῶν, τοῦ Λυκωποῦ τὰ πράγματα μεταστήσαντος ἐς μοναρχίαν, ἐπὶ τοσοῦτον ἐβλασφήμησαν τὸν μόναρ- χον, ὥστε παροξυνθεὶς τὰς πλείστας αὐτῶν ἀπέκτεινεν ἑκούσας ἐπὶ τὴν σφαγὴν θεούσας.

Λακεδαιμονίων αἱ θυγατέρες ἐγήμαντο Μινύαις τοῖς ἀπὸ τῶν Ἀργοναυτῶν γεγονόσιν. οἱ δὲ κοινωνοῦν- τες τῆς πολιτείας ἤδη καὶ τῆς βασιλείας ἀντεποιοῦντο. τοὺς μὲν δὴ καθεῖρξαν οἱ Σπαρτιᾶται, αἱ δὲ θυγα- τέρες τῶν * * * *

[*](Cap. 71. Cf. Herodot. 4, 145 sq.; Polyaen. 7, 47. — J. p. 483. Κυρηναῖαι F] Κυρηναῖοι vulg. || 6 περιέβαλλον W ; περιέ- βαλον F || 12 τὴν om. M|| 15 ἀπὸ Valcken. ad Herod.; ὑπὸ F || τὸν ἄργον αὐτῶν F; corr. vulg. || 17 καθειρ αν (sic) F.)