Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Κερσοβλέπτης ἀποστάντων αὐτοῦ συγγενῶν πολλὰ post [*](359) χρήματα ὑπεκτεθειμένων διαλυσάμενος πρὸς αὐτοὺς κατέστησε πόλεων ἄρχοντας, διαστήσας ἀπʼ ἀλλήλων. ἐπεὶ δὲ χρόνου διαγενομένου τὰ ὑπεκκείμενα χρήματα μετεπέμψαντο, συλλαβὼν αὐτοὺς τῶν πόλεων ἐξήλασε καὶ τῶν χρημάτων αὐτὸς ἐκράτησεν.

Σεύθης, ὕπαρχος Κερσοβλέπτου, ἐν σπάνει χρη- post [*](359) μάτων προσέταξε τῶν γεωργῶν ἑκάστῳ πέντε μεδίμνων χωρίον αὐτῷ κατασπεῖραι. οἱ μὲν κατέσπειραν, πολὺ [*](Cap 32 Cf. Aristot. oecon. 2, 27.) [*](6 Ἀριββαίου F qui v. 9 Ἀριβαῖος; Ἀριβαίου M: cf. Droysen II, 1, 13, not. 2, qui docet genuinam nominis formam esse Ἀρραβαῖος; Diod. 18, 3. 26. 39. 51 etc. Ἀρριδαῖος 7 πρὸς ἤγαγεν F, corr vulg. || 16 ὑπεκκείμενα ; ὑποκείμενα F || 17 μετεπέμ- ψαντο K; μετεπέμψατο F || πόλεων vulg ; πολεμίων F || 20 ὕπαρ- χος F] ἵππαρχος vulg.)

344
πλῆθος γεωργῶν. σίτου δὲ παμπόλλου γενομένου, καταγαγὼν αὐτὸν ἐπὶ θάλατταν ἐπίπρασκεν ὑφέμενός τι τῆς τιμῆς, ὥστε ταχέως τῷ Κερσοβλέπτῃ πολλὰ χρήματα συνελέξατο.

[*](480/79)

Ἀρταβάζῳ πολιορκοῦντι Ποτίδαιαν Τιμόξενος Σκιωναῖος προεδίδου τὴν πόλιν. ἀμφότεροι συνέ- θεντο, τῷ βέλει προσάψαντας βραχὺ βιβλίδιον τοξεύειν εἴς τινα τόπον συγκείμενον κἀκεῖθεν τὰς ἐπιστολὰς ἀναλαμβάνειν.

[*](353)

Ἀρτάβαζος ὑποπτεύσας Παμμένη κοινολογεῖσθαι τοῖς πολεμίοις ἐκάλεσεν αὐτὸν ὡς δῶρα δώσων καὶ σῖτον τοῖς στρατιώταις μετρήσων. ἐλθόντα συλλαβὼν τὸ στρατόπεδον τοῖς ἀδελφοῖς Ὀξύθρᾳ καὶ Διβίκτω παρέδωκεν.

[*](479)

Ἀρτάβαζος Φαρνάκου φεύγων ἐκ Πλαταιῶν προῆλ- θεν ἐς Θετταλίαν. τῶν δὲ Θετταλῶν ἐρομένων περὶ τῆς μάχης δείσας ὁμολογῆσαι τὴν ἧτταν, αὐτὸς μὲν ἔφη σπεύδειν ἐς Θρᾴκην πράξων βασιλέως ἀπόρρητα, Μαρδόνιος δὲ νενικηκὼς ἔπεται καὶ τὰ ἔργα τῆς νίκης αὐτὸς ἀπαγγέλλει. Ἀρτάβαζος μὲν ἀπάτῃ νίκης Θλεττα- [*](Cap. 33. § 1. Cf. Herod. 8, 128; Aen. Tect. 31, 26.) [*](Cap. 33. § 2. Hic Artabazus est nepos illus, qui in §§ 1 et 3 nominatur: cf. Diod. 16, 34. — Wachsmuth, Mus. Rhen. 34, p. 156; Schaefer, Demosth. I1, p. 457 et not. 6.) [*](Cap. 33. § 3. Ex Herod. 9, 89.) [*](6 Ποτίδειαν Heringa coll. Herod. et Aen. Tact.; τὴν πόλιν F; τινα πόλιν vulg. || 7 Σκιωναῖος F] Σικιωναῖος ; Σικυώνιος vulg. || 8 προσάψαντες vulg.; πρσσάψοντες F || 12 ἐκάλεσεν vulg.; ἐκέλευσεν F || 14 Διβίκτῳ] Σιβυρτίῳ Roth || 16 Πλαταιῶν M; Πλαταιέων vulg.; Πλατέων F || 17 ἐρωμένων F1 || 21 ἀπαγγελεῖ Roen.)

345
λίαν διεξῆλθε, Θετταλοὶ δὲ αὐτίκα τὴν Περσῶν ἧτταν ἐμάνθανον.

[*](e. 39, 7)

Ἀρυάνδης τὴν Βαρκαίων πόλιν πολιορκῶν, νυκτὸς [*](513/12) ὀρύξας τάφρον, ξύλα ἀσθενῆ διατείνας καὶ γῆν ὀλίγην ἐπιβαλὼν, μεθʼ ἡμέραν προκαλεῖται Βαρκαίους ἐπὶ σπονδάς· καὶ στὰς μετὰ τῶν τὰ ὅρκια τεμνόντων ἐπὶ τῆς κρυπτῆς τάφρου ὤμοσεν, ἐφʼ ὅσον οὕτως ἡ γῆ μένει, φυλάξειν τὰ συγκείμενα. οἱ Βαρκαῖοι μετὰ τοὺς ὅρκους ἀνέῳξαν τὰς πύλας. οἱ περὶ τὸν Ἀρυάνδην καταρρήξαντες τὴν τάφρον κατελάβοντο τὴν πόλιν, ὡς οὐκέτι τῆς γῆς μενούσης, ἐφʼ ἧς ὤμοσαν.

[*](e. 14, 22)

Bρέννος, Γαλατῶν βασιλεὺς, πεῖσαι βουλόμενος [*](279) αὐτοὺς ἐπὶ τὴν Ἑλλάδα στρατεῦσαι, συναγαγὼν ἐκ- κλησίαν ἀνδρῶν καὶ γυναικῶν προήγαγεν αἰχμαλώτους Ἕλληνας, ἐλαχίστους τὰ σώματα καὶ ἀσθενεστάτους, τὰς κεφαλὰς ἀπεξυρημένους, τριβώνια ῥυπῶντα περι- βεβλημένους· καὶ παρέστησεν αὐτοῖς τῶν Γαλατῶν τοὺς μεγίστους καὶ τοὺς εὐειδεστάτους Γαλατικὴν ὅπλισιν ἔχοντας. τοῦτο ποιήσας ἡμεῖς᾿ , εἶπεν, οἱ τηλικοῦτοι καὶ τοιοῦτοι πρὸς τοὺς οὕτως ἀσθενεῖς καὶ μικροὺς πολεμήσομενʼ. οὕτως ἐπείσθησαν Γαλάται καταφρονή- σαντες Ἑλλήνων ἐλθεῖν ἐπὶ τὴν Ἑλλάδα.

[*](Cap. 34. Ex Herod. 4, 201 coll. 167. — Cf. J. p. 473.)[*](Cap. 35. De tempore cf. Droysen II, 2, p. 346 sq.)[*](9 μενεῖ Κ || 11 καταρήξαντες F || 12 μηκέτι vulg. 13. 14. Βρέν- νος H; Bρένος F || 23 πολεμήσωμεν F; ὀκνήσομεν πολεμεῖν; H.)
346
[*](278)

Βρέννος Γαλάτας ἀγαγὼν ἐπὶ τὴν Ἑλλάδα, θεώ- [*](e. 14,23) μενος τοὺς ἐν Δελφοῖς χρυσοῦς ἀνδριάντας, προσ- καλεσάμενος Δελφοὺς αἰχμαλώτους διὰ τοῦ ἑρμηνέως ἤρετο, εἰ στερεὸν εἴη τὸ χρυσίον τῶν ἀναθημάτων. εἰπόντων δὲ τὰ μὲν ἔνδον ἐστὶ χαλκὸς, τὰ δὲ ἔξωθεν χρυσὸς ἐπελήλαται λεπτός᾿ , ἠπειλήσατο θάνατον ἅπασιν, εἰ τοῦτο πρὸς ἄλλους ὁμολογήσειαν· ἀλλὰ καὶ τοὐ- ναντίον λέγειν παρήγγειλεν, ὥς ἐστιν ἅπαντα χρυσὸς αὐτὸς δὴ σφυρήλατος. καὶ δὴ τῶν ἡγεμόνων ἔνδον τινὰς καλέσας τοὺς αἰχμαλώτους ὁμοίως ἤρετο. τῶν δὲ τὸ προσ- ταχθὲν εἰπόντων, ὡς πάντα εἴη χρυσὸς, ἐκέλευσεν αὐτοὺς ἀναγγέλλειν τοῖς πλήθεσιν, ἵνα μάχοιντο προ- θυμότερον ὡς ἀποληψόμενοι χρυσοῦ μοίρας μεγίστας.

Μυγδόνιος πολεμίων προσκαθημένων λιμῷ πιε- [*](e. 56, 10) ζόμενος, σωροὺς ὑπερμεγέθεις γῆς καὶ λίθων ἐν τῇ ἀγορᾷ νήσας καὶ περιαλείψας πηλῷ, τοῖς μὲν πυροὺς, τοῖς δὲ κριθὰς ἐπέβαλε καὶ θρέψας ἡμιόνους μεγίστους καὶ πιοτάτους ἐκτὸς τείχους ἀφῆκεν. τούτους μὲν οἱ πολέμιοι συνέλαβον. ὁ δὲ κήρυκα πέμψας ἠξίωσε πέμ- ψαι τοὺς περὶ λύτρων συμβησομένους. κήρυκες ἧκον· πρὸς οὓς ἐπὶ τῆς ἀγορᾶς Μυγδόνιος συνέβαινεν. οἱ δὲ σωροὺς μεγάλους πυρῶν καὶ κριθῶν ἰδόντες καὶ ὑπηρέτας καὶ ἄλλους ἀλλαχόθεν ἀξιοῦντας μετρεῖσθαι [*](1 θεώμενος F; θεασάμενος H; θηρώμενος Sittl || 7 ἄλλους V ; ἀλλήλους F || 9 αὐτὸς δὴ vel ἄπεφθος [καὶ] δὴ Sittl; αὐτο- φυὴς Traube coll. Diod 3, 45; αὐτῷ δὴ F; om. H; eiecit K || σφυρή- λατος H; σφυρηλάτης F || 12 ἀναγγέλειν F || προθυμότερον FH] εὐθυμότερον vulg. || 13 ἀποληψόμενοι K ; ἐπιληψόμενοι F; ληψό- μενοι H || 17 τοῖς] τοὺς F || πυρροὺς F || 18 ἐπέβαλε Cas.. ἔβαλεν F ; ὅτι χρὴ σωροὺς ἀπὸ λίθων καὶ πηλῶν ἐπιχρίσαι H || 24 καὶ ante ἄλλους del. Κ.)

347
ταῦτα ἐπανελθόντες τοῖς πολεμίοις ἤγγειλαν. οἱ δὲ καὶ τὸ εὐτραφὲς τῶν ἡμιόνων ἑωρακότες καὶ τὴν παρα- σκευὴν τῶν τροφῶν τοῖς κήρυξι πιστεύσαντες ὡς οὐκ ἂν δυνάμενοι χρόνῳ μακρῷ τὴν πόλιν ἑλεῖν ἀνέζευξαν.

Παιρισάδης Πόντου βασιλεὺς ἐν ἄλλῃ μὲν ἐσθῆτι τοὺς στρατιώτας ἐξέτασσεν, ἐν ἄλλῃ δὲ πρὸς τοὺς πο- λεμίους ἐκινδύνευεν, [ἐν] ἄλλῃ δὲ, εἰ φυγῆς καιρὸς ἦν, ἔφευγεν. ἐκτάττων μὲν γὰρ ἐβούλετο εἶναι πᾶσιν ἐπιφανὴς, κινδυνεύων δὲ μηδενὶ τῶν πολεμίων κατα- φανὴς, φεύγων δὲ μήτε τοῖς οἰκείοις μήτε τοῖς ἐναν- τίοις γνώριμος.

Σεύθης Ἀθηναίων τὰ ἐπὶ θάλατταν διὰ τῆς Χερ- ρονήσου πορθούντων μισθωσάμενος Γέτας ψιλοὺς δισχιλίους διʼ ἀπορρήτων συνέταξεν ὡς πολεμίους ἐμβαλόντας πυρπολεῖν τὴν χώραν καὶ βάλλειν τοὺς ἐπὶ τῶν τειχῶν. Ἀθηναῖοι ταῦτα ὁρῶντες καὶ πολε- μίους τῶν Θρᾳκῶν ἡγησάμενοι τοὺς Γέτας ἀπὸ τῶν δρωμένων ἐκβάντες θαρροῦντες τῶν νεῶν προσῆγον τοῖς τείχεσιν. ὁ μὲν Σεύθης προεξῆλθε τῶν τειχῶν ἐναντίος τοῖς Ἀθηναίοις, καὶ οἱ Γέται δὲ ὡς μετʼ αὐτῶν παρατάττεσθαι μέλλοντες· ἐπεὶ δὲ κατόπιν ἐγέ- νοντο, λαβόντες ὀπίσω τοὺς πολεμίους ἔνθεν μὲν οἱ Θρᾷκες, ἔνθεν δὲ οἱ Γέται πάντας αὐτοὺς διέφθειραν.

[*](5. 6 Παιρισάδης Κ, Strabo, C. I. Gr. II. 2119; Eckhel, doctr. num. 2, 361; Παρεισάδης (Παρισάδης corr. F2)F: cf. Schaefer, Mus. Rhen. 33, p. 418 sqq. || 7 ἐξέτασσεν Heringa 130; ἐξήταζεν F: cf. v. 9 || 8 [ἐν] K || 14 διὰ] ἐκ Hertlein || Χειρονήσου F || 17 βάλειν F || 22 Ἀθηναίοις καὶ in lacuna om. F1, add. F2.)
348

Σείλης τρισχιλίους Περσῶν νεωτερίζοντας κτεῖναι βουλόμενος ἐσκήψατο Σέλευκον αὐτῷ διʼ ἐπιστολῆς χαλεπῶς ἀπειλεῖν· αὐτὸς δὲ τῇ τούτων συμμαχίᾳ χρησάμενος ἐθέλειν αὐτὸν προλαβεῖν. ὅπως δʼ ἂν βουλὴν ἀγάγοιεν, συνέταξεν αὐτοῖς ἀπαντᾶν ἐς κώμην ῾Ράνδα καλουμένην. οἱ μὲν πιστεύσαντες ἧκον, ὁ δὲ, ἦν γὰρ ἕλος βαθὺ καὶ κοῖλον ὑπὸ τὴν κώμην, ἐνταῦθα Μακεδόνων καὶ Θρᾳκῶν ἱππεῖς τριακοσίους, ὁπλίτας τρισχιλίους ἀποκρύψας συνέταξεν, ὅταν ἴδωσι πέλτην χαλκῆν ἀρθεῖσαν, ἐκδραμόντας ἀναιρῆσαι πάντας τοὺς ἠθροισμένους. ἀνεδείχθη μὲν ἡ πέλτη, οἱ δὲ ἐκδρα- μόντες τοὺς τρισχιλίους Πέρσας κατεφόνευσαν.

Ὀβόρζος τρισχιλίους ἄνδρας τῶν ἐν τῇ Περσίδι κατοίκων ἐπιβουλεύοντας αἰσθόμενος ἀπεπέμψατο δοὺς ἡγεμόνας τῶν ὁδῶν, οἳ προήγαγον αὐτοὺς εἴς τινα τόπον τῆς Περσίδος, [ὃς] καλεῖται Κωμαστὸς, ἔνθα κῶμαι πυκναὶ καὶ λεὼς πολὺς καὶ σταθμοὶ πολλοί. ἐπεὶ δὲ ἄλλος ἐν ἄλλῳ σταθμῷ κατήγετο, φυλακῆς ἰσχυρᾶς κυκλωσαμένης τὰς κώμας, ἕκαστος τῶν σταθ- μούχων τὸν ἴδιον ἐπίσταθμον εὖ μάλα καταμεθύσας ἀπέκτεινε, τὰ δὲ σώματα τῶν τρισχιλίων ταφέντα διὰ νυκτὸς ἀφανῆ ἐγένοντο.

[*](Cap. 39. De tempore nihil constat: cf. Droysen III, 1 1 Σείης] Χείλης vulg. || 6 αὐτοὺς F || 7 Ράνδα F1 maasv., col. Ptolem. 6, 19; Ῥάνδαν F2 || 10 τρισχιλίους ὁπλίτας] τρεῖς χιλιάδας ὁπλιτῶν vulg. || 14 Ὄβορζος F; Bόρζος ulg ; Οἰόβαζος vel Ὀρόβαζος coni. Rotlh || 18 [ὃς| vulg. 24 ἐγένετο Roth.)