Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

[*](353)

Ἱππρῖνος ἐν Λεοντίνοις ὤν, αἰσθόμενος τὴν Συρακουσίων πόλιν ἔρημον γενομένην διὰ τὸ μετὰ Καλλίππου τοὺς πολίτας εἴς τινα τόπον ἐξωρμηκέναι, ὁρμήσας ἐκ Λεοντίνων, ἐλθὼν ἐπὶ τὰς Συρακούσας νυκτὸς, πέμψας τινὰς ἐπὶ τὴν πόλιν ἐκέλευσε τοὺς παραφυλάττοντας τὴν ἐφοδείαν ἀποκτεῖναι. οἱ μὲν ἔκτειναν τοὺς παραφυλάσσοντας καὶ πυλίδας τινὰς τοῦ τείχους διεῖλον· Ἱππαρῖνος δὲ διὰ τούτων τοὺς ξένους εἰσαγαγὼν κατέσχε τὴν Συρακουσίων πόλιν.