Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀντίοχος ὁ προσαγορευθεὶς Θεὸς ἔγημε Λαοδικην [*](247) ὁμοπάτριον ἀδελφὴν, ἐξ ἧς αὐτῷ παῖς ἐγένετο Σέλευ- κος. δευτέραν ἔγημε Βερενίκην, Πτολεμαίου βασιλέως θυγατέρα, ἐξ ἧς ἀπολιπών παῖδα νήπιον ἐτελεύτησε διάδοχον τῆς ἀρχῆς ἀποδείξας Σέλευκον. Λαοδίκη τὸν ἐκ τῆς Βερενίκης ὑποτρεφόμενον ἀναιρεθῆναι διεπρά- ξατο. Βερενίκη προῆλθεν ἐς τὸ πλῆθος ἱκέτις ἔλεον καὶ βοήθειαν παρὰ τῶν ἀρχομένων αἰτουμένη. οἱ δὲ τὸν παῖδα πεφονευκότες ἕτερον ἐπιεικῶς ὅμοιον προή- γαγον ἐς τὸ πλῆθος, ὡς αὐτὸν ἐκεῖνον ὄντα, περιστή- σαντες αὐτῷ τὴν βασιλικὴν δορυφορίαν· τῇ δὲ Βερε- νίκῃ φυλακὴν μισθοφόρων Γαλατῶν ἐπέστησαν καὶ τόπον ἔδωκαν τῶν βασιλείων ὀχυρώτατον καὶ ὅρκους [*](Cap. 50. Cf. Iustin. 27, 1. — Droysen III, 1, p. 377 sq. et not. p. 378.) [*](1 Κλεάδα F] Κλεομένους Μanso, Sparta, p. 254 et Droysen 1. 1., sed cf. Κnott, de fide et fant. Polyaeni, p. 80 sq. 2 ὡς καλὸν F] καὶ καλὸν [ἔφη] vulg.. Cas. 4 αὐτοὺς F 7 εὐτολ μώτεροι F 11 ὁμοπάτριον scripsi cum W; ὁμοπατρίαν F; erat tamen filia Achaei, cf. Müller, fr. hist. gr. III, p. 707; Droy Droysen III, 1, p. 349. not. 1; eundem de Lagid larum regno p. 10 || 12 Bερενίκη et Βερονίκη F promiscue 15 ὑποστρεφόμενον F || 17 ἀρχουμένων F || 22 ὀχυρότατον F.)

412
καὶ συνθήκας ἐσπείσαντο. Ἀριστάρχου δὲ ἰατροῦ Βερε- νίκῃ συνόντος καὶ πείσαντος αὐτὴν συνθέσθαι ἡ μὲν ἐπίστευσεν, οἱ δὲ τῷ ὅρκῳ στρατηγήματι χρησάμενοι τὴν Βερενίκην αὐτίκα προσπεσόντες ἔκτειναν. αἱ δὲ ἀμφʼ αὐτὴν γυναῖκες ὑπερασπίζουσαι προσαπέθανον αἱ πλείονες, Παναρίστη δὲ καὶ Μανία καὶ Γηθοσύνη τὸ σῶμα τῆς Βερενίκης κρύψασαι κατὰ γῆν ἑτέραν κατέκλιναν ὡς ἐκείνην ἔτι ζῶσαν καὶ τὸ τραῦμα θερα- πευομένην ὑπὸ τούτων. καὶ ἐπὶ τοσοῦτον ἔπεισαν τοὺς ὑπηκόους. ἐφʼ ὅσον μεταπεμφθεὶς ὑπʼ αὐτῶν Πτολεμαῖος ἧκεν ὁ πατὴρ τῆς ἀνῃρημένης καὶ διαπέμ- πων ἀπὸ τῆς προσηγορίας τοῦ πεφονευμένου παιδὸς καὶ τῆς ἀνῃρημένης Βερενίκης ὡς ἕτι ζώντων ἐπιστολὰς ἀπὸ τοῦ Ταύρου μέχρι τῆς Ἰνδικῆς χωρὶς πολέμου καὶ μάχης ἐκράτησε τῷ στρατηγήματι τῆς Παναρίστης χρησάμενος.

[*](466)

Θεανὼ Παυσανίου μήτηρ, ἡνίκα Παυσανίας μη- δίζων ἁλοὺς κατέφυγεν ἱκέτης ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου, ὅθεν ἀποσπάσαι τὸν ἱκέτην οὐκ ἦν θέμις, αὕτη πρὸ τῶν ἄλλων ἀφικομένη πλίνθον πρὸς ταῖς θύραις ἀπηρείσατο. οἱ Λάκωνες θαυμάσαντες τὴν ἀνδρίαν ὁμοῦ καὶ τὴν σοφίαν ἕκαστος πλίνθον ἐνήρ- μοσε ταῖς θύραις, ὥστε ἄμφω γενέσθαι, οὔτε τὸν ἱκέ- την ἀπέσπασαν καὶ τὸν προδότην ἐναποικοδομήσαντες διέφθειραν.

[*](Cap. 51. Cf. Diod. 11, 45; Nep. Paus. 5. — De tempore cf. Duncker, Geseh. d. Altert. VIII, p. 166, not. 1.)[*](7 κατὰ γῆς Patakis 9 ὑπὸ Κ; ἀπὸ F 10 ὑπʼ Κ; ἀπʼ F 18 μειδίζων F 20 τὸν om. D, K 23 ἀνδρείαν vulg.)
413

Δηϊδάμεια Πύρρου θυγάτηρ Ἀμβρακίαν κατα- [*](235) λαβομένη, τιμωρῆσαι Πτολεμαίῳ δολοφονηθέντι προ- ελομένη, πρεσβευσαμένων Ἠπειρωτῶν τὸν πόλεμον κατέθετο ἐπὶ τῷ τὸν κλῆρον καὶ τὰς τιμὰς τῶν προ- γόνων ἔχειν. καὶ λαβοῦσα πίστεις ἐξηπατήθη· συν- ταξάμενοι γὰρ τῶν Ἠπειρωτῶν τινὲς Νέστορα τῶν Ἀλεξάνδρου σωματοφυλάκων ἀναιρήσοντα αὐτὴν εἰσ- έπεμψαν. ὁ δὲ κάτω νεύσασαν αἰδεσθεὶς καὶ καταπλαγεὶς ἀνέστρεψεν. ἡ δὲ κατέφυγεν ἐς τὸ ἱερὸν τῆς Ἡγεμόνης Ἀρτέμιδος, Μίλων δὲ αἰτίαν ἔχων ὡς τὴν αὑτοῦ μητέρα Φιλωτέραν ἀποκτείνας ὥρμησεν ἐπʼ αὐτὴν ὡπλισμένος. ἡ δὲ ἀνεβόησεν·

  • ῾ ὁ μητροφόντης ἐπὶ φόνῳ πράσσει φόνον.᾿
  • τοῦτο μόνον αὐτὴν ἐκβοήσασαν ὁ Μίλων ἀπέκτεινεν ἐν τῷ τεμένει τῆς θεοῦ.

    Ἀρτεμισία περὶ Σαλαμῖνα συνεναυμάχει [Ξέρξῃ]· [*](480) τοὺς Πέρσας ἤδη φεύγοντας οἱ Ἕλληνες ἐδίωκον. ἡ δὲ [ἤδη] καταλαμβανομένη προσέταξε τοῖς μὲν ἐπιβάταις ἀφελεῖν τῆς νεῶς τὰ σημεῖα τὰ Περσικὰ, τῷ κυβερ- νήτῃ δὲ, ἐμβαλεῖν εἰς τὴν ναῦν τὴν προπλέουσαν Περσικήν. οἱ Ἕλληνες ταῦτα ὁρῶντες, οἰηθέντες μίαν [*](Cap. 52. Cf. Iustin. 28, 3.) [*](Cap. 53. Cf. Herod. 8, 87 sq. — J. p. 480—483.) [*](1 Δηϊδάμεια F] Laudamia Iustin. l. l. || 3 δολοφονηθέντι W coll. 8, 39; δόλω φονευθέντι vulg.; δούλω φονευθέντι F || 6 πίστις F || 14 Cf Euripid. Orest. v. 1587 || 17. 18 Ἀρτεαησία F || 18 Σαλαμήνα F || [Ξέρξῃ] coll. infra § 5 || 19 τοῖς Πέρσαις, σὓς ἤδη etc. K || 20 [ἤδη] ins W coll. 1, 39, 4. 3, 4, 3. 4, 8, 1 || 22 ἐμβαλεῖν Patakis; ἐπιβαλεῖν F.)

    414
    εἶναι τῶν συμμαχίδων νεῶν, ἀπολιπόντες ταύτην ἐπὶ τὰς ἄλλας ἐτράποντο, Ἀρτεμισία δὲ τὸν κίνδυνον [τὸν] ἐπικείμενον ἐκφυγοῦσα εἰς Καρίαν ἀποπλέουσα ᾤχετο.

    [*](480)

    Ἀρτεμισία Λυγδάμιδος κατέδυσε ναῦν συμμαχίδα [*](e. 53, 4) Καλυνδίδα καὶ τριήραρχον Δαμασίθυμον. ἔπεμψεν αὐτῇ βασιλεὺς ἀριστεῖον πανοπλίαν Ἑλληνικὴν, τῷ δὲ ναυάρχῳ τοῦ στόλου ἄτρακτον καὶ ἠλακάτην.

    [*](480)

    Ἀρτεμισία τριηραρχοῦσα νεῶς μακρᾶς οὐ μονον τὸ τῶν βαρβάρων, ἀλλὰ καὶ τὸ τῶν Ἑλλήνων σημεῖον εἶχεν. εἰ μὲν ἐδίωκεν αὐτὴ ναῦν Ἑλληνίδα, τὸ βαρ- βαρικὸν ἀνέτεινε σημεῖον, εἰ δὲ ὑπὸ Ἑλληνίδος νεὼς ἐδιώκετο, ἀνέτεινε τὸ Ἑλληνικὸν, ἵνα οἱ διώκοντες ὡς Ἑλληνικῆς νεῶς ἀπέχωνται.

    [*](352—349)

    Ἀρτεμισία Λάτμον κατελάβετο τὴν μὲν ὡπλισμένην δύναμιν ἀποκρυψαμένη, αὐτὴ δὲ μετὰ εὐνούχων καὶ γυναικῶν καὶ αὐλητῶν καὶ τυμπανιστῶν ἐς τὸ ἄλσος τῆς Μητρὸς τῶν θεῶν ἀπέχον τῆς πόλεως ἑπτὰ στάδια παρῆλθεν ὀργιάζουσα. τῶν δὲ Λατμίων προελθόντων καὶ τὴν εὐσέβειαν αὐτῆς θεωμένων καὶ θαυμαζόντων οἱ ἀποκεκρυμμένοι ἐξαναστάντες κατελάβοντο τὴν πόλιν κρατήσαντες αὐλοῖς καὶ τυμπάνοις, ἧς οὐκ ἐκράτησαν τοῖς ὅπλοις.

    [*](480)

    Ἀρτεμισία βασιλεύουσα Καρίας Ξέρξῃ βασιλεῖ σινεμάχησε κατὰ τῶν Ἑλλήνων, ὥστε καὶ τὰ ἀριστεῖα [*](Cap. 53. § 2. Cf. Anon. ap. Westerm). Paradox. p. 217.) [*](Cap. 53 § 4. Cf. supra 7, 23, 2. — J. p. 470 sq.) [*](Cap. 53. § 5. Cf. Herod. 8, 88; Iustin. 2, 12.) [*](2 [τὸν| Hertlein, Iahuii annal., 1867. p. 607 || 5 Δαμασί- θυμον Herod.; Θανυτασίουμον F 6 αὐτῇ Η; om. F || ἀριστεῖον H; ἀριστείων F || δὲ H: om. F 7 ἠλεκάτην F 20 ἐξαναστάιτες Hertlsin; ἐπαναστάντες F || 22 τοῖς on vulg.)

    415
    τῆς ἐν Σαλαμῖνι ναυμαχίας ταύτῃ βασιλεὺς ἔδωκεν. καὶ ἐν αὐτῷ δὲ τῷ καιρῷ τοῦ ναυμαχεῖν βασιλεὺς ὁρῶν τὴν μὲν γενναίως ἀγωνιζομένην, τοὺς δὲ ἄνδρας ἀγεννῶς ἀνεβόησεν· ὦ Ζεῦ, τοὺς μὲν ἄνδρας γυναῖκας πεποίηκας, τὰς δὲ γυναῖκας ἄνδρας᾿ .

    Μανία γυνὴ Ζήνιδος ἄρχοντος τῶν περὶ Δάρ- [*](399) δανον πόλεων νόσῳ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτὴ κατέσχε τὴν ἀρχὴν Φαρναβάζῳ χρησαμένη συμμάχῳ· αὐτὴ δὲ καὶ ἐπὶ τὰς μάχας ἐπὶ ἁρμαμάξης ἐπορεύετο καὶ τὰ παραγγέλματα ἐδίδου τοῖς μαχομένοις καὶ διέταττε τὰς τάξεις καὶ τὰ τῆς νίκης ἆθλα κατὰ τὴν ἀξίαν διένεμε τοῖς στρατιώταις. πολέμιος μὲν οὐδεὶς ἐκράτησεν αὐτῆς, ὁ δὲ τὴν θυγατέρα (πρὸς) αὐτῆς πρὸς γάμον λαβὼν Μειδίας, πιστὸς εἶναι διὰ τὸ κῆδος δοκῶν, ὑπεισελθὼν αὐτὴν διεχρήσατο.

    Τιργαταὼ Μαιῶτις ἐγήματο Εκαταίῳ βασιλεῖ Σίν- δων, οἳ νέμονται μικρὸν ἄνω Βοσπόρου. τοῦτον τὸν Ἐκαταῖον ἐκπεσόντα τῆς ἀρχῆς κατήγαγε Σάτυρος ὁ Βοσ- πόρου τύραννος καὶ τὴν ἑαυτοῦ θυγατέρα πρὸς γάμον ἐξέδωκεν ἀξιώσας τὴν προτέραν ἀποκτεῖναι. ὁ δὲ τὴν Μαιῶτιν στέργων ἀνελεῖν μὲν οὐχ ὑπέμεινεν, ἐς ὀχυρὸν δὲ φρούριον καθείρξας ἐκέλευσε διάγειν φρουρουμένην· [*](Ca. 54. Cf. Xenoph. Hellen. 3, 1, 10 sqq.) [*](6. 7 Μανία Cas. ex Xenoph.; Τονία F; Φανία M 10 αὕτη F 14 (πρὸς) secl vulg. 16 ὑπεισελθών clam ingressus V; ἐπεισ- ελθὼν F 18 ἐγείματο vulg. Σίνδων Cas; Σίντων F || 20 ἑκτατέον F.)

    416
    ἡ δὲ Τιργαταὼ λαθοῦσα τοὺς φύλακας διέδρα. τῶν δὲ περὶ τὸν Ἑκαταῖον καὶ τόν Σάτυρον πολλῇ σπουδῇ ζητούντων — ἐδεδοίκεσαν γὰρ, μὴ κινήσῃ τοὺς Μαιώτας ἐς πόλεμον — οὐ μὴν εὑρεῖν δυνηθέντων, ἡ Μαιῶτις ἐρήμους καὶ τραχείας ὁδοὺς ὑπερβάλλουσα καὶ μεθʼ ἡμέραν μὲν ἐν ταῖς ὕλαις κρυπτομένη, ταῖς δὲ νυξὶ βαδίζουσα τέλος ἧκεν εἰς τοῖς καλουμένους Ἰξομάτας, ἔνθα ἦν αὐτῆς τὰ βασίλεια τῶν οἰκείων. τὸν μὲν δὴ πατέρα τετελευτηκότα κατέλαβε, τῷ δὲ διαδεξαμένῳ τὴν ἀρχὴν συνοικήσασα τοὺς Ἰξομάτας εἰς πόλεμον ἐκίνησε. καὶ πολλὰ μὲν τῶν περὶ Μαιῶτιν μαχίμων ἐθνῶν προσήγετο, μάλιστα δὲ τὴν Ἑκαταίου Σινδικὴν κατέτρεχε καὶ Σατύρου τὴν ἀρχὴν ἐλυμαίνετο, ὥστε ἱκετηρίας ἀμφότεροι πέμψαντες καὶ ὅμηρον δόντες παῖδα Σατύρου Μητρόδωρον ἐδεήθησαν εἰρήνης τυχεῖν. ἡ δὲ συνέθετο μὲν, οὐ μὴν οἵ γε συνθέμενοι τοὺς ὅρκους ἐφύλαξαν. ὁ γὰρ δὴ Σάτυρος ἔπεισε δύο φίλους ἱκέτας καταφυγόντας πρὸς αὐτὴν ἐπιβουλεῦσαι οἱ μὲν κατέφυγον, ὁ δὲ Σάτυρος ἐξῄτει· ἡ δὲ τὸν τῆς ἱκεσίας νόμον τιμῶσα πολλάκις ἀντέγραφε σωτηρίαν πράττουσα τοῖς ἱκέταις. οἱ δὲ ἐπέθεντο, ὁ μὲν ὡς περὶ μεγάλων αὐτῇ διαλεγόμενος πραγμάτων, ὁ δὲ σπασάμενος τὸ ξίφος ἀπέτυχε τῆς ἐπιβουλῆς τοῦ ζωστῆ- ρος ἀποδεξαμένου τὴν πληγήν. οἱ δορυφόροι συνδρα- μόντες ἀμφοτέρους ἐβασάνισαν. οἱ δὲ τὴν ἐπιβουλὴν [*](1 τῶν vulg.; τὸν F || 5 ὑπερβάλουσα F, corr. vulg. 7 Ἰξομάτας F ut Ammian Marc. 22, 8, 31; Exomatae Val. Placc. 6, 144. 146. 569 Examatae vel Ixamatae Pomp. Mela 1, 19, 13; Ἰξιβάται Hecateus ap. Steph. Byz.; Ἰαζαβάται vel Ἰαζαμάται Ephor. ap. Steph. Byz., Scymn. et Peripl. Anonymi; Ἰαξαμάται Demetrius Callatianus ap. Scymn. 880, Ptolem geogr.  5, 9. 16, 17 || 10 συνοικήσασαν F || F || 12 Σινδικὴν Cas,; Σιντικὴν F || 19 ἐζήτει vulg. || 21 πράττου- σαν F.)
    417
    ὡμολόγησαν τοῦ καθεικότος τυράννου. πάλιν ἡ Τιργα- ταὼ τὸν πόλεμον ἐξήνεγκε τὸν ὅμηρον ἀποκτείνασα καὶ πάντων τῶν δεινῶν ἁρπαγῆς καὶ φόνου πληροῦσα τὴν χώραν, ἕως αὐτὸς μὲν ὁ Σάτυρος ἀθυμήσας ἐτε- λεύτησε, Γόργιππος δὲ υίὸς αὐτοῦ τὴν ἀρχὴν διαδεξά- μενος ἱκέτης αὐτὸς ἐλθὼν καὶ δῶρα δοὺς αὐτῇ μέγιστα τὸν πόλεμον διελύσατο.

    Ἀμάγη γυνὴ Μηδοσάκκου βασιλέως Σαρματῶν τῶν ἐπὶ τὴν Ποντικὴν παραλίαν καθηκόντων ὁρῶσα τὸν ἄνδρα τρυφῇ προσέχοντα καὶ μέθῃ αὐτὴ μὲν τα πολλὰ ἐδίκαζεν, αὐτὴ δὲ καὶ τὰς φυλακὰς τῆς χώρας καθίστατο καὶ τὰς ἐπιδρομὰς τῶν πολεμίων ἀνέστελλε καὶ τοῖς ἀδικουμένοις τῶν προσοίκων συνεμάχει. καὶ τὸ κλέος αὐτῆς λαμπρὸν ἦν ἀνὰ πάντας τοὺς Σκύθας, ὥστε καὶ οἱ [τὴν] Ταυρικὴν κατοικοῦντες Χερρονησῖται κακῶς πάσχοντες ὑπὸ τοῦ βασιλέως τῶν παρακειμένων Σκυθῶν ἐδεήθησαν αὐτῆς γενέσθαι σύμμαχοι. ἡ δὲ τὸ μὲν πρῶτον ἐπέστειλεν ἀπέχεσθαι Χερρονήσου κελεύουσα, ὡς δὲ κατεφρόνησεν ὁ Σκύθης, παραλα- βοῦσα ἑκατὸν εἴκοσιν ἄνδρας τοὺς ψυχὴν καὶ σῶμα ἀλκιμωτάτους, τρεῖς ἵππους ἑκάστῳ παραδοῦσα διέδραμε νυκτὸς μιᾶς καὶ ἡμέρας χίλια καὶ διακόσια στάδια καὶ τοῖς βασιλείοις ἐξαίφνης ἐπιστᾶσα τοὺς μὲν ἐπὶ θυρῶν ἅπαντας ἀπέκτεινε, τῶν δὲ Σκυθῶν ὡς ἐν ἀπροσ- δοκήτῳ δεινῷ ταραχθέντων καὶ νομισάντων οὐχ ὅσους ἔβλεπον ἥκειν, ἀλλὰ πολλῷ πλείονας εἶναι τοὺς ἐπερ- χομένους, Ἀμάγη μεθʼ ἦς εἶχεν ὁρμῆς ἐς τὸ βασίλειον [*](1 καθεικότος K; καθήκοντος F || 3 τῶν del. K || 8 Ἀμόργη coni. Roth || 16 [τὴν] K || 18 αὐτοῖς γενέσθαι σύμμαχον Patakis.)

    418
    ἐμπεσοῦσα τὸν Σκύθην καὶ τοὺς συνόντας αὐτῷ συγ- γενεῖς καὶ φίλους ἀποκτείνασα Χερρονησίταις μὲν ἀπέδωκε τὴν χώραν, τῷ δὲ παιδὶ τοῦ πεφονευμένου τὴν βασιλείαν ἐνεχείρισε παρεγγυήσασα δικαίως ἄρχειν καὶ ἀπέχεσθαι τῶν προσοικούντων Ἑλλήνων καὶ βαρ- βάρων ὁρῶντα τὸ τέλος τοῦ πατρός.

    [*](281)

    Ἀρσινόη Λυσιμάχου τοῦ ἀνδρὸς τελευτήσαντος [*](e. 52, 8) μεγάλης ταραχῆς οὔσης ἐν Ἐφέσῳ καὶ τῶν σελευκιζόν- των τὰ τείχη καταβαλλόντων καὶ τὰς πύλας ἀνοιγόν- των εἰς μὲν τὸ φορεῖον τὸ βασιλικὸν κατέκλινε θερά- παιναν στολὴν περιθεῖσα βασιλικὴν καὶ περιέστησε πολλοὺς τῶν ὑπασπιστῶν, αὐτὴ δὲ περιβαλομένη ῥάκια καὶ προσωπεῖον ἐρρυπωμένον καθʼ ἑτέραν θύραν ἐξῆλθε μόνη καὶ δραμοῦσα ἐπὶ τὰς ναῦς ἀπέπλευσε. Μενε- κράτης, εἷς τῶν ἡγεμόνων, τῷ φορείῳ προσπεσὼν κατεκέντησε τὴν θεράπαιναν οἰόμενος Ἀρσινόην φο- νεύειν.

    [*](308)

    Κρατησίπολις Πτολεμαίῳ τὸν Ἀκροκόρινθον ἐν- δοῦναι βουλομένη φυλαττόμενον ὑπὸ μισθοφόρων, οἳ πολλάκις ἔπειθον αὐτὴν χρῆναι φυλάττειν τὸν τόπον, ἐπαινέσασα αὐτοὺς ὡς ἀνδρείους καὶ πιστούς, ἀλλὰ [*](Cap. 57. Cf. Droysen II, 2, p. 330 et eundem, Hermes 11 p. 464 sq., Zu Duris u. Hieronymus.) [*](Cap. 58. C. Diod. 20, 37, 1. — Droysen II, 2, p. 86.) [*](1 τὸν Σκύθην m: τῶν Σκυθῶν F || 2 Χερονησίταις F || 10 καταβαλόντων F || 14 ῥερυπωμένον F; corr. vulg. || 15 ἀπέπλευσε K; ἔπλευσε F || 17 κατεκέντισεν F || 21 ὑπὸ  K; ἀπὸ F.)

    419
    καὶ ἀπὸ Σικυῶνος ἕφη μεταπέμψεσθαι συμμάχους, οἳ μετʼ αὐτῶν ἀσφαλέστερον φυλάξουσιν. ἔπεμψε μὲν πρὸς Σικυωνίους φανερῶς, κρύφα δὲ πρὸς Πτολεμαῖον, καὶ τοὺς παρʼ αὐτοῦ στρατιώτας νύκτωρ ἥκοντας ὡς τοὺς ἀπὸ Σικυῶνος συμμάχους ἐδέξατο. καὶ παρέλαβε Πτολεμαῖος Ἀκροκόρινθον ἀκόντων τῶν φυλασσόντων.

    Αἰτωλοὶ Πελληνεῦσιν ἐπεστράτευον. πρὸ τῆς Πελλή- νης ὄχθος ἐστὶν ὑψηλὸς ἀντικρὺ τῆς ἀκροπόλεως, ἐφʼ ὃν οἱ Πελληνεῖς συνελθόντες ὡπλίζοντο. τῆς Ἀθηνᾶς ἱέρεια κατά τι νόμιμον ἐκείνης τῆς ἡμέρας πανοπλίαν ἔχουσα καὶ τρίλοφον κράνος, ἡ καλλίστη καὶ μεγίστη τῶν παρθένων, ἀπὸ τῆς ἀκροπόλεως ἀπέβλεπεν ἐς τὸ πλῆθος τῶν ὁπλιζομένων πολιτῶν. Αἰτωλοὶ παρθένον ὡπλισμένην ἐκ τοῦ ἱεροῦ τῆς Ἀθηνᾶς προελθοῦσαν ἰδόντες αὐτὴν τὴν Ἀθηνᾶν σύμμαχον ἥκειν Πελλη- νεῦσι νομίσαντες ἀνέστρεψαν, Πελληνεῖς δὲ ἐπιδιώ- ξαντες οὐκ ὀλίγους Αἰτωλῶν ἔκτειναν.

    Κύνυα Φιλίππου θυγάτηρ τὰ πολεμικὰ ἤσκει καὶ στρατοπέδων ἡγεῖτο καὶ πολεμίοις παρετάσσετο· καὶ [*](Cap. 59. Cf. Plut. Arat. 32. — Droysen III, 1, p. 433 et not. 1.) [*](Cap. 60. Cf. J. p. 659.) [*](1 μεταπέμψεσθαι vulg.; μεταπέαψασθαι F || 4 αὐτοῦ vulg.; αὐτῷ F || 7 ἱερία F (et sic constanter) || 8 Πελληνεύουσιν F || 10 ἱέρεια Ἀθηνᾶς] μία τῶν αἰχμαλώτων ἐν τῷ ἱερῷ καθεζομένη τῆς Ἀρτέμιδος Plut. || 11 κατά τι K; κατὰ τὴν F || 13 ἀπέβλεπεν F] ἐπέ- βλεπεν vulg. || 19. 20 Κύννα Wesseling ad Diod. 19, 52 et Cobet, var. lect. 202: cf. Athen. 4, 155 A; Κυνάννη F; Κυνάνη vulg. || 20 ἤσκει Hercher, Herm. 9, p. 112; ἤσκησε F || 21 Alterum καὶ del. K.)

    420
    Ἰλλυριοῖς παρατασσομένη τὴν βασιλεύουσαν αὐτῶν καιρίαν ἐς τὸν αὐχένα πλήξασα κατέβαλε καὶ πολλοὺς τῶν Ἰλλυριῶν φεύγοντας ἔκτεινε. γημαμένη δὲ Ἀμύντᾳ τῷ Περδίκκου ταχέως τοῦτον ἀποβαλοῦσα οὐχ ὑπέμεινεν ἀνδρὸς πειραθῆναι δευτέρου, ἀλλὰ μίαν ἔχουσα θυγα- τέρα ἐξ Ἀμύντου Εὐρυδίκην καὶ ταύτην τὰ πολεμικὰ ἤσκησεν. Ἀλεξάνδρου δὲ ἐν Βαβυλῶνι τελευτήσαντος καὶ τῶν διαδόχων νεωτεριζόντων ἐτόλμησεν αὐτὴ διαβῆναι τὸν Στρυμόνα, Ἀντιπάτρου δὲ κωλύοντος βιασαμένη τοὺς κωλύοντας τὸν ποταμὸν διῆλθε καὶ τοὺς ἐμποδών γιγνομένους καταγωνισαμένη διέβη τὸν Ἑλλήσποντον συμμῖξαι τῷ Μακεδόνων στρατεύματι προθυμουμένη. Ἀλκέτα δὲ μετὰ τῆς δυνάμεως ἀπαν- τήσαντος οἱ Μακεδόνες ἰδόντες τὴν Φιλίππου θυγατέρα καὶ ἀδελφὴν Ἀλεξάνδρου, αἰδεσθέντες τὴν γνώμην μετεβάλοντο. ἡ δὲ τὸν Ἀλκέταν ὀνειδίσασα τῆς ἀχα- ριστίας οὔτε τὸ πλῆθος τῶν ἀνδρῶν οὔτε τὴν παρα- σκευὴν τῶν ὅπλων κατεπλάγη, ἀλλʼ εὐγενῶς ἤνεγκε τὴν σφαγὴν τεθνάναι μᾶλλον ἢ τὸ Φιλίππου γένος ἐκπεπτωκὸς τῆς ἀρχῆς ὁρᾶν αἱρουμένη.