Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Ἀμφίρητος Ἀκάνθιος λῃσταῖς ἁλοὺς, ἐς Λῆμνον [*](e.52,5) ἀχθεὶς ἐν δεσμοῖς ἐφρουρεῖτο τῶν λῃστῶν λύτρα με- γάλα ἐλπιζόντων· ὁ δὲ τροφῆς ἀποσχόμενος μίλτον ὕδατι ἁλμυρῷ μίξας ἔπιεν. ἐπεὶ δὲ διεχώρησεν, οἱ λῃσταὶ νομίσαντες αἵματος ῥύσιν αὐτῷ γεγονέναι τῶν δεσμῶν ἀνῆκαν, ὡς μὴ διὰ τὴν νόσον ἀποθάνοι καὶ δὴ τῶν λύτρων ἀπολουμένων. ὁ δὲ λυθεὶς, νύκτωρ ἀποδρὰς, ἁλιάδος ἐπιβὰς εἰς Ἄκανθον διεσώθη.

[*](8 ἀποτραφεύσας F || 10 [τὸ] cf. 1, 48, 2 || 13 σπείσασθαι Heringa; στήσασθαι F || 15 οἰκήσας F || 17 Ἀμφίρητος F] Ἀμφά- ρετος vel Ἀμφήρετος coni. K || 18 Λίμνον F || 21 διεχώρισεν F || 24 λούτρων ἀπολλουμένων F; λύτρων [στεροῖντο] ἀπολουμένων R; ἀπολλυμένων M.)