Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Δηιόκης ὁ Μῆδος ἐπέθετο τῇ Μήδων ἀρχῇ ὧδε. Μῆδοι νομάδες ἦσαν, πόλιν οὐκ εἶχον, ἄγοντες ἄνευ νόμου καὶ δίκης, ἄγοντες καὶ φέροντες ἀλλήλους. Δηι- όκης ἐδίκαζε τοῖς γείτοσι καὶ τὸ ἵσον ἔχειν αὐτοὺς [*](10 ὡς τὸ vulg.; ὥστε F || 11 ἀγάλλεται Maasv. R; ἀγγέλεται F || 12 ἄριστον Heringa; ἄπιστον F; πιστὸν R || 13 ἔστω] ἐστι Heringa || 15 μελετήσωμεν F || 19 εἶχον, ἄγοντες Roth; εἶχον, ἔχοντες F; ἔχοντες vulg.)

313
ἐδίδασκεν. ἥσθησαν τῷ δικαστῇ, καὶ αὐτίκα κλέος ἦν ἐν Μήδοις αὐτοῦ, καὶ συνέθεον ἐπʼ αὐτὸν ὡς ἴσον δικαστήν. ἐπεὶ δὲ τῇ δόξῃ πάντας παρεστήσατο, τὰς θύρας κατασχίσας νύκτωρ αὐτὸς καὶ λίθων πλήσας τὴν τύρσιν ἔδειξε μεθʼ ἡμέραν τοῖς Μήδοις, ὡς ταῦτα διʼ αὐτοὺς παθῶν καὶ κινδυνεύσας ἀποθανεῖν, ὅτι αὐτοῖς δικάζοι. τὸ πλῆθος ἠγανάκτησαν καὶ ἀσφάλειαν αὐτῷ τοῦ σώματος ἐπεψηφίσαντο, χωρίον μὲν ἐνοικεῖν ὀχυρώτατον τὴν ἐν᾿ Ἀγβατάνοις ἄκραν, φύλακας δὲ τοῦ σώματος, οὓς αὐτὸς αἱροῖτο· χορηγίαν δὲ τροφῶν συνέ- ταξαν ἀπὸ τῶν ἱερῶν χρημάτων. ὁ δὲ ταύτην περι- βαλόμενος τὴν δορυφορίαν καὶ πλείονας ἀεὶ προσλαμ- βάνων ἀντὶ δικαστοῦ βασιλεὺς ἐγένετο.

[*](613—560)

Ἀλυάττης Κιμμερίων ἐπιστρατευσάντων ἀλλόκοτα καὶ θηριώδη σώματα ἐχόντων μετὰ τῆς ἄλλης δυνά- μεως καὶ τοὺς ἀλκιμωτάτους κύνας ἐπὶ τὴν μάχην ἐξήγαγεν, οἳ προσπλακέντες τοῖς βαρβάροις ὡς θηρίοις πολλοὺς μὲν αὐτῶν διέφθειραν, τοὺς δὲ λοιποὺς φεύ- γειν αἰσχρῶς ἐβιάσαντο.

[*](e. 9, 4)

Ἀλυάττης Κολοφωνίους πολλὴν δύναμιν ἱππικὴν ἔχοντας ἀφελέσθαι βουλόμενος τοὺς ἵππους συμμαχίαν πρὸς αὐτοὺς ἐποιήσατο καὶ τὰς ἐκ τῶν στρατειῶν [*](r, fragm. hist. Graec. I, p. 42.) [*](4 θύρας K; οὐρὰς F; φρούρας Dm || κατασχήσας F || 5 τύρσιν Cas.; τύρσην F || 7 δικάζοι τὸ M; δικάζοιτο F; δικά- ζοιτο. τὸ vulg. || 9 Ἀγβατάνοις F] Ἐκβατάνοις vulg. || 11 περι- βαλλόμενος vulg. || 14 Ἀλυάττης H ; Ἀλυάτης F constanter || 21 ἱππικὴν H; om F || 23 στρατειῶν Cas ; στρατιωτῶν F.)

314
ὠφελείας ἀεὶ μείζονας ἔνεμε τοῖς ἱππεῦσι. τέλος δὲ ὁ μὲν ἐν Σάρδεσιν ἦν λαμπρὰν ἀγορὰν αὐτοῖς παρα- σκευάζων καὶ διπλῆν τὴν μισθοφορὰν ἑτοιμάζων, οἱ δὲ ἱππεῖς ἔξω τῆς πόλεως τὸ στρατόπεδον ἔχοντες, τοῖς ἱπποκόμοις παραδόντες τοὺς ἵππους εἴσω τειχῶν παρῆλθον ἐπὶ τὴν διπλῆν μισθοφορὰν σπουδῇ θέοντες. Ἀλυάττης τὰ τείχη κλείσας, τοὺς ἰδίους ὁπλίτας περι- στήσας ἀπέκτεινε τοὺς ἱππεῖς ἅπαντας καὶ τοὺς ἵππους αὐτῶν τοῖς ἰδίοις ὁπλίταις ἔδωκεν.

[*](664)

Ψαμμήτιχος Τεμένθη τὸν Αἰγύπτου βασιλέα κατέ- λυσεν. ὁ μὲν θεὸς Ἄμμων χρωμένῳ Τεμένθει περὶ της βασιλείας ἀνεῖλε φυλάξασθαι τοὺς ἀλεκτρυόνας. Ψαμμήτιχος δὲ Πίγρητα τὸν Κᾶρα συνόντα ἔχων, παρʼ αὐτοῦ μαθὼν, ὡς πρῶτοι Κᾶρες ἐπέθεντο τοῖς κράνεσι λόφους, συνῆκε τοῦ λογίου καὶ πολλοὺς Κᾶρας ξενολο- λήσας προσήγαγεν ἐπὶ τὴν Μέμφιν καὶ περὶ τὸ τῆς Ἴσιδος ἱερὸν ἔξω τῶν βασιλείων, [ὧν] ἀπέχει στάδια πέντε, συμβαλῶν μάχην ἐνίκησεν. ἀπὸ τῶν Καρῶν ἐκείνων μέρος τι τῆς Μέμφεως κέκληται Καρομεμφῖται.

[*](570—5264.)

Ἄμασις ἐν τῷ πρὸς Ἄραβας πολέμῳ κατόπιν τῶν Αἰγυπτίων ἔθηκε τὰ τῶν θεῶν ἱδρύματα τῶν μάλιστα [*](Cap. 3. Cf. Aristagoras ap. Steph. Byz. s. v. ἑλληνικὸν et καρικόν — v. Gutschmid, Philol. 10, p. 691 sqq.) [*](Cap. 4. Cf. v. Gutschmid ibid.) [*](6 θέοντας F || 11 Ψαμμίτιχος F || 14 Πίγρητα K; Πήγριτα F. Πήγρητα MD || 16 λόγου vulg. || 17 προσήγαγεν Hertlein: cf. ad 3, 9, 43; εἰσήγαγεν F || 18 ἔξω Bursian, quod probat Gut- schmid; εἴσω F || [ὧν] 20 κέκλιται F.)

315
τιμωμένων παρʼ αὐτοῖς, ἵνʼ οὕτω προθυμότερον κιν- δυνεύοιεν, νομίζοντες ἔχειν θεατὰς τοὺς θεοὺς, ἐκδό- τους δοῦναι τοῖς πολεμίοις οὐχ ὑπομένοντες.

Μίδας προσποιησάμενος τελετὴν ποιεῖν τοῖς με- γάλοις θεοῖς νυκτὸς ἐξήγαγε τοὺς Φρύγας μετʼ αὐλῶν καὶ τυμπάνων καὶ κυμβάλων κρυπτὰ ἔχοντας ἐγχειρίδια. οἱ μὲν πολῖται τῶν οἰκιῶν ἐξῆλθον ἐπὶ τὴν θέαν, οἱ δὲ τυμπανίζοντες καὶ κυμβαλίζοντες τοὺς μὲν θεατὰς κατεφόνευσαν, τὰς δὲ οἰκίας αὐτῶν ἀνεῳγμένας κατα- λαβόντες Μίδαν τύραννον ἀνηγόρευσαν.

[*](e.14, 21)

Κῦρος Μήδοις παραταξάμενος τρὶς ἡττήθη. ἐπεὶ [*](558) δὲ τῶν Περσῶν αἱ γυναῖκες καὶ τὰ τέκνα ἦσαν ἐν Πασαργάδαις, τὴν τετάρτην μάχην ἐνταῦθα συνῆψε. πάλιν ἔφυγον οἱ Πέρσαι. ὡς δὲ εἶδον τὰ τέκνα καὶ τὰς γυναῖκας, παθόντες ἐπʼ αὐτοῖς ἀνέστρεψαν καὶ τοὺς Μήδους ἀτάκτως διώκοντας τρεψάμενοι νίκην τηλικαύτην ἐνίκησαν, ὡς μηκέτι Κῦρον προς αὐτοὺς ἄλλης δεηθῆναι μάχης.

Κῦρος ἐν ταῖς πρὸς Κροῖσον ἀνοχαῖς ἀπήγαγε τὴν [*](546) δύναμιν. ὡς δὲ νὺξ ἐπῆλθε, συντόνως ἀναστρέψας sec. Euseb. ἐπὶ τὰς Σάρδεις ἤγαγε καὶ προσπεσὼν τοῖς τείχεσιν ἀφυλάκτοις προσθέμενος κλίμακας κατέσχε τὰς Σάρδεις.

[*](Cap. 6. De fontibus cf. J. p. 453—456.)[*](Cap 6. § 1. Cf. Polyaen. 7, 45, 2 et locos ibi laudatos. 10 τὰς δὲ F] καὶ τὰς M || 16 ἔφευγον K ex V in fugam vertebantur || 19 Κῦρον] κύριον F || 22 συντόνως K; συντόμως F || 24 ἀφυλάκτοις K; ἀφυλάκτως F.)
316
[*](546)

Κῦρος ἐκράτησε Σάρδεων· Κροῖσος κατέσχε τὴν ἀκρόπολιν ἀναμένων τὴν ἐκ τῆς Ἑλλάδος βοήθειαν. Κῦρος τοὺς οἰκείους τῶν μετὰ Κροίσου τὴν ἀκρόπολιν κατεχόντων δήσας ἔδειξε τοῖς πολιορκουμένοις τῷ κή- ρυκι προστάξας ἀνειπεῖν, ὡς παραδοῦσι μὲν τὴν ἀκρό- πολιν ἀποδώσοι τὰ οἰκεῖα σώματα, μὴ βουλομένων δὲ παραδοῦναι κρεμάσειε πάντας. οἱ δὲ τὴν ἀκρόπολιν ἐπὶ σωτηρίᾳ τῶν οἰκείων παρέδωκαν οὐκ ἀναμείναντες Κροίσου τὰς κενὰς τῶν Ἑλλήνων ἐλπίδας.

[*](538)

Κῦρος μετὰ τὴν ἅλωσιν Κροίσου Λυδῶν πάλιν ἀποστάντων αὐτὸς ἐλαύνων ἐπὶ Βαβυλῶνος Μαζάρην τὸν Μῆδον κατέπεμψε προστάξας, ὅταν κατάσχῃ τὴν χώραν, ἀφελέσθαι τὰ ὅπλα καὶ τοὺς ἵππους, καὶ στολὴν γυναικείαν αὐτοὺς ἀναγκάσαι φορεῖν, καὶ μήτε τοξεύειν μήτε ἱππεύειν ἔτι μανθάνειν, ὑφαίνειν δὲ καὶ ψάλλειν ἅπαντας τοῖς ἐπιτηδεύμασι τούτοις, ὡς ἔοικε, τὰς ψυχὰς αὐτῶν ἐκθηλῦναι προαιρούμενος. ἀμέλει βαρβάρων ἀπολεμώτατοι γεγόνασιν Λυδοὶ πρόσθεν ὄντες πολε- μικώτατοι.

[*](538)

Κῦρος Βαβυλῶνα πολιορκῶν, ἐπειδὴ συνετέλεσε τὰς διώρυχας τοῦ Εὐφράτου διὰ τῆς πόλεως ῥέοντος, [*](Cap. 6. § 3. Cf. Duncker, Gesch. d. Altert. IV, p. 298.) [*](Cap. 6. § 4. Cf. Herod. 1, 155 sq.; Iust. 1, 7, 11; Plut. apophth. reg. et imp. Xerxes 2.) [*](Cap. 6. § 5. Cf. Herod. 1, 191; Xenoph. inst. Cyri 7, 5 Front. strat. 3, 7, 3. — Duncker, Gesch. d. Altert. IV, p. 344 sqq. 1 κατεῖχε K || 4 κατεχόντων F || κατασχόντων D; om. M || 6 ἀποδώσει Hertlein || 7 κρεμάσειε F; κρεμάσει Hertlein; κρε- μάσοι K || 8 ἐπὶ τῇ σωτηρίᾳ D vulg.: cf. 6, 12. 6, 50. 8, 8 || ἀνα- μένοντες M || 11 Μαζάρην τὸν Μῆδον vulg.; Μαράζην τὸν Μίδον F || 12 κατέπεμψε K; κατέπεμπε F || 18 οἱ Λυδοὶ vulg. || 21 [τοῦ] διὰ Hertlein.)

317
ἀνήγαγε τὸ στρατόπεδον μακροτάτῳ· Βαβυλώνιοι νομί- σαντες αὐτὸν ἀπεγνωκέναι τῆς πολιορκίας τὸ σφοδρὸν τῶν φυλακῶν ἀνῆκαν. ὁ δὲ τὸν ποταμὸν ἀποστρέψας, τὴν δύναμιν ἐπαγαγὼν συντόμως κατὰ τὴν χώραν τοῦ ἀρχαίου ῥεύματος ὑπεισήγαγε τοὺς στρατιώτας καὶ τῆς Βαβυλῶνος ἐκράτησεν.

Κῦρος Κροίσῳ παρετάσσετο. Λυδοῖς ἦσαν ἱππεῖς [*](546) πολλοὶ καὶ μέγα ἐπὶ τούτοις ἐφρόνει Κροῖσος. Κροίσου ἀχρεῖον τὸ ἱππικὸν ἀπέφηνε Κῦρος προτάξας τῶν ἰδίων ὁπλιτῶν καμήλους πολλάς· ἵππος δὲ καμήλου φεύγει καὶ τὴν ὄψιν καὶ τὴν ὀδμήν. αὐτίκα δὴ φεύ- γοντες οἱ ἵπποι τοὺς Λυδοὺς ὑπεξέφερον, ὥστε ἦν Κύρῳ νίκη καὶ πρό γε τῆς μάχης.

Κῦρος Πέρσας ἀποστῆναι Μήδων ἔπεισεν ὧδε. [*](558) δείξας χωρίον αὐτοῖς ἀργὸν καὶ ἀκανθῶδες ἐκέλευσεν ἡμερῶσαι· οἱ δὲ σῦν πολλῷ πόνῳ ἡμέρωσαν. τῆς ὑστεραίας ἐκέλευσε λουσαμένους ἥκειν. ἐπεὶ δὲ ἧκον, προέθηκεν αὐτοῖς εὐωχίαν ἄφθονον καὶ μετὰ τὴν εὐωχίαν ἤρετο, ποτέρα κρείσσων ἡμέρα. οἱ δὲ ὡμο- λόγησαν τῆς χθὲς τὴν σήμερον τόσῳ κρείττονα, ὅσῳ κακοδαιμονίας εὐδαιμονίαν. οὐκοῦνʼ, ὁ Κῦρος ἔφη, ῾τὰ τῆς εὐδαιμονίας ἀγαθὰ ἕξετε, ἢν τῆς Μήδων δου- λείας ἀποστῆτε.᾿ Πέρσαι μὴ μελλήσαντες ἀφίστανται [*](Cap. 6. § 6. Ex Herod. 1, 80; cf. Front. strat. 2, 4, 12.) [*](Cap 6. 7. Cf. Herod. 1, 126; Iust. 1, 6, 4; Front. strat. 1, 11, 19.) [*](3 φυλακῶν K; φυλάκων F || 7 παρετάσσετο F] ἀντιπαρε- τάσσετο Cas. οἱ ἱππεῖς vulg. || 8 Κροῖσος. Κροίσου W ; Κροῖσον F; Κροίσου MV;  Κροῖσος. Κροίσῳ Cas. K || 10 ἰδίων Sittl; ἱππέων καὶ Hertlein: cf. Herod. 1, 80; ἱππικῶν F || 22 εἰ τῆς D; τῆς inclusit K || 23 μελήσαντες F.)

318
καὶ βασιλέα Κῦρον στησάμενοι αὐτούς τε Μήδους κατέλυσαν καὶ τῆς ἄλλης Ἀσίας ἦρξαν.

[*](538)

Κῦρος Βαβυλῶνα ἐπολιόρκει· Βαβυλώνιοι πολλῶν ἐτῶν σιτία ἔχοντες κατεγέλων τῆς πολιορκίας. Κῦρος διὰ μέσης τὸν Εὐφράτην ῥέοντα διώρυχα τεμὼν [εἰς] τὸ πλησίον ἕλος ὑπεξήγαγε. Βαβυλώνιοι πιεῖν ὕδωρ οὐκ ἔχοντες αὐτίκα σφᾶς αὐτοὺς Κύρῳ παρέδωκαν.

[*](558)

Κῦρος ἡττώμενος Μήδων κατέφυγεν ἐς Πασαρ- [*](e. 12,10) γάδας. πολλῶν Περσῶν αὐτομολούντων ἔφη πρὸς αὐτοὺς αὔριον ἀφίξονται ἡμῖν σύμμαχοι δέκα μυριάδες ἀνδρῶν πολεμίων Μήδοις· ἀλλὰ ἐς τὴν ὑποδοχὴν τῶν συμμάχων ἕκαστος ὑμῶν κομισάτω φάκελλον ξύλων.᾿ οἱ μὲν ἐκόμισαν, οἱ δὲ αὐτόμολοι ταῦτα Μήδοις ἀνήγ- γειλαν. ἐπεὶ δὲ νὺξ ἦν, κελεύει Κῦρος ἕκαστον ὑφάψαι τὸν ἑαυτοῦ φάκελλον. Μῆδοι πολλὴν φλόγα λάμπουσαν ἰδόντες πιστεύσαντες ἥκειν τοὺς συμμάχους ἔφυγον.

[*](546)

Κῦρος πολιορκῶν Σάρδεις ξύλα πολλὰ μακρὰ [*](e 54, 21) ἰσομήκη τοῖς τείχεσιν ἐπιστήσας αὐτοῖς εἴδωλα πώγω- νας ἔχοντα καὶ Περσικὴν ἐσθῆτα καὶ φαρέτρας κατὰ νώτου καὶ τόξα μετὰ χεῖρας νύκτωρ προσήγαγεν ὑπερ- έχοντα (πυρὶ) τῶν τειχῶν τῆς ἄκρας. ὁ δὲ κατὰ τὰ [*](Cap. 6. § 8. Cf. Herod. 1, 190 sq.) [*](Cap 6. § 10. Ex Ctesia pg. 46. 60 ed. Müller; cf. Front. strat. 3, 8, 3. — Schubert, Gesch. d. Könige v. Lydien, 1884, p. 100 sqq.) [*](2 Ἀσίας ἄλλης vulg.; cf. 1, 1, 1 || 5 [εἰς] add. vulg. || 6 ὑπεξ- ήγαγε F] ἐξήγαγε M vulg ; ἐσαγαγὼν Herod. 7 τῷ Κύρῳ vulg. || 9 πολλῶν δὲ H || 10 ὑμῖν H || 11 πρὸς τὴν H || 12 φάκελλον (sic quoque v. 15) FH; φάκελον vulg. ξύλων FH; ξύλου P || 14 ἐπεὶ δὲ H; ἐπειδὴ F: cf. 7, 8, 2 16 ἔφυγον HV; ἔφευγον F || 17 μακρὰ om. vulg. ; cf. Ctes.. ἐπὶ τοῖς μακροῖς ξύλοις || 18 αὐτοῖς V impositisque in ea simulacris; αὐτὸς F || 19 φαρέτραν D || 20 ὑπερέχοντα vulg. ; ὑπερέχοντας F || 21 κυρὶ F ; περὶ MD; del. Hertlein.)

319
ἕτερα μέρη τῆς πόλεως προσέβαλεν ἀρχομένης ἡμέρας. ἡ δὲ στρατιὰ τοῦ Κροίσου ἀπομαχομένη τὰς τοῦ Κύρου προσβολὰς, ἐπειδή τινες αὐτῶν ἐπιστραφέντες εἶδον ἀπὸ μακροῦ τὰ εἴδωλα ὑπὲρ τὴν ἄκραν, ἀνεβόησαν· πάντας δὲ εἷλε φόβος ὡς ἤδη τῆς ἄκρας ὑπὸ Περσῶν κατειλημμένης. τὰς πύλας ἀνοίξαντες ἄλλος ἄλλῃ ἔφευ- γον· Κῦρος δὲ Σάρδεις κατὰ κράτος εἷλεν.

Ἅρπαγος ἐπιστολὴν Κύρῳ κρύφα πέμπων ἀνέσχισε [*](c. 558) λαγὼν καὶ τὰ γράμματα ἔνδον κατακρύψας πάλιν αὖθις συνέρραψε καὶ τῷ κομίζοντι λίνα θηρατικὰ περιέθηκεν, ἵνα λάθῃ τοὺς φύλακας τῶν ὁδῶν.

[*](e. 12, 11)

Κροῖσος, τῶν Ἑλλήνων συμμάχων βραδυνόντων, [*](546) τοὺς ἰσχυροτάτους καὶ μεγίστους τῶν Λυδῶν Ἑλληνι- κοῖς ὅπλοις κατεσκεύασεν· οἱ δὲ τοῦ Κύρου στρατιῶται τὸ ἄηθες τῆς Ἑλληνικῆς ὁπλίσεως κατεπλάγησαν. ἀλλὰ μὴν καὶ τῶν δοράτων κρουομένων πρὸς τὰς ἀσπίδας ὁ ψόφος τοὺς Πέρσας ἐτάραττεν· ἥ γε μὴν αὐγὴ τῶν ἐπιχάλκων ἀσπίδων τὰς ὄψεις τῶν Περσικῶν ἵππων ἀπέστρεφεν. ὥστε Κῦρος ἡττηθεὶς τριῶν μηνῶν σπον- δὰς πρὸς Κροῖσον ἐποιήσατο.

[*](Cap. 7. Cf. Herod. 1, 123; Iust. 1, 5, 10.)[*](Cap. 8 Cf. Schu bert, Gesch. d Κönige v. Lydien, 1884. p.100.)[*](1 ἕτερα M; ἄκρα F προσέβαλεν vulg. προσέβαλλεν F 2 τὰς … προσβολὰς Markland ad Max. Tyr. 1, 3, quod probat Hertlein coll. 8, 23, 10; ταῖς προσβολαῖς F 4 ἀκρὰν, ἀνε- βόησαν Κ ; ἀκρὰνεβοησαν F; cf 2, 1, 22 3, 9, 39. 3, 11, 15 etc. 6 ἔφευγον F; ἔφυγον D vulg ; εἰς φυγὴν ἐτράποντο Ctes 9 πέμψων Seybold 21 ἀπέστρεφεν F] ατήστραψεν Hertlein coll. Plut Timol. 28, sed cf. 4, 7, 9.)
320
[*](546)

Χροῖσος ἡττηθεὶς περὶ Καππαδοκίαν ὑπὸ Κύρου, βουλόμενος ἀποδρᾶναι προσέταξε τοῖς στρατιώταις ξύλα πολλὰ κομίζειν. ταῦτα νήσας ἐπὶ τῆς ὁδοῦ στενῆς οὔσης, ἐπεὶ νὺξ ἦν, αὐτὸς μὲν τὴν δύναμιν ὑπεξῆγε σπουδῇ πολλῆ, ἱππεῖς δὲ τοὺς ἐλαφροτάτους κατέλιπεν ὑπαυγαζούσης ἕω τὴν ὕλην καταπρήσοντας. Κροῖσος μὲν δὴ τῇ φυγῇ προέλαβε, Κῦρος δὲ ὑπὸ τῆς φλογὸς διωώκειν ἐκωλύετο.

[*](525)

Καμβύσης Πηλούσιον ἐπολιόρκει. Αἰγύπτιοι καρ- τερῶς ἀνθίσταντο ἀποκλείοντες τῆς Αἰγύπτου τὰς ἐσβο- λὰς καὶ πολλὰ προσάγοντες μηχανήματα ἠφίεσαν κατα- πέλτας ὀξυβελεῖς, πέτρους καὶ πῦρ. Καμβύσης ὅσα σέβουσιν Αἰγύπτιοι ζῷα, κύνας, πρόβατα, αἰλούρους, ἴβεις, πρὸ τῆς ἑαυτοῦ στρατιᾶς ἔταξεν. Αἰγύπτιοι δὲ βάλλοντες ἐπαύσαντο φόβῳ τοῦ πλῆξαί τι τῶν ἱερῶν ζῴων. οὕτω Καμβύσης Πηλούσιον ἑλῶν εἴσω τῆς Αἰγύπτου παρῆλθεν.

[*](512)

Οἱ περὶ Δαρεῖον ἑπτὰ σατράπαι τοὺς μάγους ἄρχοντας Περσῶν καταλύσαντες ἐβουλεύοντο τῆς ἀρχῆς πέρι. ἔδοξεν ἵπποις ἐποχουμένους ἄστεος ἔξω προελθεῖν· [*](Cap. 10. Cf. Herod. 3, 85 sq.; Iust. 1, 10, 3—10.) [*](4 ὑπεξῆγε F] ἐπεξῆγε D || 5 κατέλιπεν F] κατέλιπον vulg. 8 διώκειν om. vulg. || 10 καρτερῶς F] κρατερῶς D vulg.; cf. 2, 1, 19 et ad 1, 38, 2 || 11 ἐσβολὰς F] ἐμβολὰς MD || 12 καὶ πρὸς τοὺς προσάγοντας Κ || ἠφίεσαν W coll. 2, 25. 4, 6, 3. 6, 3; ἐφίεσαν F; ἀφίεσαν Cas. || 15 εἴβις F || 16 βάλλοντες vulg ; βαλόντες F || 22 ἵπποις M; ἵππους F || τοῦ] ἄστεος K.)

321
‘ὅτου δʼ ἂν πρῶτος ἵππος χρεμετίσῃ, καὶ δὴ βασιλεὺς ἔστω οὗτος.’ Οἰβάρης, ἱπποκόμος Δαρείου, μαθὼν τὰ βεβουλευμένα ἤγαγεν αὐτοῦ τὸν ἵππον πρὸ μιᾶς ἡμέρας εἰς τὸ προσυγκείμενον χωρίον καὶ παραστησάμενος θήλειαν ἵππον ἐπαφῆκε τὸν ἄρρενα. τοῦτο πράξας ἐπανήγαγε τὸν ἵππον. τῆς ὑστεραίας ὁ Δαρεῖος ἐπ- οχούμενος ἧκε μετὰ τῶν ἄλλων σατραπῶν· ὁ δὲ ἵππος αὐτοῦ γνωρίσας τὸν τόπον τῆς συνουσίας ἐρωτικόν τι παθὼν πρῶτος ἐχρεμέτισεν. οἱ σατράπαι καταπη- δήσαντες Δαρεῖον προσεκύνησαν καὶ βασιλέα Περσῶν ἐστήσαντο.

Δαρεῖος παρετάσσετο Σκύθαις. λαγῶς διήιξε παρὰ [*](513) τὴν Σκυθικὴν φάλαγγα. Σκύθαι μὲν ἐδίωκον τὸν λαγωόν. αρεῖος δὲ ἄξιονʼ ἔφη Σκύθας φεύγειν, οἳ τοσοῦτον ἡμῶν καταφρονοῦσιν, ὥστε Πέρσας κατα- λιπόντες τὸν λαγωὸν διώκουσι᾿. καὶ δὴ τὸ ἀνακλητι- κὸν σημήνας περὶ ἀναχωρήσεως ἐβουλεύσατο.

[*](e 20. 4)

Δαρεῖος μέλλων τοῖς μάγοις νύκτωρ ἐπιτίθεσθαι [*](521) μετὰ τῶν ἑπτὰ Περσῶν, ἴνα ἐν σκότῳ δύναιντο γι- γνώσκειν ἀλλήλους, συνεβούλευσε τὸ τιαρόδεσμον, ὃ τῆς κεφαλῆς ὄπισθεν ἀποσφίγγει τὴν τιάραν, αὐτοὺς [*](Cap. 11 De fontibus cf J. p. 458—460.) [*](Cap 11. § 1. Ex Herodoto 4, 134.) [*](1 ὅτου δʼ ἂν F] ὅτου ἄν Hercher, Hermes 9, p. 112 || [ὁ] ἵππος coll Herod ὅτευ ἄν ὁ ἵππος 4 προσυγκείμενον K ; προκείμενον F || 9 οἱ δὲ M || 13 διήιξε W ex Herod.; διήλαξε F, διήλασε Heringe 129 || 18 σημήνας F] σημάνας M 21 το H; om. F || 22 ὄπισθεν vulg.; ὄπιθεν F.)

322
ἐς μέτωπον περιαγαγεῖν, ἴνα σημεῖον ᾖ [τὸ] ἄμμα τῆς τιάρας (χουμίτρας) ἁπτομένοις τοῦ μετώπου.

Δαρεῖος πρῶτος φόρους ἔταξε τοῖς ἔθνεσιν· ὅπως δὲ μὴ χαλεπήνειαν, οὐκ αὐτὸς ἔταξεν, ἀλλὰ τοῖς σα- τράπαις τάξαι προσέταξε. τῶν δὲ ὁρισάντων μεγάλους φόρους αὐτὸς προέγραψε τοὺς ἡμίσεις χαρίζεσθαι τοῖς ὑπηκόοις. οἱ δὲ ἄσμενοι τοὺς ἡμίσεις τελεῖν ὑπέστη- σαν ὡς ἤδη μεγάλην εὐεργεσίαν παρὰ τοῦ βασιλέως λαβόντες.

[*](513?)

Δαρεῖος ἐπὶ Σκύθας ἐλάσας οὔτε Σκύθας ἑλεῖν οἷός τε ἦν οὔτε σιτίων ηὐπόρει. περὶ δρασμοῦ σκέψις ἦν. ὅπως οὖν λάθοι τοὺς Σκύθας, τὸ στρατόπεδον ὡς εἶχεν ἐᾷ κατὰ χώραν μένειν — ἦσαν ἐν αὐτῷ τραυματίαι πολλοὶ, ὄνοι, ἡμίονοι, κύνες —, ἀλλὰ καὶ πυρὰ πολλὰ διὰ νυκτὸς ἐκέλευσεν ἀνακαῦσαι. ταῦτα δὴ ὁρῶντες οἱ Σκύθαι, ἀκούοντες τοῦ ταράχου τῶν ζῴων καὶ τὰς σκηνὰς ἀκεραίους ὁρῶντες ᾤοντο παρεῖναι τοὺς Πέρσας. οἱ δὲ ἄρα ἦσαν πρὸ πολλοῦ πεφευγότες. Σκύθαι δὲ ὀψὲ τὴν ἀπόδρασιν μαθόντες ἐπεχείρουν διώκειν , οὓς καταλαβεῖν αὐτοῖς δυνατὸν ἦν οὐκέτι.

Δαρεῖος Καλχηδόνα ἐπολιόρκει. Καλχηδόνιοι τει- [*](e. 54, 22) χῶν ὀχυρότητι καὶ παρασκευῇ τροφῶν θαρροῦντες ἥκιστα τῆς πολιορκίας ἐφρόντιζον. Δαρεῖος τὴν μὲν [*](Cap. 11. § 3. Cf. Plut. apophth. reg. et imp. Dar. 2.) [*](Cap 11. § 4. Cf. Herod. 3, 135; Front. strat. 1, 5. 25.) [*](Cap. 11 § 5. Cf. Ctes. apud Photium, § 16 sq — J. p. 460.) [*](1 ᾖ vulg.; ἦν F || [τὸ] Κ || ἅμμα F] ἅμα M vug. || 2 (χουμί- τρας) del. Roth ut glossam, quam ἤγουν μίτρας fuisse censuit Hertlein || 6 προέγραψε W ut 7, 11, 7; προσέγραψε F || χαρίζεσθαι R; χαριζόμενος F; χαριζόμεθα Κ || 11 ηὐπόρει scripsi, cf. ad 4, 2, 20; εὐπόρει Κ; εὐπορία F || 21 Καλχηδόνα, Καλχηδόνιοι F] Καρχηδόνιοι M; Χαλκηδόνιοι D vulg. Ctesias: cf. Eckhel. doctr. num. 2, p. 411 sq.)

323
στρατιὰν οὐ προσῆγε τοῖς τείχεσιν, ἀλλʼ οὐδὲ τὴν χώ- ραν ἔβλαπτε, προσποιούμενος δὲ ἀναμένειν συμμαχίαν μείζονα τὴν ἡσυχίαν ἦγε. τῶν δὲ Καλχηδονίων τειχο- φυλακούντων ἀπὸ τοῦ καλουμένου Ἀφασίου λόφου, πεντεκαίδεκα στάδια τῆς πόλεως ἀπέχοντος, ἤρξαντο μεταλλεύειν ὑπόνομον οἱ Πέρσαι. ἐπεὶ δὲ κατὰ τὴν ἀγορὰν ὀρύσσοντες ἐγένοντο τεκμαιράμενοι ῥίζαις τῶν ἐλαιῶν, αἳ περὶ τὴν ἀγορὰν ἐπεφύκεσαν, νύκτα ἀνα- μείναντες, τὸν ὑπόνομον ἀναστομώσαντες ἀνέβησαν ἐς τὴν ἀγορὰν καὶ τὴν πόλιν ἄνευ μάχης κατὰ κράτος εἷλον Καλχηδονίων τὰ τείχη φυλαττόντων.

[*](e. 28, 5)

Δαρεῖος ἐπολέμει Σάκαις τριχῆ διῃρημένοις. μιᾶς ἐκράτησε μοίρας· τῶν δὲ Σακῶν μυρίων ζώντων ἁλόν- των τὰς ἐσθῆτας καὶ τὸν κόσμον καὶ τὰ ὅπλα περιέθηκε τοῖς Πέρσαις καὶ προσῆγεν αὐτοὺς τῇ δευτέρᾳ μοίρᾳ τῶν Σακῶν νόμῳ φιλίας ἠρέμα βαδίζοντας. οἱ δὲ Σάκαι τῷ σχήματι τῶν ἐσθήτων καὶ τῶν ὅπλων ἐξα- πατῶώμενοι φιλοφρόνως προσελθόντες ὡς οἰκείους ἠσπά- ζοντο. Πέρσαι δὲ, ἦν γὰρ αὐτοῖς παράγγελμα, πάντας ἐφόνευσαν καὶ μεταβάντες ἐπὶ τὴν τρίτην μοῖραν Σακῶν ἀμαχεὶ τούτων ἐκράτησαν· οὐδὲ γὰρ ἀντέστησαν τῶν δύο μοιρῶν προηττημένων.

Δαρεῖος Αἰγυπτίων οὐ φερόντων Ἀρυάνδου τοῦ σατράπου τὴν ὠμότητα καὶ διὰ τοῦτο ἀποστάντων [*](3 Καρχηδονίων F (et sic v. 11) || 4 τῶν ἀπὸ F || 7 τεκ- μαιράμενοι F] τεκμαιρόμενοι W || 12 Σάκαις vulg.; Σάκκοις (et sic semper) 13 Σάκκων F || μυρίων (i. e. ι) ζώντων ἁλόν- των W ; ί ζόντων ἁλόντων F; ἱξώντων ἁλόντων M; ἱζόντων D; ἁλόντων Κ; πεσόντων H: cf. 8, 10, 1 extr. || 14 καὶ τὸν κόσμον cum HM om. W coll. infra v. 17 et 7, 28, 2 || 21 ἀμαχὶ vulg. 22 μοιρῶν vulg.; μερῶν F 23 Ἀρυάνδου Heringa ex Herodoto, et sic 7, 34. 8, 47; Ὀρυάνδρου F, quod probat Gutschmid Philol. 9, p. 145.)

324
αὐτὸς διὰ τῆς ἐρήμης Ἀραβίας ὁδεύσας ἧκεν εἰς Μέμ- φιν. ἔτυχον δὲ Ἀἰγύπτιοι τὸν Ἆπιν ἀφανῆ γεγονότα κατʼ ἐκείνας τὰς ἡμέρας πενθοῦντες. Δαρεῖος προέ- γραψε τῷ ἀγαγόντι τὸν Ἆπιν δώσειν ἑκατὸν τάλαντα χρυσίου, οἱ δὲ τὴν εὐσέβειαν αὐτοῦ θαυμάσαντες οὐκέτι μετὰ τῶν ἀποστάντων ἐτράποντο, ἀλλὰ σφᾶς αὐτοὺς Δαρείῳ παρέδωκαν.

Δαρεῖος ἐπὶ Σάκας ἐστράτευσεν. οἱ βασιλεῖς τῶν Σακῶν, Σακεσφάρης, Αμόργης, Θάμυρις ἐβουλεύοντο ἐν ἐρήμῳ χωοίῳ περὶ τῶν παρόντων. ἱπποφορβὸς ἀνὴρ, Σιράκης, προσῆλθεν αὐτοῖς ἐπαγγελλόμενος δια- φθείρειν τὸ Περσῶν στράτευμα, ἐὰν τοῖς παισὶν αὐτοῦ καὶ τοῖς ἐγγόνοις δώσειν οἴκους καὶ χρήματα ὀμόσωσιν. οἱ μὲν ὤμοσαν, ὁ δὲ σπασάμενος τὴν παραξιφίδα ἀφεῖλεν αὑτοῦ ῥῖνα καὶ ὦτα καὶ το ἄλλο σῶμα δεινῶς ἐλωβήσατο· καὶ αὐτομολήσας πρὸς Δαρεῖον ταῦτα ἔφη παθεῖν ὑπὸ τῶν ἐν Σάκαις βασιλέων. Δαρεῖος ἐπί- στευσε τῷ μεγέθει τῆς συμφορᾶς, ὁ δὲ Σιράκης ἐπι- καλούμενος πῦρ ἀθάνατον καὶ ἱερὸν ὕδωρ τιμωρίαν παρὰ Περσῶνʼ ἔφη λαβεῖν ἐσπούδακα. ὁ δὲ τρόπος· Σάκαι τῆς ἐπιούσης νυκτὸς ἀπαίρειν μέλλουσιν· εἰ δὲ ἡμεῖς διὰ συντομωτέρας ὁδοῦ προλάβοιμεν τὴν χώραν, [*](1 ἐρήμης F] ἐρήμου M: cf ad 2, 1, 11 || 2 εὔτυχον F || 3 προέγραψε vulg.; προσέγραψε F 5 θαυμάσαντες F] μαθόντες M || 8 Σιράκης F; Σειράκης M || 10 Ἀμόργης Hemsterhuis. ad Lucian. (ed. Bipont 3, p. 393 coll. Ctes. fr. 3 et Theon pro- gymn. 9, 10; Ὁμάργης F; Ὁμάρτης rex laudatur a Charete Mi- tylenaeo ap. Athen. 13, 575b || 12 ἐπαγγελόμενος F || διαφθερεῖν 15 παραξιφίδα vulg.; παραξιφίδαν F || 16 αὐτοῦ F || 17 ἔφη M, ἔδει F || 23 προλάβωμεν vulg.)

325
ἐφʼ ἣν ἐκεῖνοι στέλλονται, ὥσπερ ἐν πάγῃ πάντας αἱρήσομεν. ἐγὼ δὲ ἱπποφορβὸς ὢν καὶ τὴν ἐπιστήμην τῆς χώρας ἁπάσης ἔχων ἡγήσομαι· σιτία δὲ καὶ ποτὰ ἑπτὰ ἡμερῶν ἐπαγώμεθα.ʼ ὁ μὲν ἡγήσατο τῆς ὁδοῦ, προάγων δὲ τῶν στρατιωτῶν ἡμέρας ἑπτὰ καὶ κατα- στήσας ἐς μέσην τὴν ἄνυδρον, ἐπιλιπόντος τοῦ ὕδατος καὶ τῶν σιτίων, τοῦ χιλιάρχου Ῥανοσβάτου τί σοι ἔδοξενʼ εἰπόντος ἐξαπατῆσαι τηλικοῦτον βασιλέα καὶ τοσοῦτο πλῆθος Περσῶν καὶ ἀγαγεῖν ἐς χώραν ἄνυ- δρον, ἐν ᾗ μήτε ὄρνεον ὁρῶμεν μήτε θηρίον καὶ οὔτε προϊέναι δυνατὸν οὔτε ἀναχωρεῖν;᾿  ὁ δὲ συγκροτήσας τὼ χεῖρε καὶ μεγάλα ἀναγελάσας ἐγωʼ ἔφη ‘νενίκηκα· βουλόμενος γὰρ σῶσαι Σάκας τοὺς ἐμοὺς πολίτας δίψει καὶ λιμῷ Πέρσας ἀπολώλεκα.᾿ ὁ μὲν χιλίαρχος τοῦ Σιράκου παραχρῆμα τὴν κεφαλὴν ἀπέκοψε, Δαρεῖος δʼ ἀναβὰς ἐπὶ λόφον ὑψηλὸν, τὸν κάνδυν καὶ τὴν τιάραν τῷ σκήπτρῳ περιθεὶς καὶ τὸ διάδημα τὸ βασιλι- κὸν περιδήσας κατέπηξεν ἐπὶ γῆς· καὶ — ἦν γὰρ ἐπιτολὴ τοῦ ἡλίου — ηὔξατο τῷ Ἀπόλλωνι, εἰ χρεὼν σωθῆναι Πέρσας, ὕδωρ ἐξ οὐρανοῦ παρασχεῖν. ὁ θεὸς ἐπήκουσε· καὶ ὄμβρος κατερράγη πολύς. τοῦτον ὑποδεξάμενοι δέρμασι καὶ ἀγγείοις οἱ Πέρσαι διεσαώθησαν ἐπὶ Βάκ- τρον ποταμὸν τῷ θεῷ χάριν ὑπὲρ σωτηρίας εἰδότες· ὅσον δὲ ἐπὶ τῇ ἀπάτῃ τοῦ ἱπποφορβοῦ πάντες [ἂν] διε- φθάρησαν. τοῦτον τὸν ἱπποφορβὸν ὕστερον καὶ Ζώπυ- ρος μιμησάμενος καὶ ἀκρωτηριάσας τὸ πρόσωπον Βα- βυλωνίους ἐξαπατήσας ἐχειρώσατο.

[*](1 πάγει F || 4 ἐπαγώμεθα vulg ; ἐπαγόμεθα F || 9 τοσοῦτο F] τοσοῦτον vulg. || 18 ἐπιτολὴ … τοῦ ἡλίου F; ἐπιτολὴ τοῦ ἡλίου; ἐπὶ πολὺ D 24 [ἂν] inserui: cf. 4, 6, 11 extr 25 τοῦτον τὸυ M; τὸν om F.)
326
[*](518)

Δαρεῖος πολιορκῶν Βαβυλῶνα χρόνῳ μακρῷ τὴν [*](e. 41, 5) πόλιν ἑλεῖν οὐχ οἷός τε ἦν. Ζώπυρος Δαρείου σατρά- πης ἀκρωτηριάσας τὸ πρόσωπον ἧκεν αὐτόμολος ὡς ταῦτα δὴ ὑπὸ Δαρείου παθών. Βαβυλώνιοι πιστεύουσι τῇ ὄψει τῆς συμφορᾶς καὶ τῷ Ζωπύρῳ τὴν πόλιν ἐπιτρέπουσιν. ὁ δὲ νύκτωρ ἀνοίγει τὰς πύλας. καὶ Δαρεῖος κρατήσας Βαβυλῶνος ἐκεῖνο δὴ τὸ λαμπρὸν ἐφθέγξατο· ἀλλʼ οὐδὲ εἴκοσι Βαβυλῶνας ἑλεῖν ἐβουλό- μην ἂν, ἐφʼ ᾧτε ὁρᾶν τοιαῦτα παθόντα Ζώπυρον.᾿

[*](335)

Βασιλεὺς Ἀρταξέρξης Ὀρόντῃ προσέταξε ‘Τηρίβαζον [*](e. 51, 1) Κύπρου σατράπην ἄγε μοι δεδεμένονʼ. Ὀρόντης, ἐδε- δοίκει γὰρ Τηρίβαζον, λόχῳ τὸν ἄνδρα εἷλεν. ὁ δὲ λόχος· ἦν οἶκος, ἐν ᾧ βόθρος βαθύς. ἄνω τοῦ βόθρου κλίνην ἔθηκεν οὐκ ἐντεταμένην, ἀλλὰ στρώμασι ποικί- λοις κεκοσμημένην. καλεῖ Τηρίβαζον ὡς διαλεξόμενος περὶ ἀπορρήτων. Τηρίβαζος εἰσέρχεται καὶ καθιζάνει καὶ διὰ τῆς κλίνης εἰς τὸν βόθρον καταφέρεται καὶ συλληφθεὶς ἀναπέμπεται βασιλεῖ δεδεμένος.

[*](Cap. 13. Cf Herod. 3, 153 sq.; lust. 1, 10, 15; Front. strat. 3, 3, 4; Plut. apophth. reg. et imp. Dar. 4.)[*](Cap 14. De fontibus cf J. p. 460—462.)[*](Cap. 14. 1. Cf Diod. 15, 8, 3.)[*](4 ἀκροτηριάσας F || 9 εἴκοσι] ut Herod ; δέκα Diod.; ἑκατὸν Plut. || ἑλεῖν W; ἔχειν F; λαβεῖν Diod. Plut. || 11 Ἀρταξέρξης vulg. (quae p. 327, 1 inascripsit Ὀρόντης) || 15 λόχος·] sic distinxit W coll. p. 324, 21 || 17 διαλεξόμενος περὶ ἀπορρήτων· Τηρίβαζος W coll 4, 7, 4. 4, 11, 2. 5, 35 7, 29, 1. 8, 55; διαλεξόμενος Τιρί- βαζος ἀπόρρητα F; διαλεξόμενος Τηριβάζῳ ἀπόρρητα M; δια- λεξόμενος ἀπόρρητα. Τιρίβαζος D.)
327
[*](e. 19, 5)

Ὀρόντης ἀποστὰς ἐπολέμει τοῖς βασιλέως στρατη- [*](360) γοῖς καὶ καταφυγὼν ἐπὶ λόφον τοῦ Τμώλου χαράκωμα περιεβάλετο. τῶν πολεμίων ἀντιστρατοπεδευσάντων παρήγγειλε τοῖς στρατιώταις ὀχυροῦν μάλιστα δὴ τὸ χαράκωμα καὶ τὰς ἐφοδείας καὶ τὰς φυλακὰς συγκρο- τοῦντας ὁρᾶσθαι τοῖς πολεμίοις. αὐτὸς δὲ νύκτωρ ἐπι- λέκτους ἱππέας λαβὼν ἐξώρμησε διὰ τῆς ἐπὶ Σάρδεων ὁδοῦ καὶ τὴν ἀγορὰν τὴν κομιζομένην τοῖς πολεμίοις ἥρπασε καὶ λείαν πολλὴν τῶν Σαρδιανῶν ἀπήλασε καὶ πέμψας ἄγγελον τοῖς ἐν τῷ χάρακι ταῦτα ἐμήνυσε καὶ συνέταξε τῆς ὑστεραίας ἐπιθέσθαι τοῖς πολεμίοις. οἱ μὲν δὴ θαρροῦντες ἐπεξῆλθον. Ὀρόντης δὲ κατὰ νώτου τῶν πολεμίων γενόμενος τοὺς μὲν ἀποκτείνας, τοὺς δὲ ζωγρήσας ἀσφαλῶς ἀπηλλάττετο.

Ὀρόντης ἐν Κύμῃ παρετάξατο Αὐτοφραδάτῃ μυ- [*](360) ρίους ἱππέας ἔχοντι αὐτὸς ἔχων μυρίους ὁπλίτας Ἕλλη- νας πρῶτον μὲν δὴ προσέταξε τοῖε Ἕλλησιν ἐπιστρα- φῆναι καὶ ἰδεῖν τὸ πεδίον ἡλίκον ἐμφανίζων, ὡς οὐκ ἄν τις τὴν τάξιν λύσας τοὺς ἱππέας διαφύγοι· ἐπεὶ δὲ συμβαλόντες ἔστησαν πεφραγμένοι, τῶν ἱππέων τὴν φάλαγγα διιππεῦσαι μὴ δυνηθέντων καὶ διὰ τοῦτο ἀποστραφέντων, Ὀρόντης ἐκέλευσε τοὺς Ἕλληνας, ἐαν πάλιν ἐπάγειν ἐγχειρῶσιν οἱ ἱππεῖς, τρία βήματα μόνον [*](Cap. 14. §§ 2—4. Hic Orontes diversus est ab eo, de quo § 1: cf. Sievers, Gesch Griechenl. p. 137 et 373; Pauly, R.-E s. v.) [*](5 ἐφοδείας Hertlein; ἐφοδίας F || 7 διὰ] καὶ διὰ F; καὶ del. W, post ὁδοῦ transposui cum Κ || Σάρδεων M a. m.: gene- tivus 1, 30, 8. 1, 40, 5. 1, 47, 2. 5, 19, 3 7, 20; Σάρδεις F || 16 ἱππέας M marg. pr. m.; ὁπλίτας F  vulg. || 20 συμβαλόντες δ; συμβάλλοντες F || 21 φαλάγγαν F.)

328
εἰς τοὔμπροσθεν ἐμβῆναι. οἱ μὲν δὴ ἐνέβησαν, οἱ δὲ ἱππεῖς νομίσαντες ἐπάγειν αὐτούς ἐκκλίναντες ἔφευγον.

[*](360)

Ὀρόντης πολλοὺς τῶν συμμάχων ἀποβαλὼν, οὕς Αὐτοφραδάτης ἐνέδρᾳ διέφθειρε, καθῆκε λογοποιοὺς διαγγέλλοντας, ὡς ἐγγὺς εἴησαν οἱ μισθοφόροι, ὥστε καὶ τῷ Αὐτοφραδάτῃ τοῦτο ἐξηγγέλλετο. τῶν δὴ βαρ- βάρων τοὺς ἰσχυροτάτους νυκτὸς ὥπλισεν ὅπλοις Ἑλλη- νικοῖς καὶ ἀρχομένης ἕω παρέταξεν αὐτοὺς μετὰ τῶν ἄλλων Ελλήνων ἐπιστήσας ἑρμηνέας διγλώσσους, ἵνα τὰ παρηγγελμένα τοῖς Ἕλλησιν οὗτοι φράζοιεν τοῖς βαρβάροις. Αὐτοφραδάτης ἰδών τὰ Ἑλληνικὰ ὅπλα. οἰηθεὶς ἥκειν τοὺς μισθοφόρους περὶ ὧν ἐπέπυστο, συμβαλεῖν οὐ θαρρήσας ἀναλαβὼν τὸ στρατόπεδον εφυγὲν.

[*](481)

Ξέρξης ἐπὶ τὴν Ελλάδα στρατεύων πολλὰ ἔθνη συνήγαγε λογοποιοὺς διασκεδάσας, ὡς οἱ κορυφαῖοι τῶν Ελλήνων ὡμολογήκασι προδοσίαν τῆς Ἑλλάδος δόξαντες οὖν οὐκ ἐς μάχην, ἀλλὰ ἐς ὠφέλειαν φανε- ρὰν καλεῖσθαι προθυμότερον ἠθροίζοντο. πολλοὶ δὲ τῶν βαρβάρων καὶ αὐτεπάγγελτοι συνεμάχησαν.

[*](480)

Ξέρξης κατασκόπων Ἑλλήνων ἁλόντων ἐν τῷ στρα- τοπέδῳ κολάζει μὲν τοὺς ἄνδρας οὐδαμῶς, κελεύει δὲ περιαχθέντας ἰδεῖν τὴν δύναμιν ἅπασαν. ἐπεὶ δὲ εἶδον, [*](Cap. 15. § 2. Cf Herod. 7, 146; Plut. apophth. reg. et imp Xerx. 3.) [*](1 ἐνέβησαν W ; ἐπέβησαν M; ἀπέβησαν F || 5 διαγγέλοντας F || 6 ἐξηγγέλλετο F] ἐπηγγέλλετο vulg 10 τὰ παρηγγελ- μένα Cas ; τὰ παραγγέλματα F; ταὐτὰ παραγγέλματα Sittl 14 ἔφυγεν ; ἔφευγεν F 17 διασκευάσας Pierson.)

329
῾ἄπιτε τοίνυνʼ ἔφη καὶ τοῖς Ἕλλησιν ἀπαγγείλατε, ὅσα ἐμοῦ δεικνύντος ἑωράκατε.᾿

[*](e. 57, 22)

Ξέρξης ἐναυλόχει περὶ Ἄβυδον. σιτηγοὶ νῆες [*](480) Ἑλληνικαὶ παραπλέουσαι ἁλίσκονται ὑπὸ τῶν βαρβά- ρων. τοῖς μὲν δὴ ἔδοξε καταδῦσαι τὰς ὁλκάδας αὐτοῖς ἀνδράσιν, Ξέρξης δὲ τοὐναντίον ἤρετο ποῖ πλεῖτε;᾿  φησάντων ἐς τὴν Ἑλλάδα. καὶ ἡμεῖςʼ ἔφη ῾ ἐκεῖσε, ὥστε ὁ σῖτος τοῖς Ἕλλησιν ἀγόμενος ἡμέτερός ἐστιν. ἄπιτε δή.᾿ ταῦτα οἱ σωθέντες ἀπαγγείλαντες τοῖς Ἕλλησιν οὐ μικρὰν ἔκπληξιν αὐτοῖς παρέσχον.

[*](e. 34, 1)

Ξέρξης ἐν Θερμοπύλαις πολλῶν βαρβάρων πεσόν [*](480) των ἀποκρυπτόμενος τὸ πλῆθος τῶν νεκρῶν προσέταξε τοῖς οἰκείοις αὐτῶν διὰ νυκτὸς τοὺς αὑτοῖς προσήκοντας γῇ κατακρύψαι.

Ξέρξης ἐν Θερμοπύλαις διὰ τὴν στενότητα τῶν [*](480) ὀρῶν πολλοὺς Περσῶν ἀποβαλὼν, Τραχινίου ἀνδρὸς Ἐφιάλτου δείξαντος ἀτραπὸν περὶ τοῖς ὄρεσι στενὴν, ἔπεμψεν ἄνδρας δισμυρίους, οἳ περιελθόντες κατὰ νώτου γενόμενοι τῶν Ἑλλήνων ἀπέκτειναν ἅπαντας, ὧν ἡγεῖτο Λεωνίδας.

[*](e.51, 2)

Ἀρταξέρξης ἐπὶ τὴν Τισαφέρνους σύλληψιν κατέ· [*](395) πεμψε Τιθραύστην δύο ἐπιστολὰς κομίζοντα, τὴν μὲν πρὸς αὐτὸν περὶ τοῦ πολέμου τοῦ πρὸς τοὺς Ἕλληνας, [*](Cap. 15. § 3. Cf. Herod 7, 147.) [*](Cap. 16. § 1. Cf. Diod. 14, 80 extr.) [*](3 σιτηγοὶ M; σιτηγοῦ F; σιτηγαὶ vulg || 6 εἵρετο vulg. 7 τὲν om. HM || 8 ὥστε καὶ H ἀγόμενος τοῖς Ἕλλησιν M; [ὁ] ἀγόμενος Κ || 9 ταῦτα Dp et || Hertlein; τάτε F, τὰ δὲ M || 13 αὐτοῖς F.)

330
ἐπιτρέπων αὐτῷ τὰ πάντα, τὴν δὲ πρὸς Ἀριαῖον, ὅπως αὐτὸν συλλάβοι μετὰ Τιθραύστου. Ἀριαῖος ἀναγνοὺς τὴν ἐπιστολὴν ἐν Κολοσσαῖς τῆς  Φρυγίας καλεῖ Τισα- φέρνην ὡς ὁμοῦ βουλεύσασθαι δέον τά τε ἄλλα καὶ περὶ τῶν Ἑλλήνων. ὁ δὲ μηδὲν ὑπιδόμενος τὸ μὲν στρατόπεδον κατέλιπεν ἐν Σάρδεσιν, αὐτὸς δὲ μετὰ τριακοσίων λογάδων Ἀρκάδων καὶ Μιλησίων ἀφικό- μενος ἐν Ἀριαίου κατέλυεν· ἤδη δὲ περὶ λουτρὸν ἔχων τὸν ἀκινάκην ἀπέθετο. Ἀριαῖος μετὰ τῶν θεραπευτήρων συναρπάσας αὐτὸν, καθείρξας εἰς ἁρμάμαξαν κατερραμ- μένην ἄγειν Τιθραύστῃ παρέδωκεν. ὁ δὲ μέχρι μὲν Κελαινῶν ἐγκατερραμμένον ἤγαγεν, ἐνταῦθα δὲ ἀποτε- μὺν αὐτοῦ τὴν κεφαλὴν ἀνεκόμισε βασιλεῖ. βασιλεὺς δὲ ἔπεμψε τῇ μητρὶ Παρυσάτιδι, ἣ μάλιστα ἐσπουδάκει τίσασθαι Τισαφέρνην ἐπὶ τῇ Κύρου τελευτῇ. ἔμελλον δὲ ἄρα καὶ ὅσαι τῶν Ἑλλήνων τῶν Κυρείων μητέρες ἢ γυναῖκες λαμπρὸν ὀλολύζειν Τισαφέρνου δίκας δόντος τῆς ἐς τοὺς Ἕλληνας ἀπάτης.

Ἀρταξέρξης τὸν πόλεμον ἠγωνοθέτει τοῖς Ἕλλησιν [*](e. 4, 11) ἀεὶ προστιθέμενος τοῖς ἡττωμένοις. ἀεὶ γὰρ ἐπανισῶν τὸ ἐλαττούμενον τὴν ἰσχὺν τοῦ νικῶντος κατέλυεν.

[*](359)

Ὦχος Ἀρταξέρξου τοῦ πατρὸς αὐτῷ τελευτήσαντος εἰδώς, ὅτι περιὼν μὲν ὁ πατὴρ φοβερὸς ἦν τοῖς ὑπη- κόοις, μετὰ δὲ τὴν τούτου τελευτὴν αὐτὸς εὐκατα- φρόνητος ἔσοιτο, τοῖς εὐνούχοις καὶ κατακοιμισταῖς καὶ τῷ χιλιάρχῳ συνθέμενος ἔκρυψε τὸν θάνατον ἐπὶ [*](4 δέον Hertlein; δέοι F vulg.: cf 1, 45, 4. 3. 9, 21. 8, 16. 7 || 14 ἣ M; ἦν F, ἣ δὲ ἄρα vulg || 16 Κυρείων vulg.; Κυρίων F; μυρίων W || 17 ὀλολύξειν Patakis.)

331
μῆνας δέκα· ἐν δὲ τούτοις τὴν βασιλικὴν σφραγῖδα διαπέμπων ἐξ ὀνόματος τοῦ πατρὸς προσέταξεν Ὦχον ἀναγορεῦσαι βασιλέα. ἐπεὶ δὲ πάντες ἀνηγόρευσαν καὶ ὑπήκουσαν, τότε ὡμολόγησε τὸν θάνατον τοῦ πατρὸς καὶ τὸ βασίλειον πένθος ἐπήγγειλε κατὰ τοὺς Περσῶν νόμους.

Τισαφέρνης πρὸς Κλέαρχον ἐσπείσατο παρακα- [*](401) θισάμενος τὰς παλλακίδας τὰς δὲ αὐτὰς ἔφη σπονδὰς ἐθέλειν ποιεῖσθαι καὶ πρὸς τοὺς λοιποὺς ἡγεμόνας. ἧκον οἱ λοιποὶ, Πρόξενος Βοιώτιος, Μένων Θετταλὸς, Ἆγις Ἀρκὰς, Σωκράτης Ἀχαιός· εἵποντο τούτοις λο- χαγοὶ εἴκοσι, στρατιῶται διακόσιοι. Τισαφέρνης τοὺς μὲν στρατηγοὺς δήσας ἔπεμψεν ὡς βασιλέα, τοὺς δὲ ἄλλους αὐτὸς ἀπέκτεινε πάντας.

Τισαφέρνης ἐμβαλεῖν ἐς Μίλητον καὶ τοὺς φυγά- [*](399) δας καταγαγεῖν ἐβουλεύετο. ἀπαράσκευος μὲν δὴ ὢν περιβόητον ἐποίει τὸ ἔργον ὡς τοῦτο δράσων αὐτίκα, ὥστε καὶ Μιλήσιοι τὰ ἐκ τῶν ἀγρῶν εἰς ἄστυ ἀνεκο- μίσαντο. παρεσκευασμένος δὲ τὸ στρατόπεδον διαλύειν προσεποιήσατο καὶ οὐ μακρὰν ἀπεπέμψατο. Μιλήσιοι τὰς γνώμας μεταβαλόμενοι διαλυθὲν τὸ στράτευμα ὁρῶντες ἐς τοὺς ἀγροὺς ἀνεχώρησαν, ὁ δὲ ὑπὸ συν- θήματι τὸ στράτευμα συλλέξας διὰ τάχους πάντας Μιλησίους ἔξω τῆς πόλεως διεσπαρμένους ἐχειρώσατο.

[*](Cap. 18. § 1. Cf. Xenoph. anab. 2, 5, 31 sq. — J. p. 463 sq.)[*](9 παλλακίδας vulg ; παλακίδας F || 12 Ἆγις ex F, qui Ἄγις; Ἀγίας Xenopb.: cf. Rnott, de fide et fontibous Polyaeni p. 74 || 20 παρασκευασάμενος D vulg. || 22 μεταβαλόμενοι K; μεταβαλλό- μενοι F.)
332
[*](403)

Φαρνάβαζος κατὰ Λυσάνδρου Λακεδαιμονίοις ἔγρα- ψεν· οἱ δὲ ἀπὸ τῆς Ασίας αὐτὸν ἀνεκαλέσαντο σκυτά- λην πέμψαντες. Λύσανδρος ἱκετεύει Φαρνάβαζον ἄλλην ἐπιστολὴν ὑπὲρ αὑτοῦ γράψαι φιλάνθρωπον. Φαρνά- βαζος ὑποσχόμενος φανερῶς μὲν ἔγραψεν οἵαν ὁ Λύ- σανδρος ἠξίωσε, κρύφα δὲ εἶχεν ἑτέραν γεγραμμένην, ἐν δὲ τῷ τὴν σφραγῖδα ἐπιβάλλειν ὑπαλλάξας τὰ βιβλία μηδὲν διαφέροντα τῇ ὄψει δίδωσιν αὐτῷ τὴν κρύφα γεγραμμένην. Λύσανδρος ἐπανελθὼν ἐς Λακεδαίμονα τοῖς ἐφόροις κατὰ τὸ ἔθος ἀπέδωκε τὰ γράμματα, οἱ δὲ ἀναγνόντες ἔδειξαν αὐτῷ τὴν ἐπιστολὴν προειπόντες μηδὲν ἀπολογίας δεῖσθαι αὐτὸν καθʼ αὑτοῦ γράμματα κομίσαντα.