Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

377

Πεινάριος φρούραρχος Ἐνναίων ἀποστάντων τῆς [*](214) Ῥωμαίων συμμαχίας καὶ τὰς κλεῖς τῶν πυλῶν ἀπαι- τούντων ἐὰν ὁ δῆμος ἅπαςʼ ἔφη αὔριον εἰς ἐκκλησίαν συνελθὼν τοῦτο ψηφίσηται, πεισθήσομαι τῷ ψηφί- σματι᾿ . οἱ μὲν τῆς ὑστεραίας ἐς τὸ θέατρον συνελέγησαν, ὁ δὲ νύκτωρ ὑπὸ τὴν ἀκρόπολιν πολλοὺς στρατιώτας ἐφεδρεύειν ἔταξεν ὑπερδεξίους, ἄλλους δὲ περιστῆναι τὸ θέατρον καὶ τὰς διόδους, παραφυλάττοντας τὸ ση- μανθησόμενον. οἱ μὲν Ἐνναῖοι συνελθόντες τὴν ἀπό- στασιν ἐψηφίζοντο· τοῦ δὲ φρουράρχου σημήναντος οἱ στρατιῶται οἱ μὲν ἄνωθεν ἀφιέντες τὰ βέλη, οἱ δὲ κατὰ τὰς διόδους προσπεσόντες καὶ σπασάμενοι τὰς μαχαίρας τὸν δῆμον κατέκοψαν, ὥστε σωρηδὸν ἐπʼ ἀλλήλοις ἔπιπτον ἅπαντες πλὴν ὀλίγων, ὅσοι κατὰ τῶν τειχῶν αὐτοὺς καθῆκαν ἢ διʼ ὑπονόμων ἔλαθον ἐκπεσόντες.

Σερτώριος, ἐν᾿ Ἰβηρίᾳ νεβρὸν ἐλάφου λευκῆς παρὰ [*](80 et sq.) κυνηγῶν δῶρον λαβὼν ἔθρεψε καὶ τιθασσὸν ἐποίησεν, ὥστε προϊόντι μὲν εἵπετο, ἐπὶ τὸ βῆμα δὲ ἀναβαίνοντι συνανέβαινεν καὶ δικάζοντι τὸ στόμα προσέφερεν. επεισε δὴ τοὺς βαρβάρους, ὡς ἄρα τὸ ζῷον ἱερὸν [*](Cap. 21. Cf. Liv. 24, 37—39; Front. strat. 4, 7, 22.) [*](Cap. 22. Cf. Plut. Sertor. 11, 20; Front. strat. 1, 11, 13; Gell. 15, 22; Plin. n. h. 8, 32; Val. Max. 1, 2, 4.) [*](1 Πινάριος F 8 ἐν ὑπερδεξίοις Patakis ex V in superio- ribus locis 16 ὑπονόμου vulg. 18. 19 Σερτόριος F || 21 προσιόντι F, corr. Cas. 23 ζωϊον F ἱερὸν F] δῶρον W ex Plut.)

378
Ἀρτέμιδος, καὶ ἡ θεὸς διʼ αὐτοῦ προλέγοι πάντα αὐτῷ τὰ μέλλοντα καὶ σύμμαχος ἐν τοῖς πολέμοις γίγνοιτο. ὅσα γε μὴν ὑπὸ κατασκόπων ἀπόρρητα ἠγγέλλετο ἀπο- κρυπτόμενος αὐτοὺς προέλεγεν ὡς διὰ τῆς νεβροῦ μανθάνων παρὰ τῆς θεοῦ, πολεμίων ἐφόδους, ἐνέδρας, αἰφνιδίους καταδρομάς· τούτων ἄγγελον ἔφασκεν ἔχειν τὴν νεβρόν. ὅσαι δὲ καὶ νίκαι πολέμων ἠλπίζοντο, καὶ ταῦτα διὰ τῆς νεβροῦ μανθάνειν παρὰ τῆς θεοῦ φάσκων ἐξέπλησσε τοὺς βαρβάρους καὶ προσεκυνεῖτο, καὶ πάντες αὐτῷ προσέφευγον ὡς δαιμονιωτέραν ἰσχὺν ἔχοντι.

[*](76)

Καῖσαρ ὡς Νικομήδη πλέων περὶ Μαλέαν ὑπὸ λῃστῶν ἥλω Κιλίκων. οἱ μὲν ἤτησαν λύτρα μεγάλα, ὁ δὲ τὰ διπλάσια ἐπηγγείλατο. κατέσχον ἐς Μίλητον καὶ τειχῶν ἔξω προσωρμίσαντο. Καῖσαρ Ἐπικράτη Μιλήσιον οἰκέτην πέμπει πρὸς Μιλησίους παρακαλῶν χρήματα ἐπιδανεῖσαι· οἱ δὲ παραχρῆμα ἔπεμψαν. Ἐπι- κράτης ἐντολὴν ἔχων παρὰ Καίσαρος μετὰ τῶν χρη- μάτων παρασκευὴν εὐωχίας μεγάλης κομίζει καὶ ὑδρίαν πλήρη ξιφῶν καὶ οἶνον μανδραγόρᾳ κεκερασμένον. Καῖσαρ διπλᾶ τὰ λύτρα τοῖς λῃσταῖς ἀπαριθμήσας προὔθηκεν αὐτοῖς τὴν εὐωχίαν, οἱ δὲ ὑπερχαίροντες τῷ πλήθει τῶν χρημάτων ὥρμησαν ἀνέδην εὐωχεῖσθαι καὶ τὸν οἶνον πεφαρμακωμένον πιόντες ἀπεκοιμήθησαν. [*](Cap. 23. De fontibus cf. J. p. 674—683.) [*](1 Ἀρτέμιδος [εἴη] Κ || 2 πολέμοις V (bellis); πολεμίοις F || 3 ἠγγέλετο F || ἀποκρυπτόμενος] ἄγγελον ἔκρυπτε Plut. || 4 αὐτοὺς W ; αὐτὸς F || 6 [καὶ] τούτων 8 ταύτας Κ || 18 ἐπιδανῆσαι F; αὐτῷ δανεῖσαι K 19 ἔχων] εἶχεν K || 20 κομίζει Patakis; κομίζειν F || ὑδρίαν Κ; ὑδρείαν F.)

379
Καῖσαρ καθεύδοντας ἀναιρεθῆναι κελεύσας παραυτίκα τοῖς Μιλησίοις ἀπέδωκε τὰ χρήματα.

Καῖσαρ ἐν Γαλατίᾳ προσῄει ταῖς Ἄλπεσιν. ἠγγέλη [*](58) στρατόπεδα τῶν ὀρείων βαρβάρων τὰς παρόδους φυ- λάττειν. ὁ δὲ τὴν φύσιν τῶν Ἄλπεων παρεφύλαξε. τοῦ ὅρους κάτω ποταμοὶ πολλοὶ διαρρέουσι καὶ πολλὰ ἕλη βαθύνεται· ἀπὸ τούτων ὁμίχλη ἐξαίρεται πολλὴ (καὶ ἅμα αὐγῆς) ἀρχομένης ἕω. κατὰ τήνδε τὴν ὥραν Καῖσαρ μέρος ἥμισυ τῆς στρατιᾶς ἀγαγὼν κύκλῳ το ἔρος περιήρχετο. οἱ μὲν δὴ βάρβαροι τῆς ὁμίχλης ἐπισκοτούσης οὐδὲν ὁρῶντες ἡσύχαζον, ὁ δὲ ὑπὲρ κορυφῆς τῶν πολεμίων γενόμενος ἠλάλαξεν. οἱ δὲ ἡμίσεις κάτωθεν ἀντηλάλαξαν, καὶ τὰ ὄρη πανταχόθεν συνεπηχήσαντα ἀμήχανον δεῖμα ἐνέβαλε τοῖς βαρβάροις. οἱ μὲν αὐτίκα φεύγοντες ᾤχοντο· Καῖσαρ ἀμαχεὶ τὰς Ἄλπεις ὑπερέβαλεν.

Καῖσαρ Ἐλουηττίοις ἐπολέμει. οὗτοι μοῖρα Γα- [*](53) λάτων· καὶ Ῥωμαίοις ἐπῄεσαν τριάκοντα μυριάδες, ὧν εἴκοσι τὸ μάχιμον ἦσαν. Καῖσαρ ἀεὶ μίαν ἡμέραν ὑπανεχώρει· οἱ βάρβαροι ταύτῃ καὶ πλέον θαρροῦντες ἐδίωκον. ἐπεὶ δὲ ποταμὸν Ῥοδανὸν διαβαίνειν ἔμελλον, οὐ πρὸ πολλοῦ ὁ Καῖσαρ ἐστρατοπεδεύσατο. τῶν δὲ [*](Cap. 23. § 2. Cf. Caes. de b. G. 1, 10.) [*](Cap. 23. § 3. Cf Caes de b. G. 1, 12; Appian. Celt. 15; Plut. Caes. 18; Dio Cass. 38, 32.) [*](3 ταῖς σάλπισιν F 4 στρατόπεδα F; στρατόπεδον vulg. ὀρίων F; corr. Κ 5 Ἀλπαίων F 7 ἕλη vulg ; ἔτη F πλατύνεται Κ 8 (καὶ ἅμα αὐγῆς) ut glossema incl. W ; ἅμα αὐγῇ Cas. Κ 9 ἄγων Ρatakis ek V ducens 14 συνεπηχήσαντα L. Dindorf ad Steph. thes. VII, 1233; συναπηχήσαντα F δεῖγμα F || 15 Καῖσαρ [δʼ] Κ 17 Eλουληττίοις F 18 τριάκοντα Plut. Cas. 18 η΄ i. e. ὀκτω F; πεντηκοντα Μ 19 μάχιμον K; μαχικὸν F || 22 οὐκ ἀπὸ πολλοῦ Hertlein.)

380
βαρβάρων τραχὺν ποταμὸν σὺν πόνῳ πολλῷ διαβάν- των οὐ πάντων, ἀλλὰ τρισμυρίων, τῆς ὑστεραίας τῶν λοιπῶν διαβαίνειν μελλόντων, οἱ μὲν διαβάντες παρὰ ταῖς ὄχθαις ἀνεπαύοντο κεκμηκότες, Καῖσαρ δὲ νύκτωρ ἐπιφανεὶς κατέκοψε πάντας ἀναχωρῆσαι διὰ τὸν ποτα- μὸν οὐκ ἔχοντας.

[*](58)

Καῖσαρ Γερμανῶν ἐπιόντων οὐ θαρρῶν συνάψαι μάχην, ὁπότε ἔγνω τοὺς παρʼ αὐτοῖς μάντεις προει- ρηκότας πρὸ νέας σελήνης ἀπέχεσθαι μάχης, τότε τὴν αὐτοῦ στρατιὰν ἐπήγαγεν ὡς ἀθυμότερον διὰ τὴν μαν- τείαν μαχουμένοις. καὶ δὴ ἀρίστῳ καιρῷ χρησάμενος λαμπρῶς ερμανοὺς ἐνίκησεν.

[*](55)

Καῖσαρ ἐν Βρεττανίᾳ ποταμὸν μέγαν ἐπεχείρει πε- ραιοῦσθαι. βασιλεὺς Βρεττανῶν Κασοελλαῦνος ἀνεῖργε μετὰ πολλῶν ἱππέων καὶ ἀρμάτων· Καίσαρι μέγιστος ἐλέφας εἵπετο, ζῷον Βρεττανοῖς οὐχ ἑωραμένον. τοῦτον σιδηραῖς φολίσιν ὀχυρώσας καὶ πύργον ἐπʼ αὐτοῦ μέγαν ὑψώσας καὶ τοξότας καὶ σφενδονήτας ἐπιστήσας ἐκέ- λευσεν ἐς τὸ ῥεῦμα ἐμβαίνειν· Βρεττανοὶ δὲ ἐξεπλάγη- σαν ἀόρατον καὶ ὑπερφυὲς θηρίον ἰδόντες. περὶ γὰρ τῶν ἵππων τί χρὴ καὶ γράφειν; ὅπου καὶ παρʼ Ἕλλη- σιν, ἢν καὶ γυμνὸν ἐλέφαντα ἴδωσιν, ἵπποι φεύγουσι· πυργοφόρον δὲ καὶ ὡπλισμένον, βέλη καὶ σφενδόνας ἐξαφιέντα οὐδὲ ἰδεῖν τὴν ὄψιν ὑπέμειναν. Βρεττανοὶ [*](Cap. 23. § 4. Cf. Caes de b. G. 1, 50, Front. strat. 2, 1, 16; Plut. Caes. 19; Dio Cass. 38, 48.) [*](Cap. 23. § 5. Cf Caes de G. 5, 18. — J. p. 677.) [*](2 ὑστερέας F 10 αὐτοῦ F 12 ἐνίκησαν F 14 Κασοελλαῦ- νος scripsi coll. Δομιοελλαῦνος Dumnobellaunus) in Monum. Ancyrano VI, 2; Χασόλαυνος F; Κασουελλανὸς Dio Cass. 40, 2; Casivellaunus Caes 16 οὐκ ἑωραμένον F || 21 χρὴ καὶ vulg.; καὶ χρὴ F: cf. ad praef. libri lII || 23 ἱπποφόρον F; corr. vulg.)

381
μὲν δὴ αὐτοῖς ἵπποις καὶ ἅρμασιν ἔφευγον, Ῥωμαῖοι δὲ ἀκινδύνως τὸν ποταμὸν διέβησαν ἐνὶ ζῴῳ τοὺς πολεμίους φοβήσαντες.

Καῖσαρ πυθόμενος Κικέρωνα ὑπὸ Γαλατῶν πολι- [*](54) ορκούμενον ἀπαγορεύειν ἔπεμψε στρατιώτην (ἀκοντίσαι) κελεύσας ἐπιστολὴν προσδήσαντα τῇ λόγχῃ νύκτωρ βαλεῖν ὑπὲρ τὸ τεῖχος. ὁ μὲν ἠκόντισεν, οἱ δὲ τει- χοφύλακες εὑρόντες ἐκόμισαν Κικέρωνι. ἀνέγνω δὴ ῾Καῖσαρ Κικέρωνι θαρρεῖν. προσδέχου βοήθειαν.᾿ μετʼ ὀλίγον ἐφάνη καπνὸς καὶ κονιορτὸς Καίσαρος τὴν χώραν πορθοῦντος, ὥστε αὐτίκα τὴν πολιορκίαν δια- κόψας οὐ μόνον ἀνεσώσατο Κικέρωνα, ἀλλὰ καὶ τοὺς πολιορκοῦντας ἐτίσατο.

[*](e. 16, 2)

Καῖσαρ ἑπτακισχιλίους ἔχων ἐπολέμει Γαλάταις. [*](54) ἐμποιῆσαι δόξαν βουλόμενος, ὡς καὶ τῶν ὄντων ὀλι- γωτέρους ἔχοι, τὸν μὲν χάρακα στενώτατον ἐκέλευσε τειχίζειν, αὐτὸς δὲ χωρίον ὑπερδέξιον δασὺ καταλα- βόμενος ἐν τούτῳ μετὰ τῶν πλειόνων στρατιωτῶν ἐκέκρυπτο. προῆλθον ἱππεῖς ὀλίγοι τοῦ χάρακος ἐκκα- λούμενοι τοὺς βαρβάρους. οἱ δὲ κατασκιρτῶντες τῆς ὀλιγότητος τῶν ἱππέων ἐπῆλθον τῷ χάρακι· οἱ μὲν ἔχουν τὰς τάφρους, οἱ δὲ ἀνέσπων τὰ σταυρώματα. ἐν τούτῳ σημαίνει μὲν ἡ σάλπιγξ, ὁμοῦ δὲ συνεξώρμη- σαν ἐκ μὲν τοῦ χάρακος ἀντίοι πεζοὶ, ἀπὸ δὲ τοῦ ὑπερδεξίου μετὰ Καίσαρος ἱππεῖς κατὰ νώτου, ὥστε [*](Cap. 23. § 6. Cf. Caes. de b. G. 5, 48; Dio Cass. 40, 9.) [*](Cap. 23. § 7. Cf. Caes. de b. G. 5, 49 sq. ; Front. strat. 3, 17, 9.) [*](4 πολιορκούμενος F 5 (ἀκοντίσαι) del. Hercher, Hermes 9, p. 113 6 προσδήσαντα K; προδήσαντα F 7 βαλεῖν ut glossema seclusit W 8 δὴ F, δὲ vulg. 9 Κικκέρωνι F 24 ἀντίοι W; ἄρτιοι F; ἐναντίοι K.)

382
ἐν μέσῳ τοὺς βαρβάρους ἀποληφθέντας διαφθαρῆναι τοὺς πλείονας.

[*](52)

Καῖσαρ ἐπολιόρκει φρούριον Γαλατικόν. τῶν δὲ [*](e. 54, 24) βαρβάρων ἐπὶ μακρὸν ἀντεχόντων ὑετὸς ἀμήχανος κατερράγη, ὥστε καὶ ὅσοι φύλακες τειχῶν ἢ φρουροὶ λείπουσιν οἱ μὲν τὰς φυλακὰς, οἱ δὲ τὰς ἐπάλξεις. Καῖσαρ δὲ παρήγγειλεν ὁπλίσασθαι τότε καὶ παραχρῆμα τοῖς τείχεσι προσήγαγε καὶ ἀφύλακτα καταλαβὼν, εὐκό- λως ὑπερβὰς ἐξεῖλε τὸ φρούριον.

[*](52)

Καῖσαρ ἐπὶ Γεργοβίην πόλιν τῶν ἐν Γαλατίᾳ μεγίστην ἐστράτευσεν· ἀντεστρατοπέδευεν αὐτῷ βασι- λεὺς Γαλατῶν Οὐερκιγγετόριξ. μέσος ἦν ποταμὸς ναυσί- πορος καὶ ἡ διάβασις ἀμήχανος. Καῖσαρ παρὰ τὴν ὄχθην πολλαῖς ἡμέραις ἀντιταρεξῆγεν· οἱ βάρβαροι κατεφρόνουν ὡς διαβῆναι μὴ θαρροῦντος. ὁ δὲ νύ- κτωρ δύο τάγματα βαθείαις ὕλαις ἐγκατέκρυψεν, οἳ τῶν Γαλατῶν τοὺς ἀμφὶ τὸν Καίσαρα παραφυλαττόντων αὐτοὶ κατὰ τὸ ἄνω τοῦ ποταμοῦ μέρος ἀρχαίας γεφύ- ρας διακεκομμένης, τὰ μὲν σταυρώματα πεπηγότα ἐχούσης, τὰς δὲ ἐπάνω δοκίδας ἀφῃρημένης, αὐτοὶ τεμόντες ἐκ τῆς ὕλης διὰ τάχους ἐγεφύρωσαν καὶ διῆλθον. οἱ δὲ Γαλάται τῷ παραλόγῳ τῆς διαβάσεως ἐκπλαγέντες ἔφευγον, Καῖσαρ δὲ μετὰ τῶν λοιπῶν διὰ τῆς αὐτοσχεδίου γεφύρας διαβὰς ἦν τοῖς Γαλάταις φοβερώτερος.

[*](Cap. 23. § 8. Cf. Caes. de b. G. 7, 27; Dio Cass. 40, 34, 3.)[*](Cap. 23. § 9. Cf. Caes. de G. 7, 35.)[*](1 ἀπολειφθέντας F, corr. K || 7 ὡπλίσασθαι F 10 Γεργυ- βίην F, corr. vulg. || 12 Οὐερκιγγετόριξ V, Dio Cassius; Οὐεργε- τόριξ F || μέσος Seybold ex V in medio; μέγας F || 15 θαρροῦντες F 18 ἀρχαίας p; ἀρχαῖον F || 20 ἀφῃρημένης Κ ; ἀφῃρημένας F || 24 διαβὰς ἦν ; διάβασιν F.)
383

Καῖσαρ ἐπολιόρκει Γεργοβίην τὴν πόλιν καὶ τεί- [*](52) χεσιν ἐχυρὰν καὶ τῇ φύσει ἐχυρωτάτην. ἦν γὰρ ἡ πόλις λόφος ἐρυμνὸς τὰς κορυφὰς ὁμαλὰς ἔχων· κατὰ δὲ τὸ λαιὸν μέρος ὕλαι χθαμαλαὶ καὶ πυκναὶ τῷ λόφῳ συνήντων, κατὰ δὲ τὸ δεξιὸν ἀπότομος ἦν στενὴν δίοδον ἔχων, καθʼ ἣν οἱ Γεργοβιαῖοι μετὰ πολλῆς χειρίς ἐφύλαττον. Καῖσαρ τῶν αὐτοῦ στρατιωτῶν τοὺς μάλιστα φιλοπόνους καὶ καρτερικοὺς ὡπλισμένους νύκτωρ ἐγκατέκρυψε ταῖς ὕλαις, κελεύσας ἔχειν ἀκόντια βραχέα καὶ ξιφίδια σύμμετρα, ὅπως τὰς χαμαιπετεῖς ὕλας μὴ ὑπερέχοιεν· ἀλλὰ μηδὲ αὐτοὺς ὀρθοὺς βαδί- ζειν, ἐς γόνυ δὲ ὀκλάσαντας ἠρέμα διαδύεσθαι. οἱ μὲν δὴ ἀρχομένης ἕω διὰ τῆς ὕλης ἕρποντες ἐπὶ τὸν λόφον κατὰ τὸ λαιὸν ἀνήεσαν, ὁ δὲ Καῖσαρ κατὰ τὸ δεξιὸν προσῆγε τὴν στρατιὰν περισπῶν εἰς αὐτὸν τοὺς βαρβάρους. οἱ μὲν δὴ ἀπομάχεσθαι τοὺς φανερῶς προσβαλόντας ὥρμηντο, οἱ δὲ ἀφανῶς ἐκ τῆς ὕλης ἀνερπύσαντες ἐκράτησαν τοῦ λόφου.

[*](e. 19,6)

Καῖσαρ Ἀλεσίαν πόλιν τῆς Γαλατίας ἐπολιόρκει [*](52) Γαλατῶν ἐπʼ αὐτὸν ἀθροίζονται μάχιμοι μυριάδες εἴ- κοσι πέντε. ὁ δὲ νύκτωρ ὁπλίτας τρισχιλίους καὶ τοὺς ἱππέας πάντας διελών ἐκ πλαγίου μέρους ἑκατέρωθεν ἐκέλευσεν ἀναχωρήσαντας, τῆς ὑστεραίας ἀμφὶ δευτέραν ὥραν κατόπιν τῶν πολεμίων ἐπιφανέντας ἔργου ἔχε- σθαι· αὐτὸς δὲ ἀρχομένης ἡμέρας ἐξῆγε τὴν στρατιὰν [*](Cap. 23. § 10. Cf Caes. de b. G. 7, 45.) [*](Cap. 23. § 11. Cf Caes. de b. G. 7, 77—88.) [*](1 Γεργιβόην τῆς πόλιν F; Γεργοβίην πόλιν vulg. 2 ἐχυρω- τέραν M ἡ πόλις del Patakis 4 τῷ λόφῳ] καὶ τῷ λόφῳ F || 6 Γεργυβαῖοι F 7 αὐτοῦ F 11 ὑπερέχοιεν Cas.; περιέχοιεν F 15 αὑτὸν ; αὐτοὺς F 17 προσβαλλόντας F, προσβάλλοντας vulg 19 Ἀλαισίαν F 21 δισχιλίους H 23 ὑστερέας F.)

384
ἐς μάχην, ὥστε οἱ βάρβαροι τῷ πλήθει θαρροῦντες γελῶντες ἐδέχοντο. τῶν δὲ κατὰ νώτου φανέντων καὶ ἀλαλαξάντων καὶ κυκλουμένων φυγεῖν ἀπογνόντες ἐξεπλάγησαν, ἐταράχθησαν. καὶ τότε πλεῖστος φόνος Γαλατῶν ὁμολογεῖται γεγενῆσθαι.

[*](48)

Καῖσαρ Δυρράχιον κρατούμενον ὑπὸ Πομπηΐου [*](e. 15, 9) βουλόμενος ἑλεῖν αὐτὸς μὲν ὀλίγους εἶχεν ἱππέας, τοῖς δὲ ἦν πολὺ πλῆθος ἱππέων· ἀλλὰ καὶ τοὺς πολλοὺς τέχνῃ χρησάμενος ἐτρέψατο. τοὺς ὀλίγους ἱππεῖς ἐπε- λαύνειν κελεύσας ἔμπροσθεν αὐτῶν λόχους τέσσαρας πεζῶν ἔταξε, παραγγείλας μηδὲν ἄλλο δρᾶν ἢ τοῖς ποσὶν ἀνεγείρειν κόνιν ὅσην πλείστην δύναιντο. πολὺ δὴ νέφος ἀρθὲν φαντασίαν πολλοῦ πλήθους ἱππέων ἐνεποίησε τοῖς πολεμίοις, ὥστε παραχρῆμα φοβηθέντες ἔφευγον.

[*](48)

Καῖσαρ ἀνεχώρει μετὰ τῆς στρατιᾶς διὰ στενῆς ὁδοῦ. κατὰ τὸ λαιὸν ἕλος ἦν, κατὰ τὸ δεξιὸν θάλασσα, κατὰ τὴν οὐραγίαν οἱ πολέμιοι προσέκειντο. τούτους μὲν δὴ ἀνέκοπτεν ἐπιδρομαῖς καὶ ἀναστροφαῖς, ἐκ δὲ θαλάσσης τὸ Πομπηΐου ναυτικὸν παραπλέον ἐτόξευε καὶ τοῖς βέλεσι κατετίτρωσκεν. ὁ δὲ Καῖσαρ ἐκέλευσε τοῖς στρατιώταις τοὺς θυρεοὺς ἀπὸ τῆς εὐωνύμου χειρὸς ἐς τὴν δεξιὰν μεταλαβεῖν. οὕτως ἐγένετο ἀχρεῖα τὰ βέλη τοῖς τοξεύουσιν ἐκ τῆς θαλάττης.

[*](Cap. 23. § 12. Cf. J. p. 679 sq.)[*](Cap. 23. § 13. Cf. Caes. de b. c. 3, 75—77; Dio Cass. 41,50.)[*](3 ἀπογνῶντες F 4 καὶ ἐταράχθησαν Maasv.; ἐταράχθησαν ut glossema incl. W 5 γεγενῆσθαι F] γενέσθαι K 23 μετα- λαβεῖν F] μεταβαλεῖν vulg.)
385

Καῖσαρ καὶ Πομπϊῖος ἐν Θθεσσαλίᾳ ὁ μὲν ἐφυ- [*](48) γομάχει, ἀφθονίαν ἔχων ἐπιτηδείων, Πομπήϊος· [ὁ] δὲ ἔσπευδε μάχῃ κριθῆναι * * * [Καῖσαρ]. Καῖσαρ ἐρεθίζει τοὺς πολεμίους ἀναζευγνύειν σκηψάμενος ἐπὶ σιτολογίᾳ καὶ διεκίνει τοὺς λόχους. οἱ δὲ τοῦ Πομπηίου ὡς ὑπὸ δέους φευγόντων καταφρονήσαντες οι᾿ κατέσχον αὑτοὺς, ἀλλὰ παραχρῆμα ἐξεπήδησαν βιασάμενοι τὸν Πομπήϊον ἡγεῖσθαι. ἐπεὶ δὲ ἀναχωρῶν ὁ Καῖσαρ ἐς τὸ πεδίον αὐτοὺς προήγαγε, καὶ δὴ τότε ἀναστρέψας λαμπρῶς ἀγωνισάμενος ἐνίκησεν.

Καῖσαρ τῶν στρατιωτῶν στασιασάντων καὶ τῆς [*](47) στρατείας καταβοώντων προελθών ἐς τὸ πλῆθος εὐθαρ- σεῖ καὶ φαιδρῷ τῷ προσώπῳ τί, ὦ συστρατιῶται᾿ , ἔφη, βούλεσθε;᾿  οἱ δὲ κατεβόησαν τῆς στρατείας ἀφεθῆναι᾿ . ο δὲ ὑπολαβὼν εἶπεν ἀγαθῇ τύχῃ, παρ- αινῶ, πολῖται, μὴ στασιάζεινʼ. οἱ δὲ πολῖται ἀκούσαντες ἀντὶ τοῦ στρατιῶται ἠγανάκτησαν καὶ παραχρῆμα τὰς γνώμας μετεβάλοντο καὶ πάλιν κατεβόησαν ἀλλʼ ἡμεῖς γε συστρατιῶται μᾶλλον πολῖται καλεῖσθαι βουλόμεθα᾿. γελάσας ὁ Καῖσαρ οὐκοῦνʼ, ἔφη, ῾ συστρατευώμεθα᾿ .

[*](e. 14, 29)

Καῖσαρ παρατασσόμενος πρὸς Πομπήϊον τὸν νεώ- [*](45) [*](Cap. 23. § 14. Cf. Caes. de b. c. 3, 85.) [*](Cap. 23. § 15. Cf. Front. strat. 4, 5, 2; Suet. Caes. 70; Appian. b. c. 2, 93 sq.; Dio Cass. 42, 53 sq.; Plut. Caes. 51.) [*](Cap. 23. § 16. Cf. Front. strat. 2, 8, 13; Plut. Caes, 56; Velleius 2, 55.) [*](2. 3 [ὁ] et (Καῖσαρ] Cas. add. coll. 4, 9, 2, sed ex mem- brorum concinnitate apparet alia quoque excidisse, quae respon- deant verbis ἀφθονίαν ἔχων ἐπιτηδείων, quamobrem lacunam statui || ἐρεθίξει δὲ F || 4 ἐπὶ σιτολογίᾳ F] ἐπὶ σιτολογίαν vulg. || 6 αὐτὸν F, corr. vulg. || 8 ἀναχωρῶν Patakis; ἀνεχώρουν F || 15 εἶπεν F] ἔφη vulg. παραινῶ πολίταις Cas. ex V ; παραινῶ τοῖς πολίταις K || 17 συστρατιῶται R. Schoell || 18 μετεβάλοντο Κ; μετεβάλλοντο F.)

386
τερον ὁρῶν τοὺς αὐτοῦ στρατιώτας φεύγοντας αὐτίκα τοῦ ἵππου καταβὰς ἐξεβόησεν· ἐμὲ, ὦ συστρατιῶται, καταλιπόντες ταῖς χερσὶ τῶν πολεμίων φεύγειν [οὐκ] αἰδεῖσθε᾿. τὸν τοιοῦτον λόγον αἰδεσθέντες οἱ φεύγον- τες ἀνέστρεφον ἐπὶ τὴν μάχην.

Καῖσαρ τοῖς στρατιώταις ἀεὶ παρεσκευάσθαι προσέ- τασσεν ὡς καὶ ἐν ἑορτῇ καὶ ἐν ὄμβρῳ καὶ νυκτὸς καὶ ἡμέρας μέλλων ἐξάγειν ἄφνω τὴν δύναμιν· καὶ διὰ τοῦτο οὔτε τὸν καιρὸν οὔτε τὴν ἡμέραν προέλεγεν.

Καῖσαρ τὰς ἐξόδους ἐποιεῖτο σὺν πολλῷ δρόμῳ, ἵνα μὴ καταλαμβάνοιτο πρὸς τῶν ὑστεριζόντων.

Καῖσαρ, εἰ τεθορυβημένους ἑώρα τοὺς στρατιώτας [*](e. 14, 31) ὡς προσδοκωμένης τοῖς πολεμίοις μείζονος δυνάμεως, οὐ μόνον ἔξαρνος οὐκ ἦν, ἀλλʼ ἔτι καὶ πλείονα ὄγκον προστιθεὶς καὶ μεγαλύνων ἐθάρρυνεν ὡς πρὸς πλείο- νας χρὴ γενναιότερον ἀγωνίζεσθαι.

Καῖσαρ τοῖς στρατιώταις παρήγγελλεν ὅπλα ἔχειν ἀργύρῳ καὶ χρυσῷ πεποικιλμένα, μάλιστα μὲν κόσμου χάριν, οὐχ ἥκιστα [δὲ], ὅπως καὶ οἱ στρατιῶται τὰ πολύτιμα περιμάχητα ἡγοῖντο.

Καῖσαρ τὰ ἁμαρτήματα τῶν στρατιωτῶν οὐ πάντα [*](e. 53, 1) παρεφύλασσεν, ἀλλʼ οὐδὲ τοὺς ἁμαρτάνοντας κατὰ [*](Cap. 23. § 17. 18. Ex Suet. Divo Iulio 65.) [*](Cap. 23. § 19. Ex Suet. ibid. 66.) [*](Cap. 23. § 20. 21. Ex Soet. ibid. 67.) [*](1 τοὺς αὐτοῦ στρατιαώτας vulg.; αὐτοῦ στρατιώτας F || 3 [οὐκ] Κ; [μὴ] vulg. 4 τὸν τοιοῦτον H; τὸν F; τοῦτον τὸν K coll. 8, 9, 2 || 6 συστρατιώταις F || παρεσκευάσθαι K; παρασκευά- σασθαι F; cf. Leo Tact. 20, 41 παρακελεύου τοῖς στρατιωώταις εἶναι παρεσκευασμένους 11 προκαταλαμβάνοιτο Vulg. 14 πλείονα scripsi; πλέον F; πλέονα vulg || 15 ἐθάρυνεν F || 17 παρήγγελλεν K; παρήγγειλεν F || 19 δὲ add. vulg.)

387
τὴν ἀξίαν ἐτιμωρεῖτο, τὴν συγγνώμην ἀνδρείας ποι- ητικὴν ἡγούμενος. εἰ μέντοι τις ἐστασίασεν ἢ τὴν τάξιν ἔλιπεν, οὐκ ἂν τοῦτον ἀτιμώρητον παρῆκεν.

[*](c. 14, 30)

Καῖσαρ τοὺς στρατιώτας ἐκάλει συστρατιώτας τῷ ἰσοτίμῳ τοῦ ὀνόματος προθυμοτέρους ποιῶν ἐς τὰς μάχας.

[*](e. 3, 10)

Καῖσαρ πυθόμενος ἐν Γαλατίᾳ κατακοπῆναι φά- [*](54) λαγγας στρατιωτῶν ὤμοσε μὴ πρότερον [ἂν] ἀποκείρα- σθαι, πρὶν ἐπεξελθὼν τιμωρῆσαι τοῖς ἀνῃρημένοις. τούτῳ πλείστην εὔνοιαν αὑτῷ παρὰ πάντων ἐπεσπάσατο.

[*](e. 3, 9)

Καῖσαρ ἐν λιμῷ τοῖς στρατιώταις ἄρτους διέδωκε [*](48) σκευάσας ἐκ βοτάνης. Πομπήϊος δὲ πολεμῶν πρὸς αὐτὸν ἕνα ἄρτον προσενεχθέντα τοιοῦτον ἀπέκρυψεν οὐ βουλόμενος τοῖς ἑαυτοῦ στρατιώταις ἐπιδεῖξαι τὴν τῶν πολεμίων ἐγκράτειαν.

[*](e. 18, 7)

Καῖσαρ Πομπηΐῳ παρετάσσετο περὶ Φάρσαλον. [*](48) ὁρῶν δὲ πολλοὺς τῶν πολεμίων νέους καὶ καλοὺς ἐπὶ τῷ κάλλει μέγα φρονοῦντας καὶ σοβαροὺς παρήγγειλε τοῖς ἰδίοις στρατιώταις τὰς λόγχας καὶ τοὺς ὑσσοὺς μὴ φέρειν ἐπὶ τὰ σώματα τῶν πολεμίων, ἀλλʼ ἐς αὐτὰ τὰ πρόσωπα. οἱ δὲ λωβηθῆναι τὸ κάλλος τῶν προσ- ώπων φοβηθέντες καὶ δὴ ἀποστραφέντες ἔφυγον.

Οἱ Καίσαρος στρατιῶται περὶ Δυρράχιον ἡττη- [*](48) θέντες ἑαυτοὺς δεκατευθησομένους παρέδωκαν. Καῖσαρ [*](Cap. 23. § 22. 23. Ex Suet. ibid. 67.) [*](Cap. 23. § 24. 26. Ex Soet. ibid. 68.) [*](Cap. 23. § 25. Ex Plut. Caes. 45.; cf. Front. strat. 4, 7, 32.) [*](2 ἐστασίασεν F; ἐστασίαζεν K || 3 ἔλειπεν vulg. 8 ὁμόσει F || [ἂν] ins Hertlein 9 ἐπεξελθών F] ἐπελθὼν M || 10 τούτῳ M; τοῦτο αὐτῷ F || 18 κάλει F || μέγα φρονοῦντας H; φρονοῦν- τας F || 22 ἔφυγον F] ἔφευγον V.)

388
οὐχ ὡς περὶ τιμωρίας αὐτῶν ἐβουλεύετο, ἀλλὰ καὶ παραμυθησόμενος ἀναμαχέσασθαι τὴν ἧτταν αὐτοὺς προέτρεψεν· οἱ δὲ ἐν ταῖς λοιπαῖς μάχαις ἀεὶ παρα- ταξάμενοι πολὺ πλείοσιν ἐκράτησαν.

[*](49)

Καῖσαρ Πομπηΐου κηρύξαντος ἔχθραν καὶ τοῖς μηδετέρῳ προστιθεμένοις ἀντεκήρυξε καὶ φίλους ἡγή- σεσθαι κατʼ ἴσον τοῖς ἑαυτῷ συμμαχήσασιν.

[*](49)

Καῖσαρ ἦν ἐν Ἰβηρίᾳ πρὸς τῇ Ἰλέρδῃ. γενομέ- νων ἀνοχῶν οἱ πολέμιοι προσπεσόντες πολλοὺς τῶν στρατιωτῶν ἀπροσδοκήτως κατέστρωσαν· αὐτὸς δὲ οὓς ἐκείνων εὗρεν ἐν τῷ στρατοπέδῳ σώους διῆκε καὶ πολλὴν εὔνοιαν ἐπὶ τούτῳ παρὰ τῶν πολεμίων ἐκτήσατο.

[*](48)

Καῖσαρ ἐν Φαρσάλῳ Πομπήϊον ἐνίκησε. θεασά- [*](e. 4, 14) μενος τοὺς ἰδίους στρατιώτας ἀμέτρως τῇ νίκῃ χρω- μένους ἀνέκραγε φείδεσθε τῶν πολιτῶν᾿.

Καῖσαρ τοὺς πολέμους ἅπαντας κατορθώσας ἑκά- στῳ τῶν ἰδίων στρατιωτῶν ἐπέτρεψεν ἕνα, ὃν ἂν βού- ληται, τῶν πολεμίων διασώζειν. οὕτω δὴ τοὺς ἀντι- στασιώτας Ῥωμαίους ἅπαντας ἐκ τῆς φυγῆς ἀνακαλεσά- μενος εὐνουστάτους ἑαυτῷ κατεσκεύασεν ἐν τῇ πόλει.

Καῖσαρ τοὺς ἀνδριάντας Πομπηίου καὶ Σύλλα τῶν ἐχθρῶν καταβληθέντας ὑπο τοῦ πλήθους αὐτὸς [*](Cap. 23. §§ 27—31. Ex Suet. Divo Iulio 75.) [*](1 ὡς] ὅπως Κ τιμωρίας vulg.; τιμωρίαν F || ἐβουλεύσατο Κ || 2 παραμυθησάμενος vulg. || 6 ἡγήσεσθαι Cas.; ἡγήσασθαι F || 8 πρὸς τηδέρδῃ F || 9 πολλοῖς F 11 ἀφῆκε Hertlein || 12 τούτῳ Cas.; τοῦτο F 16 φείδεσθε H; φείδεσθαι F || πολιτῶν Hp; ποιεμίων F || 17 πολεμίους F, corr. vulg. || 22 Σύλα F.)

389
ἀνέστησε καὶ μεγάλην εὔνοιαν παρὰ τῶν Ῥωμαίων ἐκτήσατο.

Καῖσαρ τοῦ θύτου λέγοντος ἀπαίσια τὰ ἱερὰʼ, καὶ μὴν ἀμείνω ἔφη γενήσεσθαι, ἐπειδὰν αὐτὸς ἐθε- λήσῃ· καὶ οὕτως ἐπέρρωσε τοὺς στρατιώτας.

Καῖσαρ ἀκαρδίου θύματος εὑρεθέντος καὶ τί παράδοξονʼ, ἔφη, εἰ ἄλογον ζῷον καρδίαν οὐκ ἔχει;᾿  οἱ στρατιῶται τοῦτʼ ἀκούσαντες ἐθάρρησαν.

[*](e. 53, 2)

Σεβαστὸς τοὺς ἐν ταῖς μάχαις καθυφιεμένους οὐκ ἀνήρει πάντας, ἀλλʼ ἐδεκάτευεν.

Σεβαστὸς τοῖς διὰ δειλίαν ἀπολιπομένοις κριθὰς ἀντὶ πυρῶν ἐκέλευε μετρεῖσθαι.

[*](e. 53, 3)

Σεβαστὸς τοὺς ἐπὶ στρατοπέδου τι ἁμαρτόντας ἐκέ- λευσε πρὸ τοῦ στρατηγείου λυσιζώνους ἑστάναι, ἔστι δὲ ὅτε καὶ πλινθοφορεῖν διʼ ὅλης ἡμέρας.

[*](e. 1)

Σεβαστὸς τοῖς ἑαυτοῦ στρατηγοῖς παρήγγελλεν ἀσφαλείας πεφροντικέναι μάλιστα καὶ συνεχῶς ἐπέλεγε τὸ ῾ σπεῦδε βραδέωςʼ καὶ τὸ

  • ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης᾿.
  • [*](Cap. 23. §§ 32. 33. Ex Suet, Divo Iulio 77.)[*](Cap. 24. § 1. Ex Suet. Divo Augusto 24.)[*](Cap. 24. §§ 2. 3. Ex eodem 24.)[*](Cap. 24. §§ 4—6. Ex eodem 25.)[*](1 τῶν om. vulg. || 3 τοῦ θύτου Davisius (vates V); τοιούτου F 8 ἐθάρησαν F || 12 ἀπολειπομένοις F || 13 πυρρῶν F || 14 τι ἁμαρτόντας Hertlein; διαμαρτῶντας F; διαμαρτάνοντας H || ἐκέ- λευσε H; ἐκέλευε || 15 στρατηγείου H; στρατηγοῦ F || λυσιζώνου F || ἔστάναι καὶ θρηνεῖν διʼ ὅλης ἡμέρας, ἐνίοτε δὲ καὶ γυναι- κῶν στολὴν ἐδίδου φορεῖν H: quae cum apud Suetonium desint, aliunde assuta esse existimat W, ut supra p. 154, not. e Plut. Phoc. 23 || 17 παρήγγελλεν Κ; παρήγγειλεν F || 20 Cf. Eurip. Phoen. v. 600.)
    390

    Σεβαστὸς τοῖς ἀνδραγαθοῦσιν ἀργυρίου καὶ χρυ- [*](e. 55, 4) σίου μεγάλας ἐδίδου δωρεάς.

    Σεβαστὸς τοὺς ἄνευ λυσιτελείας ῥιψοκινδύνους ἔλεγε [*](e. 1) μηδὲν διαφέρειν τῶν χρυσοῖς ἀγκίστροις ἁλιευομένων.

    Σεβαστὸς ἐν τῷ πρὸς Κάσσιον καὶ Bροῦτον πο- λέμῳ περαιοῦσθαι τὸν Ἀδρίαν ἐβούλετο· Μούρκιος, ναύαρχος τῶν πολεμίων ἐφορμῶν ἐν τῇ νησῖδι τῇ κατὰ Βρεντήσιον, κωλύσων δῆλος ἦν. ὁ Σεβαστὸς ἐξαπατᾷ τὸν Μούρκιον ὡς μέλλων πρὸς αὐτὸν ναυ- μαχεῖν καὶ τὰς μὲν τριήρεις ἐν δεξιᾷ τοῦ Ἀδρίου παρὰ τὴν Ἰταλίαν ἔταξε πλεῖν ὡς τῇ νησῖδι ἐπιπλευ- σουμένας, αὐτὸς δὲ φορτίδας πύργων ἐπλήρου καὶ μη- χανημάτων. Μούρκιος δὲ ἐξαπατηθεὶς τῇ παρασκευῇ τῆς ναυμαχίας ἐς τὸ πέλαγος ἀνεχώρησεν ὡς ἐν εὐρυ- τέρῳ μᾶλλον ἢ στενῷ ναυμαχήσων. ὁ δὲ Σεβαστὸς οὐ συνῆψε μάχην, ἀλλὰ ἐν τῇ νησῖδι καθωρμίσατο. Μουρκίου δὲ ἄλλον ὅρμον οὐκ ἔχοντος, ἀλλὰ βιασθέν- τος ὑπὸ τῶν πνευμάτων ἐς τὴν Θθεσπρωτίδα περαιοῦ- σθαι, ὁ Σεβαστὸς τὸν Ἀδρίαν ἀκινδύνως διαπλεύσας τῇ Μακεδονίᾳ προσέσχεν.

    Ῥωμαῖοι Κελτῶν τὴν Ρώμην λαβόντων συνθήκας πρὸς αὐτοὺς ἐγράψαντο φόρους τελεῖν, πύλην ἀνε- [*](Cap 24 § 7. Cf. Appian. b. civ. 4. 82 86.) [*](Cap 25. § 1. Cf. Appian. Celt fragm. 7.) [*](1 ἀνδραγαθήσασιν H || 3 cap. 24 § 4 in F perperam ite- ratur 6 περεοῦσθαι F (id. v. 18) Ἀνδρίαν F (sic etiam v. 19) || Μούρκιος scripsi cum F v. 13; Μοῦρκος Wesseling, obs. crit. p. 42 coll. Appian. b. civ. 4, 82 sq.; Mούκιος F || 7 ἐφορμώντων M, unde W coni. ἐφορμούντων || νησῖδι Hertlein; νησίδι F (sic etiam vv. 11. 16) || 9 Μούκιον F || 11 ἐπιπλευσομένας vulg. || 17 Μορκίου F || 22 Ρώμην F] πόλιν vulg. || 23 ἠνεῳγμένην F, corr. K: cf. 7, 5.)

    391
    ῳγμένην παρέχειν διὰ παντὸς καὶ γῆν ἐργάσιμον. Κελτοὶ μὲν ἐπὶ τούτοις ἐστρατοπέδευον, Ῥωμαῖοι δὲ ὡς φίλοις ξένια πολλὰ ἔπεμψαν καὶ οἶνον πάμπολυν. οἱ βάρβαροι, φύσει δὲ τὸ Κελτικὸν ὑπέροινον, πολὺν ἀρυσάμενοι τὸν οἶνον ὑπὸ μέθης ἔκειντο, Ῥωμαῖοι δὲ ἐπελθόντες ἅπαντας κατέκοψαν. ἵνα δὲ κατὰ τὰς συν- θήκας ἅπαντα ποιῆσαι δοκοῖεν, ἐπὶ πέτρας ἀπροσβάτου πύλην ἀνεῳγμένην κατεσκεύασαν.

    Οἱ περὶ Αἰνείαν Τρῶες φεύγοντες Ἰταλία προσ- έσχον καὶ ἀμφὶ ταῖς ἐμβολαῖς τοῦ ποταμοῦ τοῦ Θύ- βριδος ἐναυλόχουν. οἱ μὲν δὴ Τρῶες ἀνὰ τὴν χώραν ἠλώντο, αἱ δὲ γυναῖκες αὐτῶν βουλεύονται. Ῥώμη Τρωας ἀγορεύει μέχρι ποῦ πλανώμεθα; μέχρι ποῦ πλέομεν; τὰ πλοῖα καταφλέξωμεν καὶ τοὺς ἄνδρας εἰς ἀνάγκην καταστήσωμεν τήνδε τὴν γῆν κατοικῆσαι.᾿  ταῦτα εἰποῦσα πῦρ πρώτη ἐνῆκε ταῖς ναυσὶ καὶ μετ᾿  αὐτὴν αἱ λοιπαὶ Τρῳάδες· οἱ δὲ Τρῶες ἀπορούμενοι νεῶν Ἰταλίαν κατῴκησαν.

    Ῥωμαῖοι Κοριολανὸν ἐδίωξαν. ὁ δὲ φυγὰς ἧκεν ὡς Τυρρηνοὺς νίκην κατὰ Ῥωμαίων ὑπισχνούμενος. πιστεύουσι Τυρρηνοὶ καὶ στρατηγὸν ἀποφαίνουσιν, ὁ δὲ νικήσας ἐν μάχαις πολλαῖς τέλος ἐπʼ αὐτὴν ἐφέρετο τὴν πόλιν αἱρήσων κατὰ κράτος. Ῥωμαίων αἱ μητέρες — ἡγεῖτο δὲ αὐτῶν Οὐετηρία μήτηρ Κοριολανοῦ — [*](Cap. 25. § 2. Cf Plut. de virt. mul. 1; Romul. 1; quaest. Rom. 6; Dionys. Halic. 1, 72; Festus p. 269 (Müller).) [*](Cap. 25 § 3 Cf. Plut. Coriol. 36; Dionys Halic. 8, 48; Dio Cass. fr. 18, 3 sqq,; Liv. 2, 39 sq.) [*](5 ἀφυσάμενοι vulg., cf. 1, 3, 1 || 10 ἐκβολαῖς Maasv. || Οὔβρι- δος F, Θύμβριδος vulg. || 11 δὴ F] om. M 13 Τρῶας F || 14 πλέωυεν? W || 15 κατοικῆσαι Roth; κατοικίσαι F || 20 Tυρρηνοὺς Κ; Tυρήννην F || 24 Οὐετηρία F; Ούετουρία vulg.)

    392
    προελθοῦσαι τῆς πόλεως ἀπήντων τοῖς πολεμίοις ὡπλισμένοις καὶ Κοριολανῷ προσπεσοῦσαι ἱκετηρίας προίσχουσι. τὸ δὲ κεφάλαιον τῆς ἱκεσίας ἦν· [εἰ] τὴν πόλιν αἱρεῖν ἔγνωκας, πρότερον τὴν μητέρα τὴν σὴν καὶ πάσας τὰς Ῥωμαίων μητέρας ἀπόκτεινον. Κο- ριολανὸς ἔπαθεν, ἐδάκρυσεν, ἀνέζευξεν. ἡ μὲν ἀνά- ζευξις εὐσεβὴς, ὀλέθριος δὲ τῷ στρατηγῷ· Γυρρηνοὶ γὰρ ὡς προδόντα νίκην φανερὰν ἐψηφίσαντο θανάτῳ κολασθῆναι.

    Σεμίραμις λουομένη τῶν Σιράκων ἤκουσε τὴν ἀπόστασιν καὶ παραυτίκα ἀνυπόδητος μηδὲ τὰς τρίχας ἀναπλεξαμένη ἐπὶ τὸν πόλεμον ἐξῆλθεν. τῇ δὲ στήλῃ αὐτῆς ἐπιγέγραπται τάδε· ἐμὲ γυναῖκα μὲν ἡ φύσις ἐποίησεν, ἐγῶ δὲ τοῖς ἔργοις τῶν ἀγαθῶν ἀνδρῶν οὐδενὸς χείρων ἐγενόμην. ἐγῶ Νίνου βασιλεύσασα πρὸς ἕω μὲν ὥρισα ποταμὸν Ἱναμάμην, πρὸς δὲ μέσον ἡλίου τὴν φέρουσαν λιβανωτὸν καὶ σμύρναν, ἀπὸ δὲ χειμῶνος Σάκας καὶ Σόγδους. θάλασσαν πρότερον οὐδεὶς Ἀσσυρίων εἶδεν, ἐγῶ δὲ τέσσαρας, αἷς οὐκ ἔστι πόρρω πελάσαι· τίς γὰρ αὐτὰς ὁρμὴ περιέχει; ποτα- μοὺς ἠνάγκασα ῥεῖν ὅπου βουλοίμην, ἐβουλόμην δὲ ὅπου συνέφερε. γῆν ἄκαρπον ἐδίδαξα σπείρεσθαι· [*](Cap. 26. Cf. Duncker, Gesch. d. Altert. lI, p. 15 sq. et not. 1.) [*](2 Κοριανάλω F || 3 εἰ add. vulg.; εἰ pro ἦν scripsit. W || 9 κολασθῆναι vulg.; κομισθῆναι F || 11 Σιράκων Cas. cum vulg,; Σιρανῶν F || 17 Ἱναμάμην F; rectius Iomanes apud Plin. n. h. 6, 29; Γάγγης p || 19 Σάκκος vulg. || 23 σπείρεσθαι K; σπέρε- σθαι F; σπαρέσθαι vulg.)

    393
    ποταμοῖς γὰρ αὐτὴν ἔμαξα ἐμοῖς. ἀνάλωτα τὰ τείχη παρέσχον· πέτρας ἀβάτους σιδήρῳ κατειργασάμην· ὁδοὺς ἔτεμον ἐμοῖς ὀχήμασιν, ἃς οὐδὲ θηρία διῆλθεν. καὶ τῶν ἔργων χρόνος μοι περισσὸς ἐγένετο πολὺς, ὃν ἐμαυτῇ καὶ φίλοις ἐχαρισάμην.᾿

    Ῥοδογούνη λουομένη τὰς τρίχας ἐρρύπτετο. ἧκέ τις ἀγγέλλων ἔθνος ὑπήκοον ἀφέστηκεν᾿ . ἡ δὲ οὐκ ἀπορρυψαμένη τὰς τρίχας, ἀλλὰ ὡς εἶχεν ἀναδησαμένη τόν τε ἵππον ἀνέβη καὶ τὴν στρατιὰν ἐξήγαγε καὶ ὤμοσε μὴ πρότερον ἀπορρύψαι τὰς τρίχας, εἰ μὴ κρα- τήσειε τῶν ἀποστάντων· καὶ δὴ πολλῷ χρόνῳ πολε- μήσασα ἐκράτησε. μετὰ τὴν νίκην ἐλούσατο καὶ τὰς τρίχας ἀπερρύψατο. τοῖς Περσῶν βασιλεῦσι βασιλικη σφραγὶς εἰκών ἐστιν ἀναδεδεμένην τὰς τρίχας ἔχουσα Ῥοδογούνην.

    [*](e. 31, 18)

    Τόμυρις Κύρου στρατεύσαντος ἐπʼ αὐτὴν προσ- εποιήσατο δεδοικέναι τοὺς πολεμίους, ἔφυγε μὲν τὸ Μασσαγετικόν, ἐπῆλθε δὲ τὸ Περσικὸν καὶ κατέλαβεν [*](Cap. 27. Cf. Aeschines philosophus in Westerm. Paradox. gr. p. 215, 8.) [*](Cap. 28 De mira Polyaeni narratione vide Duncker, Gesch. d. Altert. II, p. 378 sq, qui confert Herod. 1, 201 sq.; Diod. 2, 44; Iust. 1, 8, 2. 3, 37, 3; Front. strat. 2, 5, 5; Ctes. Pers. 6—9.) [*](1 ἔμαξα Hertlein coll. Hemsterhuis. coniect. ad Xenoph. Cyrop. 6, 2, 28 μεμαγμένην pro μεμιγμένην codicum; ἔμιξα F; ἔσμηξα Heringa τὰ om. F, add. vulg. || 7 ἐρύπτετο F || 8 ἀγγέ- λων F || 9 ἀπορρυψαμένη Oudendorp ad Thom. Magist. s. v. ῥύπτεσθαι; ἀπορυψαμένη F; ἀποκρυψαμένη Vulg. || 11 ἀποκρύ- ψαι F || 14 ἀπερύψατο F || 15 ἀναδεδεμένην W; ἀναδεδεμένη F; ἀναδεδυμένη vulg.; ἀναλελυμένην Cas. || 16 Rhodogunem V; Ῥοδογούνη F || 19 δεδοικέναι vulg.; δεδυκέναι F.)

    394
    ἐν τῷ στρατοπέδῳ πλῆθος οἴνου, τροφῶν, ἱερείων, οἷς ἀνέδην ἐχρήσαντο καὶ δαψιλῶς διὰ νυκτὸς ὅλης ὥσπερ νενικηκότες. ἐπεὶ δὲ [μετὰ] πολὺν οἶνον καὶ τρυφὴν ἔκειντο καθεύδοντες, ἐπελθοῦσα Τόμυρις δυσκινήτως ἔχοντας Πέρσας αὐτῷ Κύρῳ διέφθειρεν.

    Κῦρος Περσῶν βασιλεὺς Ἄμασιν Αἰγύπτου βασι- λέα μίαν τῶν θυγατέρων ἤτησε πρὸς γάμον· ὁ δὲ Νιτῆτιν θυγατέρα Ἀπρίου βασιλέως, ὃν καταλύσας αὐτὸς ἦρχεν, ἔπεμψεν ὡς αὐτόν. Νιτῆτις ὑποκρινα- μένη μέχρι πολλοῦ Κύρῳ συνῆν ὡς θυγάτηρ Ἀμά- σιδος· ἡνίκα δὲ πολλῶν τέκνων ἐγένετο μήτηρ καὶ τὸν γήμαντα ἐς εὔνοιαν ἐκεχείρωτο, ὡμολόγησεν Ἀπρίην αὐτῇ πατέρα γενέσθαι, τὸν δεσπότην Ἀμάσιδος. ῾ ἀλλʼ εἰ καὶ τέθνηκεν Ἄμασις, τόν γε υἱὸν αὐτοῦ Ψαμμή- τιχον τίσασθαι καλόν. πείθεται Κῦρος. ἀλλὰ καὶ Κῦρος μὲν πρὸ τῆς στρατείας ἐτελεύτησεν, ὁ δὲ παῖς αὐτοῦ Καμβύσης τῇ μητρὶ πεισθεὶς ἐστράτευσε καὶ τὴν Αἰγυπτίων ἀρχὴν ἐς τὸ Ἀπρίου γένος ἀνεκτήσατο.

    Ἐπὶ Ῥωμαίους ἐστράτευσαν Λατῖνοι ἡγεμόνα Πο- στούμιον ἔχοντες καὶ τὰς θυγατέρας αὐτῶν ἐξῄτοῦν [*](Cap. 29. Ex Dinone (?) coll. Athcen. 13, 10, p. 560 F. — Cf. Duncker, Gesch. d. Altert. IV, p. 399 sq.) [*](Cap. 30. Cf. Plut. Romul. 29 et Camill. 33.) [*](1 στρατοπέδῳ vulg.; Περσικῶ F || 2 ὥσπερ F; ὡς H || 3 [μετὰ] W; [λαβόντες] ante ἔκειντο vulg || 8 θυγατέρων Hertlein; θυγα- τρῶν F || 11 Ἀμάσσιδος F || 13 ἐκχείρωτο F; ἐνεχύρωτο vulg. || 15 τόν γε Κ; τὸν δὲ F || Ψαμμήτειχον F || 16 καὶ del. K || 19 χώραν ἀρχὴν vulg. 21 Ποστούμιον Plut; Ποστούμην F || 22 ἐξῄτουν F; ἐζήτουν vulg.)

    395
    πρὸς γάμον, ὥσπερ αὐτοὶ τὰς Σαβίνων ἥρπασαν, ἐπὶ τῷ σπείσασθαι τὴν εἰρήνην. Ῥωμαῖοι τὸν μὲν πόλεμον ἐφοβοῦντο, τὰς δὲ θυγατέρας οὐχ ὑπέμενον ἐκδοῦναι. ἔνθα δὴ Φιλῶτις θεράπαινα τὴν ὄψιν εὐπρεπὴς συν- ἐβούλευσεν αὐτήν τε καὶ ἄλλας θεραπαίνας, ὅσαι τὴν ὄψιν ἀστεῖαι, κοσμῆσαι καὶ τοῖς πολεμίοις ὡς θυγα- τέρας ἐκπέμψαι, προσυνθεμένη, ἐπειδὰν οἱ πολέμιοι λαβόντες αὐτὰς ἀναπαύσωνται, νύκτωρ ἀνασχεῖν πυρ- σόν. οἱ μὲν Λατῖνοι συνεκάθευδον ταῖς κόραις, ἡ δὲ ἀνέσχε τὸν πυρσόν. οἱ Ῥωμαῖοι δὲ ἐπελθόντες τοὺς Λατίνους καθεύδοντας ἀπέκτειναν.

    Ῥωμαῖοι Τυρρηνοῖς πολεαοῦντες ποιησάμενοι συν- θήκας ἔδωκαν αὐτοῖς ὁμήρους τῶν εὐγενεστάτων ἀν- δρῶν θυγατέρας παρθένους· αἱ δὲ ὁμηρεύουσαι προ- ῆλθον ἐπὶ τὸν ποταμὸν τὸν Θύβριν λουσόμεναι. μία δὲ ἐξ αὐτῶν Κλοιλία προὔτρεψεν ἁπάσας ἀναδήσασθαι τοὺς χιτωνίσκους περὶ τὰς κεφαλὰς καὶ διανήξασθαι τὸ ῥεῦμα τοῦ ποταμοῦ δίναις βαθείαις δύσπορον. ἐπεὶ δὲ διενήξαντο, Ῥωμαῖοι τὴν μὲν ἀρετὴν αὐτῶν καὶ τὴν ἀνδρίαν ἐθαύμασαν, ἀνέπεμψαν δὲ αὐτὰς Τυρρηνοῖς τὸ πιστὸν τῶν συνθηκῶν φυλάσσοντες. Πορσίνας βασιλεὺς Τυρρηνῶν ἀνέκρινε τὰς κόρας, τίς ἦν αὐτῶν ἡ τοῦτο πρᾶξαι πείσασα· Κλοιλία προ- [*](Cap. 31. Cf. Plut. de virt. mul. 14 et Publicol. 19; Liv. 2, 13; Dionys. Hal. 5, 32.) [*](6 ἀστίαι F || 10 ἐπελθόντες Plut.; ἐπανελθόντες F || 15 προ- ῆρλθον K; προσῆλθον F || 16 Θύμβριν vulg. || λουσόμεναι Plut. et V loturae; λουσάμεναι F || 17 προὔπεμψεν vulg. || 21 ἀνέπεμψαν K; ἀντέπεμψαν F || αὐτοῖς F || 23 Τυρήννων F.)

    396
    λαβοῦσα τὰς ἄλλας ὡμολόγησε. Πορσίνας ὑπεραγα- σθεὶς τὸ ἀνδρεῖον τῆς κόρης ἵππον αὐτῇ λαμπρῶς κεκοσμημένον ἐδωρήσατο καὶ τὰς παρθένους πάσας ἐπαινέσας Ῥωμαίοις ἀπέπεμψεν.

    Πορκία θυγάτηρ Κάτωνος, γυνὴ Βρούτου τὸν ἄνδρα Βροῦτον ὑπονοοῦσα ἐπιβουλεύειν Καίσαρι μα- χαιρίῳ κουρέως τὸν ἑαυτῆς μηρὸν ἀνέσχισεν ἐπιδεικνυ- μένη καρτερίαν σώματος καὶ ψυχῆς ἐγκράτειαν. τότε δὴ Βροῦτος ἐπίστευσεν αὐτῇ τὸ ἀπόρρητον. ἡ δὲ τοὺς χιτωνίσκους αὐτὴ προσεκόμισε τῷ ἀνδρὶ καὶ τῶν χιτώνων ἔνδον τὸ ξίφος. προσελθών Βροῦτος μετὰ τῶν κοινωνούντων ἐπιθέμενος κτιννύει Καίσαρα. ἐπεὶ δὲ μετὰ Κασσίου παραταξάμενος ἐν Μακεδονίᾳ πρὸς τὸν Σεβαστὸν ἥττης γενομένης αὐτὸς ἑαυτὸν ἀνεῖλεν, Πορκία τὸ μὲν πρῶτον ἀποκαρτερεῖν ἐπειρᾶτο. οἰκείων δὲ καὶ συγγενῶν οὐκ ἐώντων ἐσχάραν ἐκέλευσε κομισθῆναι πυρὸς ὡς ἀλειψομένη καὶ τῶν ἀνθρά- κων ἁρπάσασα πολλοὺς ταῖς χερσὶν ἐνέβαλεν ἐς τὸ στόμα καὶ κατέπιε φθάσασα, πρίν τινα τῶν παρόν- των βοηθῆσαι δύνασθαι. οὕτως ἐτελεύτησε Πορκία στρατηγικὴ καὶ ἀνδρεία πρὸς θάνατον καὶ φίλανδρος γενομένη.

    [*](Cf. 32. Ex Nicolao Danasc., ut videtur, coll. Plut. Bruto 53; cf. Appian. b. civ. 4, 136; Dio Cass. 44, 13 (47, 49).)[*](8 ἀνέσχισεν K; ἀπέσχισεν F; κατέτρωσεν Dio Cass. || 11 αὐτὴ F] αὑτῆς vulg. || 18 ἀλειψομένη F, quod defendit Hertlein coll. Xenoph. anab. 4, 4, 12; Hell 4, 5, 4; Aelian. v. h. 9, 30 ἀλεαινομένη Fuchs.)
    397

    Κλεομένης Σπαρτιατῶν βασιλεὺς κτείνας ἐν παρα- τάξει Ἀργείων ἄνδρας ἑπτακισχιλίους ἑπτακοσίους ἑβδο- μήκοντα ἑπτὰ ἐβάδιζεν ἐπὶ τὸ Ἀργὸς ὡς κατὰ κράτος αἱρήσων τὴν πόλιν· Τελέσιλλα ἡ μουσικὴ τὰς Ἀργείας ὁπλίσασα προήγαγεν εἰς μάχην. αἱ δὲ ἔνοπλοι παρὰ ἔπαλξιν ἱστάμεναι, κύκλῳ τὰ τείχη φραξάμεναι Κλεο- μένη μὲν ἀπεκρούσαντο, Δημάρατον δὲ τὸν ἕτερον βασιλέα ἐξώσαντο καὶ τὴν πόλιν ἁλῶναι κινδυνεύουσαν ἀνέσωσαν. τοῦτο τὸ στρατήγημα τῶν γυναικῶν μέχρι νῦν Ἀργεῖοι τιμῶσι, νουμηνίᾳ μηνὸς Ερμαίου τὰς μὲν γυναῖκας ἀνδρείοις χιτῶσι καὶ χλαμύσι, τοὺς δὲ ἄν- δρας πέπλοις γυναικείοις ἀμφιεννύντες.

    [*](e. 52,7)

    Χειλωνὶς Κλεάδα θυγάτηρ, Θεοπόμπου γυνὴ, μα- [*](c. 600) θοῦσα τὸν ἄνδρα ὑπὸ Ἀρκάδων αἰχμάλωτον φυλάσ- σεσθαι ἦλθεν ἐς τοὺς πολεμίους ἑκοῦσα. θαυμάσαντες αὐτῆς τὸ φίλανδρον Ἀρκάδες ἐπέτρεψαν ἐς τὸ δεσμω- τήριον αὐτὴν παρελθεῖν. ἡ δὲ τὴν αὐτῆς ἐσθῆτα τῷ ἀνδρὶ περιθεῖσα, τὴν ἐκείνου δὲ αὐτὴ λαβοῦσα ἔπεισεν αὐτὸν ὑπεξελθεῖν, αὐτέ δὲ ἀντʼ αὐτοῦ παρὰ τοῖς πο- λεμίοις ἔμεινε. Θεόπομπος τῷ στρατηγήματι τῆς γυ- ναικὸς διασωθεὶς καὶ αὐτὸς τὴν ἱέρειαν τῆς Ἀρτέμιδος [*](Cap. 33. Cf. Plut. de virt. mul. 4; Paus. 2, 20, 8. — Κaegi, krit. Gesch. d. spart. Staates 500—431; Iahnii annal. suppl. 6 p.446.) [*](3 ἑπτὰ καὶ ἑβδομήκοντα καὶ ἑπτακοσίους πρὸς ἑπτακισχι- λίους K cum Plut. || 6 παρὰ τὴν ἔπαλξιν Κ; παρʼ ἔπαλξιν Plut. || Κλεομένην F || 10 ἀνέσωσεν F || 14 Χιλωνίς F || 17 πολέμους F ||18 φίλανδρον H; φιλάνθρωπον F || 19 αὐτὴν F; αὐτῆ Κ.)

    398
    εἰς Φενεὸν πομπεύουσαν ἥρπασε· Τεγεᾶται ταύτην ἀπο- λαβεῖν θέλοντες ἀπέδωκαν αὐτῷ τὴν Χειλωνίδα.

    Οἱ ἐν Μιλήτῳ Ἴωνες πρὸς τοῖς Νηλέως παῖδας στασιάσαντες ἀνεχώρησαν ἐς Μυοῦντα κἀκεῖθεν ἐπο- λέμουν· οὐ μὴν ὅγε πόλεμος ἄσπονδος ἦν, ἀλλὰ ἐν ταῖς ἑορταῖς ἦν αὐτοῖς ἐπιμιξία. Πύθου ἀνδρὸς ἐν- δόξου θυγάτηρ Πιερία ἑορτῆς οὔσης παρὰ Μιλησίοις, ἣν Νηληΐδα κλῄζουσιν, ἧκεν ἐς Μίλητον. τῶν Νηλέως παίδων [ὁ δυνατώτατος] ὄνομα Φρύγιος Πιερίας ἐρασθεὶς ἤρετο, τί ἂν αὐτῇ μάλιστα γίγνοιτο κεχαρι- σμένον. ἡ δὲ ἔφη· εἴ μοι διαπράξαιο τὸ πολλάκις καὶ μετὰ πολλῶν ἐνθάδε βαδίζειν δύνασθαι.ʼ συνῆκεν ὁ Φρύγιος, ὡς εἰρήνης καὶ φιλίας τοῖς πολίταις δέοιτο, καὶ τὸν πόλεμον ἔπαυσε· καὶ ἔνδοξος ὁ Φρυγίου καὶ Πιερίας ἔρως εἰρήνην ἀντὶ πολέμου παρασχών.

    Μιλήσιοι Ναξίοις ἐπολέμουν· Ἐρυθραῖοι Μιλη- σίοις συνεμάχουν. Διόγνητος, Ερυθραίων στρατηγὸς, λείαν τῶν Ναξίων ἔλαβε πολλὴν καὶ δὴ γυναῖκας καὶ παρθένους πολλὰς, ὧν ἦν Πολυκρίτη· ταύτης ἐρασθεὶς οὐχ ὡς αἰχμαλώτῳ συνῆν, ἀλλʼ ὡς γαμετῇ γυναικί. ἦν ἐν τῷ στρατοπέδω τῶν Μιλησίων πάτριος ἑορτὴ, [*](Cap. 35. Cf. Plut. ibid. 16; Aristaenet. epistol. 1, 15.) [*](Cap. 36. Cf. Plut. ibid. 17; Parthenius, narrat. amat. 9.) [*](1 Φενεὸν F; Ἀλφειὸν Fuchs 9 μηλήϊδα F 10 [ὀ δυνατώ- τατος] Cas. W ex Plut.; [εἷς] K 12 εἴ μοι διαπράξαιο τὸ scripsi coll. Plut. εἰ διαπράξαιό μοι τὸ etc.΄ ἐμοὶ διαπράξοιτο F; ἐμοὶ διαπράξοι τὸ W; εἰ ἐμοὶ διαπράξαιο vulg. 17 Πολυκρήτη F (id. infra).)

    399
    καὶ πάντες ἀνέκειντο μέθῃ καὶ θυμηδίᾳ. Πολυκρίτη παρεκάλει Διόγνητον ἐπιτρέψαι τῶν πεμμάτων μερί- δας πέμψαι τοῖς ἀδελφοῖς. ἐπιτρέψαντος ἐμβάλλει μο- λιβοῦν γραμματεῖον ἐς τὸν πλακοῦντα τῷ κομίζοντι ἐντειλαμένη φράσαι τοῖς ἀδελφοῖς, ὅπως αὐτοὶ μόνοι φάγοιεν ἀπὸ στόματος τῆς ἀδελφῆς. οἱ δὲ εὑρόντες τὸν μόλιβον καὶ ἀναπτύξαντες ἀναγινώσκουσι ῾ νύ- κτωρ ἐπίθεσθε τοῖς πολεμίοις διὰ τὴν ἑορτὴν μεθύ- ουσι καὶ καθεύδουσι καὶ ἀφυλάκτοις᾿ . οἱ στρατηγοὶ ταῦτα μαθόντες νύκτωρ ἐπέθεντο καὶ τῶν πολεμίων ἐκράτησαν· τὸν μέντοι Διόγνητον ἡ Πολυκρίτη γέρας παρὰ τῶν πολιτῶν ᾐτήσατο.

    Φωκαεῖς Φόξον ἡγεμόνα ἔχςντες Μάνδρωνι βα- σιλεῖ Βεβρύκων συνεμαχησαν ὑπὸ τῶν προσοίκων βαρ- βάρων πολεμουμένῳ· Μάνδρων ἔπεισε τοὺς Φωκαεῖς ἐποικεῖν μέρος τῆς χώρας καὶ τῆς πόλεως λαβόντας. ἐπεὶ δὲ πολλάκις μὲν ἐν ταῖς μάχαις ἐνίκων, πολλὰ δὲ λάφυρα ἐκτῶντο, ἐπίφθονοι τοῖς Βέβρυξιν ἐγένοντο, ὥστε ἀποδημοῦντος Μάνδρωνος λόχῳ καὶ δόλῳ τοὺς Ἕλληνας ἐβουλεύσαντο διαφθεῖραι. Μάνδρωνος θυ- γάτηρ Λαμψάκη παρθένος μαθοῦσα τὴν ἐπιβουλὴν [*](Cap. 37. Cf. Put. ibid. 18; Chares Lamps. fr. 7 (Müller); Steph. Byz. s. v. Λαμψάκη. — A. v. Gutschmid, Philol. X, p. 524 not.; A. Schmidt, d. Perikl. Zeitalt. II, p. 120 sq.) [*](1 ἀνεῖντο Hertlein 3 ἐμβαλεῖ F || μολιβοῦν (et v. 7 μόλιβον) F] μολιβδοῦν (et v. 7 μόλιβδον) Plut.; μολυβδοῦν (et v. 7 μόλυβδον) vulg. || 5 αὐτὸν vulg. || 8 ἐπίθεσθε Cas.; ἐπιθέσθαι F || 9 οἱ δὲ στρατηγοὶ vulg. 13 Λαμψάκη W ex Plut.; Φωκαεῖς ἢ Λαμψάκη Μ; Φωκαεῖς F vulg. || 14 Φόξον] Φόβον Plut. || 17 ἐποικεῖν Hercher, Hermes 9, p. 112; ἐνοικεῖν F; συνοικεῖν Hertlein || 20 ἀποδημοῦντας F.)

    400
    ἀποτρέπειν ἐπειρᾶτο· ὡς δὲ οὐκ ἔπειθε, κρύφα τοῖς Ἕλλησι μηνύει τὰ κατʼ αὐτῶν βεβουλευμένα. οἱ δὲ θυσίαν παρασκευάσαντες λαμπρὰν ἔξω τειχῶν καλοῦσι τοὺς βαρβάρους ἐς τὸ προάστειον. οἱ μὲν δὴ κατα- κλιθέντες εὐωχοῦντο, οἱ δὲ Φωκαεῖς δίγα διελόντες αὑτοὺς οἱ μὲν τὰ τείχη κατελάβοντο, οἱ δὲ τοὺς εὐωχουμένους ἀνεῖλον καὶ τὴν πόλιν αὐτοὶ κατέσχον. τὴν δὲ Λαμψάκην μεγαλοπρεπῶς ἐτίμησαν καὶ τὴν πόλιν ἀπʼ αὐτῆς Λάμψακον προσηγόρευσαν.

    Νικοκράτης Κυρηναίων τύραννος ἄλλα τε πολλὰ καὶ δεινὰ εἰργάσατο τοὺς πολίτας καὶ δὴ [καὶ| τὸν ίερέα τοῦ Ἀπόλλωνος Μελάνιππον αὐτοχειρὶ κτείνας γυναῖκα αὐτοῦ Ἀρεταφίλαν καλὴν οὐσαν ἔγημεν· ἡ δὲ ὑπὲρ τῆς πατρίδος καὶ τοῦ ἀνδρὸς τίσασθαι τὸν τύραννον ἐσπούδαζεν. τὸ μὲν δὴ πρῶτον ἐπιβουλεύει φαρμάκοις· ἀλοῦσα δʼ ἔφασκεν οὐ δηλητήριον, ἀλλὰ φίλτρον παρασκευάσαι, ὅπως ἐρῶντα αὕτῆς ἔχοι τὸν ἄνδρα. ἡ μήτηρ τοῦ τυράννου βασανίσαι τὴν Ἀρε- ταφίλαν συνεβούλευσε· καὶ δὴ βασανισθεῖσα μακροῖς καὶ πικροῖς βασανιστηρίοις ἀντέσχε μηδὲν πλέον ὁμο- λογοῦσα φίλτρου. ὁ τύραννος ὡς οὐδὲν ἀδικοῦσαν ἀφῆκε καὶ συνοῦσαν εἶχεν καὶ πλέον αὐτὴν ἐθερά- [*](Cap. 38. Cf. Plat. ibid. 19, qui de tempore: ἐν τοῖς Μι- θριδατικοῖς χρόνοις.) [*](4 κατακλιθέντες Κ; κατακλεισθέντες F 6 αὐτοὺς F || κατε- λ βοντο F et Plut.; κατεβάλοντο vulg. || 7 αὐτῶν 9 Λάμψακον προσηγόρευσαν scripsi cum Plut., cf 8, 44 extr.; Λάμψακον ἀνη- γόρευσαν vulg.; λαμψακαν ήγόρασαν (sic) F 12 | καὶ] Hertlein, Iahnii annal. 1867, p. 607 14 καλξν οὖσαν] ἄκουσαν Plut, sed idem paulo ante καλὴ δὲ τὴν ὄψιν ἦν 18 αὐιῆς F | 19 Ἀρετα- φίλα F.)

    401
    πευεν ὡς βασανισθεῖσαν οὐ δικαίως, ἡ δὲ θυγατέρα ἔχουσα ὥρα καὶ κάλλει διαφέρουσαν, ταύτην ὑφῆκεν ἀδελφῷ τοῦ τυράννου μειρακίῳ Ἀσάνδρῳ. ὁ δὲ ἁλοὺς ἔρωτι παρακαλεῖ τὸν ἀδελφὸν γῆμαι τὴν κόρην. ἔγημε καὶ τῇ μητρὶ τῆς κόρης πειθαρχῶν ὑπʼ αὐτῆς πείθε- ται τὴν πόλιν ἐλευθερῶσαι· ὁ δὲ διαφθείρας άφνιν, κατευναστὴν τοῦ τυράννου, διὰ τούτου τὸν Νικοκρά- την διεχρήσατο.

    Tῶν ἐν Γαλατίᾳ τετραρχῶν ἦσαν Σινόριξ καὶ Σινάτος. τοῦ Σινάτου γυνὴ κάλλει σῶώματος καὶ ἀρετῇ ψυχῆς εὐκλεεστάτη Κάμμα· καὶ γὰρ ἦν Ἀρτέμιδος ίέρεια, ἥν μάλιστα Γαλάται σέβουσι, καὶ ἦν ἔν τε πομπαῖς καὶ θυσίαις ἀεὶ μεγαλοπρεπῶς καὶ σεανῶς χεχοσμημένη. ταύτης ἐρᾷ Σινόριζ· χαὶ ζῶντος τοῦ ἀνδρὸς οὔτε πείσειν ἐλπίζων οὒτε βιάσεσθαι τὸν Σι-  νάιον ἐδολοφόνησεν, οὐκ εἰς μακρὰν δὲ Κάμμαν ἐμνᾶτο. ἡ δὲ ἐπὶ πλεῖστον μὲν ἀντέλεγεν, οἰκείων δὲ καὶ φίλων ἐγκειμένων καὶ λιπαρῶς θεραπευόντων ὑπε- κρίνατο συγκατατίθεσθαι. καὶ δὴ συνέθεντο· ‘ἡκέτω Σινόριξ εἰς τὸ ἱερὸν τῆς Αρτέμιδος, καὶ παρὰ τῇ θεῷ τὰς συνθήκας τοῦ γάμου ποιησώμεθα.ʼ ἦκε Σινόριξ καὶ σὺν αὐτῷ πάντες ὅσοι Γαλατῶν ἐντελεῖς, ἄνδρες καὶ [*](Cap. 39. Cf. Plut ibid. 20; iterata sunt haec in Plut. amator. p. 768 B.) [*](3 Λσάνδρῳ F] Λεάνδρῳ vulg., Plut. || 6 ὁ δὲ διαφθείρας Δάφνιν vulg.; τὸ δὲ διαφθεῖραν άφιον F || 7 κατεῦνα τὴν F || 8 διεχρήσατο vulς ; ἐχρήσατο F || 10 Σινόριξ F] Συνόριξ M, Plut 13 ἱερίᾳ F 16 βιάσεσθαι Patakis, Hertlein; βιάσασθαι F 20 συνέ- θετο Patakis ἡκέτω vulg.; ἥκετο F 22 ποιησόμεθα R 23 ἐντελεῖς F; ἐν τέλει Κ et Cobet, Mnemosyne 4, p. 240.)

    402
    γυναῖκες. ἡ δὲ φιλοφρόνως αὐτὸν δεξαμένη προσάγει τῷ βωμῷ καὶ ἀπὸ χρυσῆς φιάλης ἔσπεισε καὶ τὸ μὲν ἐξέπιεν αὐτὴ, τὸ δὲ ἐκεῖνον ἐκέλευσεν (αὐτὸν) πιεῖν. ὁ δὲ οἷα δὴ νυμφίος παρὰ νύμφης λαβῶών ἡδέως πίνει· τὸ δὲ ποτὸν ἄρα ἦν μελίκρατον πεφαρμαγμένον. ἡ δὲ πεπωκότα ὡς εἶδεν, λαμπρὸν ἀνωλόλυξε καὶ τὴν θεὸν προσεκύνησεν εἰποῦσα χάριν οἶδά σοι, ὧ πολυτίμητε Ἄρτεμι, ὅτι μοι παρέσχες ἐν τῷ σῷ ἱερῷ δίκας ὑπὲρ τοῦ ἀνδρὸς λαβεῖν ἀδίκως διʼ ἐμὲ ἀναιρεθέντοςʼ. ταῦτα εἰποῦσα παραχρῆμα αὐτή τε ἀπέθνησκε, καὶ ὁ νυμφίος αὐτῇ συναπέθνησκε παρὰ τῷ βωμῷ τῆς θεοῦ.

    [*](335)

    Τιμόκλεια Θηβαία Θθεαγένους ἀδελφὴ τοῦ παρα- ταξαμένου Φιλίππῳ περὶ Χαιρῶώνειαν, ὅς καὶ πρὸς τὸν ἐμβοήσαντα μέχρι ποῦ διῶώκεις;ʹ ἀπικρίνατο μέχρι τῆς Μακεδονίαςʼ. τούτῳ τελευτήσαντι περιῆν ἀδελφή. Θήβας κατέσκαψεν Ἀλέξανδρος. ἄλλοι μὲν δὴ ἄλλα τῆς πόλεως ἐπόρθουν, Πιμοκλείας δὲ τὴν οἰκίαν κατε- λάβετο Θρᾷξ ἵππαρχος. οὐτος ὁ ρᾷξ μετὰ τὸ δεῖπνον ἐκάλει τὴν Πιμόκλειαν ἐς τὸν θἄλαμον καὶ οὐδὲ τοῦτο μόνον, ἀλλὰ καὶ χρυσὸν καὶ ἄργυρον εἴ που κεκρυμ- μένον ἔχοι, καὶ ταῦτα ὁμολογεῖν ἐβιάζετο ἡ δὲ πολὺν [*](Cap. 40 Cf. Plat. ibid. 24 et Alex. 12; Ζomar. 4, 9 (ex Plutarcho).) [*](3 (αὐτὸν) om. M Plut. 6 πεπτωκότα F 7 πολυτίμητε Cobet, ibid. p 240; πολύτιαε F 8 Ἀρτεμις F 13 Θεαγένους] Stratoclem Athenensem haec exclamasse tradit Polvaen. 4, 2, 2 14 Χερωνίαν F 19 ἵππαρχος] errasse vidtur Polyaenus, cum erquites Thraces in exercit Alexandri husquam occurrant (cf. Drcysen I 2, p 393 sq ); ἦρχε δὲ Θρᾳκίου τινὸς ἴλης Plut ; Θρᾷξ τις τῶν ἡγεμόνων Zomar.)

    403
    μὲν κόσμον ἔχειν ἔφη ἀργύρου καὶ χρυσοῦ ἔν τε ὅρμοις καὶ ψελίοις καὶ ἐκπώμασι καὶ νομίσμασιν, ἁλι- σκομένης δὲ τῆς πόλεως πάντα ἐμβαλεῖν εἰς φρέαρ ὕδωρ οὐκ ἔχον. ὁ Θρᾷξ ἐπίστευσεν, ἡ δὲ ἥγαγεν αὐτὸν ἐς τὸν κῆπον τῆς οἰκίας, ἔνθα τὸ φρέαρ ἦν, καὶ καταβῆναι κελεύει. ὁ μὲν καταβὰς τὸν ἄργυρον καὶ τὸν χρυσὸν ἐζήτει, ἡ δὲ ἄνωθεν μετὰ τῶν θερα- παινίδων πολλοὺς αὐτῷ λίθους καὶ πέτρους ἐπεκύλισεν καὶ κατέχωσε τὸν βάρβαρον. οἱ Μακεδόνες σύλλα- ἐόντες ἥγαγον ἐπὶ τὸν βασιλέα λέξανδρον· ὁμολο- γήσασαν δὲ αὐτὴν, ὡς παρανομοῦντα τὸν Θρᾷκα καὶ βιαζόμενον ἠμύνατο, θαυμάσας Ἀλέξανδρος αὐτήν τε ἐλευθέραν ἀφῆκε καὶ πάντας τοὺς κατὰ γένος αὐτῇ προσήκοντας.