Strategemata

Polyaenus Macedo

Polyaenus Macedo, Strategematon, Melber and Woelfflin, Teubner, 1887

Διοκλῆς, Ἀθηναίων στρατηγὸς, ἐν Τῄ πολεμίᾳ τῶν στρατιωτῶν ἀτάκτως διαλελυμένων, τὰ ὅπλα φέρειν οὐ βουλομένων σύνθημα ἔδωκεν ἕτερον ἐφʼ ἑτέρῳ. οἱ στρατιῶται νομίσαντες πλησίον εἶναι τοὺς πολεμίους, ἀναλαβόντες τὰ ὅπλα ἐν τάξει πάντες ἐβάδιζον.

Χίλεος Ἀρκὰς ἐν Λακεδαίμονι διατρίβων, μαθὼν [*](479) Σπαρτιάτας βεβουλευμένους τὸν Ἰσθμὸν τειχίζειν, Ἀθηναίους δὲ καὶ [τοὺς] ἔξω Πελοποννήσου προίεσθαι προεῖπεν ῾ Ἀθηναίων καὶ τῶν ἄλλων Ἑλλήνῶν τα οἰκεῖα πρὸς τοὺς Πέρσας εὖ θεμένων πολλὰς διαβάσεις ἕξουσιν εἰς τὴν Πελοπόννησον οἱ βάρβαροι᾿. τούτῳ [*](Cap. 30. Cf. Herod. 9, 9; Plut. Them. 6.) [*](3 φυλάττετε RK; φυλάττεσθαι F 5 περιστήσας H; περι- τειχίσας F: cf. 2, 30, 2. 3, 2. 3, 13, 1. 6, 9, 3 6, 10 || 7 [ὅθεν (οὓτω δὴ W) συνέβη τοὺς ἄνευ ὅπλων] Cas.; [τοὺς δʼ ἄνευ ὅπλων ὄντας] K γνωριζομένους Rota 8 [ὡς] Κ ὄντας del. Κ 13 οἴ δὲ vulg 15 Χίλεος Herod.; Χείλεως Plt.; Χίλιος F 18 [τοὺς] Cas.; [τοὺς ἄλλους] Roth προσίεσθαι F, corr. Cas. 19 τῶν λοιπῶν vulg.)

264
τῷ λόγῳ πεισθέντες οἱ Λάκωνες, τῷ Ἰσθμῷ μακρὰν χαίρειν εἰπόντες ἐκοινώνησαν τοῦ πολέμου πᾶσι τοῖς Ἕλλησιν.

[*](655)

Κύψελος τοὺς ἐπιφανεστάτους τῶν Βακχιαδῶν θεωροὺς πέμψας εἰς Δελφοὺς ὡς περὶ τῆς κοινῆς Κο- ρινθίων σωτηρίας χρώμενος ἀπεῖπεν αὐτοῖς τῆς Κο- ρινθίας μηκέτι ἐπιβαίνειν· καὶ τοῦ λοιποῦ τὴν τυραν- νίδα κατέσχεν ἀσφαλῶς τοὺς εὐγενεστάτους ἐκβαλών.

[*](413)

Τελεσίνικος Κορίνθιος ἐν τῷ λιμένι τῶν Συρα- [*](e.31,10) κουσίων ἐναυμάχει πρὸς Ἀθηναίους. ἐπεὶ δὲ ἐπὶ πλεῖ- στον τῆς ἡμέρας ναυμαχοῦντες ἐπόνουν, κελήτιον πέμψας ἐς τὴν πόλιν τῶν Συρακουσίων τὴν ἀγορὰν ἐκέλευσεν ἐπὶ τὸν λιμένα κομίζειν. ὡς δὲ κεκομισμένην εἶδε, σημεῖον ἄρας ἀκρίτου τῆς ναυμαχίας οὔσης κατ- ἥλθεν ἐπὶ τὸν λιμένα. οἱ δὲ Ἀθηναῖοι καὶ αὐτοὶ διὰ τάχους ἀσμένως ἀπαλλαγέντες ἐπὶ τὴν γῆν ἠριστο- ποιοῦντο, ἄλλος ἄλλῃ διασπαρέντες· ὁ δὲ τῶν στρα- τιωτῶν ἑτοίμῃ τῇ ἀγορᾷ χρησαμένων ἀναχθεὶς αὐτίκα σὺν τοξόταις καὶ ἀκοντισταῖς ἐπὶ τῶν καταστρωμάτων πολλοῖς, προσπεσὼν ἄφνω τοῖς Ἀθηναίοις ἀναγκα- [*](Cap. 32. § 1. Cf. quae supra ad 5, 13, 2 adnotavimus.) [*](1 μακρὰν D ut 5, 3, 6, quod probat Hertlein; μακρὰ F || 4 Κύψελλος F || 8 μηκέτι Hertlein, Iahnii annal 1867, p. 607 coll. Diod. 13, 105, 4 et 15, 46, 5; μὴ F || 15 κατακομίσαι H κεκομισμένην H; κεκοσμημένην F || 16 κατῆλθεν H; ἀπῆλθεν F || 18 ἀσμένως H; μὲν ὡς F; ὁμοίως Κ: cf. 2, 1, 16 ἐπὶ τῇ γῇ R, cf. 5, 13, 2 22 ἀναγκαζομένοις Patakis et Hertlein, qui confert Thucyd. 8, 95, 4; ἀνακομιζομένοις F.)

265
ζομένοις ἀτάκτως καὶ μετὰ θορύβου ποιεῖσθαι τὴν ἔμβασιν ἀντιπρώροις ταῖς τριήρεσιν ἐμβαλῶν ἐνίκησε.

[*](e. 31,11)

Τελεσίνικος, ἀπὸ τῶν αὐτῶν σημείων ἀριστοποιου- [*](413) μένων τῶν πολεμίων καὶ τὰ λοιπὰ πραττόντων ὁμοίως, προσέταξε τοὺς ἐν ταῖς ἄριστα πλεούσαις τριήρεσιν αὐτοὺς πρὸ ἡμέρας ἀριστήσαντας ἐμβάντας ἡσυχάζειν. ἐπεὶ δὲ καιρὸς ἀρίστου παρῆν, κατὰ τὸ ἔθος ἐσήμηνεν. οἱ μὲν οὖν ἐν τοῖς ἄλλοις σκάφεσιν ἠριστοποιοῦντο, [καὶ οἱ πολέμιοι τοῦτο] συνιδόντες πρὸς τῇ παρασκευῇ τῶν σιτίων ἦσαν. οἱ δὲ τῶν Συρακουσίων προεμβε- βηκότες, ἐπὶ τὰ καταστρώματα ἐπιβάντες, ἐπιπλεύσαντες πολλὰς διέφθειραν τριήρεις τῶν πολεμίων περὶ τὰς τροφὰς ἀσχολουμένων.

[*](e. 10,2)

Πομπίσκος Ἀρκὰς ἀεὶ στρατοπεδεύων τὰς ὁδοὺς τὰς ἐπὶ τὸ στρατόπεδον ἀγούσας τὰς μὲν ἀπέσκαπτε, τὰς δὲ ἀπεχαράκου, καινὰς δὲ κατεσκεύαζεν ἄλλας, ὅπως οἱ κατάσκοποι ἢ οἱ νύκτωρ ἐπιτιθέμενοι διὰ τῶν ἀρχαίων ὁδῶν πορευόμενοι ἐμπίπτοιεν τοῖς ὀρύγμασι, τῶν δὲ καινῶν ἀπείρως ἔχοιεν.

[*](e.20,3)

Πομπίσκος τῶν πολεμίων ἐγγύθεν τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττόντων, ἐν ἀπορρήτῳ παρήγγειλε τοῖς φανεροῖς παραγγέλμασι καὶ κηρύγμασι χρῆσθαι τοὺς στρατιώτας εἰς τοὐναντίον.

[*](Cap. 32. § 2. Cf. 7 p. 495.)[*](1 ποιουμένοις Cas. Κ || 6 αὐτὰς F || 9 [καὶ οἱ πολέμιοι τοῦτο] W; [Οἰ] συνιδόντες [οἱ πολέμιοι] Cas. R; τὸ αὐτὸ δὲ καὶ οἱ πο- λέμιοι ἐποίησαν H || 11 ἐπιβάντες, ἐπιπλεύσαντες ; τοὺς ἐπι- βάντας ἐπιπλεύσαντας F || 13 ἀσχολούμενοι F || 16 κατέσκαπτε Κ: cf. 5, 10, 3 || 17 ἀλλʼ ὅπως F || 18 ἐπιτιθέμενοι H; ἐπιθέμενοι F || 21 ἐγγύθεν ὄντων καὶ τὰ σημεῖα καὶ τὰ κηρύγματα αὐτοῦ παραφυλαττομένων H.)
266

Πομπίσκος περιστρατοπεδεύων πόλιν ἐπὶ μὲν τὴν [*](e. 9,3) πολλὴν τῆς χώρας ἐξιέναι τοὺς πολεμίους ἐκώλυσεν, ἐπὶ δὲ τόπον ἕνα συνεχώρησε καὶ τοῖς ληιζομένοις ἀπέχεσθαι τοῦ τόπου τούτου προσέταξεν. οἱ δὲ ἐκ τῆς πόλεως ἀδεῶς ἐνταῦθα προῄεσαν. ὁ δὲ παρὰ τῶν σκοπῶν ὡς ἔμαθε τοὺς ἥκοντας [ὄντας] πολλοὺς, ἐπιθέ- μενος τοὺς πλείστους αὐτῶν ἐχειρώσατο.

Πομπίσκος χωρίον πολιορκῶν, ἑλεῖν οὐχ οἷός τε [*](e. 31,12) ὢν καθῆκεν αὐτόμολον ἀγγέλλοντα, ὡς Ἀρκάδων αὐτὸν μεταπεμπομένων ἀποροίη, πῶς ἄν ἀπολίποι τὴν πολιορκίαν· οἱ δὲ ἡσθέντες καὶ μετʼ οὐ πολὺ τὴν στρατιὰν ἀναχωροῦσαν ἰδόντες, πιστὸν εἶναι τὸν αὐτό- μολον ἡγούμενοι, προελθόντες πολλὰ ἐκ τοῦ στρατο- πέδου διήρπαζον. ὁ δὲ Πομπίσκος ἀναστρέψας. ἐπιθέ- μενος, καταλαβών ἐκράτησεν αὐτῶν τε καὶ τοῦ χωρίου.

Πομπίσκος, ἴνα θᾶττον οἱ κατάσκοποι τῶν πο- λεμίων ἁλίσκοιντο, εἰσόδους ὀλίγας [εἰς] τὸ στρατόπεδον [κατεσκεύαζε καὶ πίλον] ἐτίθει παρʼ αὐτὰς ἐπὶ ὑψηλοῦ· καὶ τοῖς πορευομένοις εἰς τὰς προνομὰς παρηγγέλλετο παρὰ τὸν πίλον διέρχεσθαι. οἱ δὴ κατάσκοποι τὰς διόδους ταύτας ὡς φανερὰς φυλαττόμενοι διὰ τῶν πλαγίων ὑπιέναι πειρώμενοι ταχέως ἡλίσκοντο.

Πομπίσκος κατασκόπους ἔπεμπεν ἄνδρας ἀγνῶτας e. ἀλλήλοις, ἴνα μη συντίθοιντο μηδὲ ψευδάγγελοι γί- γνοιντο. ἀπηγόρευε δὲ αὐτοῖς μηδενὶ τῶν ἐν τῷ στρα- [*](3 συνεχώρησε Cas.; συνεχῶς F: cf συνεχώρει H || 5 προήεσαν K; προσήεσαν H; προίεσαν F || 6 [ὄντας] Hertein || 9 καθῆκεν H; καθίστει F || 11 καὶ μετʼ οὐ H; οὐ μετʼ οὐ F || 12 ἀναχωρή- σασαν H || πιστὸν vulg.; ἄπιστον F ; εὔπιστον corr. M rec m. || 13 προελθόντες vulg ; προσελθόντες F; ἀπελθόντες H || 17 [εἰς] τὸ στρατὸπεδον [κατεσκεύαζε καὶ πίλον] Bursian || 22 ὑπιέναι Κ ex V subire; ὑπεισιέναι Patakis 23 ἔπεμπεν F] ἔπεμψεν vulg.)

267
τοπέδῳ διαλέγεσθαι, ὅπως μή τινες αὐτοὺς φθάνοντες ἐξαγγείλωσι τοῖς πολεμίοις τὴν μέλλουσαν αὐτῶν ἄφιξιν.

Νίκων Σάμιος κυβερνήτης πλησίον τριήρων πο- λεμίων ὁρμουσῶν βουλόμενος παραπλεύσας λαθεῖν τὴν ἀλοιφὴν τῆς αὐτοῦ νεὼς ὁμοίαν καταχρίσας ταῖς πολε- μίαις τριήρεσι, τάξας τοὺς ἀρίστους καὶ τοῖς σώμασιν εἰρωστοτάτους ἐρέτας ἔπλει παρʼ αὐτὰς τὰς πρῴρας τῶν πολεμίων τριήρων ὡς φίλος ὥν αὐταῖς. προελθὼν ἐπ ἐσχάτων τῶν ὁρμουσῶν νεῶν ἐξέπλευσε καταπε- πληγότων καὶ θαυμαζόντων τὸ δρώμενον τῶν πολεμίων. καὶ τότε ἐγνώσθη πολέμιος ὥν, ὅτε μηκέτι καταληφθῆναι οἷός τε ἦν.

Νέαρχος Κρὴς κατέσχε Τελμησσὸν Ἀντιπατρίδου κρατοῦντος. κατέπλευσε μὲν ἐς τὸν λιμένα Νέαρχος. ἐπεὶ δὲ Ἀντιπατρίδης, παλαιὸς ὢν φίλος, ἀπὸ τῆς ἄκρας κατέβη πρὸς αὐτὸν καὶ διελέξαντο περὶ ὧν ἐβούλοντο, ὁ Κρὴς ἔφη βούλεσθαι γυναῖκας ἀποθέσθαι παρʼ αὐτῷ καὶ παῖδας δεδεμένους. ὁ μὲν Ἀντιπατρίδης ἐπέτρεψεν, οἱ δὲ παῖδες οἱ δεδεμένοι τὰ σκεύη τῶν μουσουργῶν γυναικῶν ἀνεκόμισαν· ἐν δὲ τοῖς κιβωτίοις [*](Cap. 35. Cf. Droysen II, 1, 26.) [*](1 αὐτοὺς φθάνοντες Person; αὐτοῖς φθονοῦντες F || 5 ὁρμοῦσαν F || 6 αὐτοῦ F || καταχρήσας F || 8 εὐρωστοτάτους W; εὐραώστους F: cf 3, 9, 24 9 αυταῖς pD; ναύταις F || προσ- ελθν F || 10 ἐσχάτην Hertlein ἐξέπλευσε F] ἐξέπλησε M; ἐξέπαισε Koen. 188 12 ὅτε p; ὥστε F || μηκέτι K, ποπ ίαπι amplius V; μὴ F || καταλειφθῆναι F, corr. vulg. || 13 οἷός τε ἦν vulg.; ἕως τε νέαρχος F et in titulo v. 14 Κρὴς || 15 Τελμησὸν F 16 ναύαρχος F || 17, 20 Ἀντιπατρίδος K 19 γυναῖκας [μοο- σούργους] Patakis 22 ἀνεκόμιζον K.)

268
τῶν αὐλῶν ἐνῆν ἐγχειρίδια γυμνὰ, ἐν δὲ ταῖς κίσταις πέλται. ὡς δʼ εἴσω τῆς ἄκρας ἐγένοντο, οἱ τὰς γυναῖ- κας καὶ τοὺς παῖδας ἄγοντες σπασάμενοι τὰ ἐγχειρίδια καταλαμβάνουσι τὴν ἄκραν, καὶ τῆς Τελμησσοῦ Νέαρ- χος ἐκράτησεν.

Δωρόθεος Λευκάδιος ναῦν μίαν ἔχων, ὑπὸ δύο [*](e. 57,21) τριήρων διωκόμενος κατῆγεν εἰς λιμένα προηγούμενος αὐτῶν οὐ πολύ. κάμψας δὲ τὴν ἄκραν τοῦ λιμένος εὐθὺς ἐπέστρεψε τὴν ναῦν· ἡ δὲ προτέρα τῶν πολεμίων τριήρων διώκουσα τὸν Δωρόθεον ῥύμῃ φερομένη τὸν εἴσπλουν ἐποιεῖτο. Δωρόθεος ἐμβαλὼν ἐκ πλαγίου κατέδυσεν· ἡ δʼ ἑτέρα ναῦς τὴν προτέραν ἰδοῦσα κατα- δυομένην εὐθὺς ὥρμησε φεύγειν.

[*](317)

Σωσίστρατος ἔπεισε τὸν Συρακουσίων δῆμον, ἄν- δρας φίλους Ἀγαθοκλεῖ πρός τε τὴν τυραννίδα συμ- πράττοντας φεύγειν μετὰ τῶν οἰκετῶν ψηφίσασθαι. ἐπεὶ δὲ ἔξω τῆς πόλεως ἐγένοντο ἄνδρες χίλιοι, [οἱ] προπέμποντες αὐτοὺς ὁπλῖται καὶ ἱππεῖς οὓς μὲν συλλα- βόντες ἀπέκτειναν, οὓς δὲ διαφυγόντας Σωσίστρατος ἐπικηρύξας ἀναιρεῖν ἐπέτρεψεν. αὐτὸς δὲ τὰς τῶν φυγάδων οὐσίας κατέσχεν καὶ συναγαγὼν στρατιώτας Ἕλληνας καὶ βαρβάρους καὶ τοὺς ἐκ τῶν λιθοτομιῶν λύσας ὑπὸ τούτων φυλασσόμενος ἦρχε τῶν Συρα- κουσίων.

[*](2 οἱ Κ; οἳ τε F || 6 Δωρόθεος Λευκάδιος F in titulo || 7 ναῦν μίαν Cas.; cf. H μιᾷ νηὶ; ναυμαχίαν F || ὑπὸ δύο τριήρων διω- κὸμενος H, om. F || 8 εἰς τὸν H || 12 ἐκ πλαγίου ex H inserui || 16 Συρακουσίων K Patakis; Συρακούσιον F || 19 [οἱ] add. vulg. || 25 ἦρξε K.)
269

Διόγνητος Ἀθηναῖος βουλόμενος κρατῆσαι πόλεώς τινος, ἀποβιβάσας κρύφα στρατιώτας νυκτὸς καὶ λόχον ἐγκαθίσας, μεθʼ ἡμέραν αὐτὸς ἐπέπλει φανερῶς. οἱ μὲν ἐκ τῆς πόλεως ἐπὶ τὰς ναῦς ἐβοήθουν· οἱ δὲ ἐνε- δρεύοντες ὥρμησαν ἐπὶ τὴν πόλιν καὶ ῥᾳδίως αὐτῆς ἐκράτησαν. Διόγνητος προσπλεύσας καὶ καθορμισθεὶς, ἐκβιβάσας τοὺς ἐκ τῶν νεῶν ἐχειρώσατο τοὺς ἐπὶ τὴν βοήθειαν ἐξελθόντας.

Ἀρχέβιος (ἦν) Ἡρακλεώτης, τῶν πολεμίων ἀποβάσεις ποιουμένων συνεχεῖς, πλοῖα τῶν ἁλιευτικῶν ἀνασπάσας καὶ διὰ τῆς τρόπιος δεσμοῖς αὐτὰ δυσκίνητα ποιήσας αὐτὸς μετά τινων ἐνήδρευεν. σαλπιγκτὴς ἦν ἐπὶ δένδρου σκοπός. οὗτος ἰδὼν τοὺς πολεμίους προσορμισθέντας νηὶ μακρᾷ καὶ τριακοντόροις δυσὶ καὶ ἀποβάντας καὶ τοὺς μὲν ἁρπάζοντας, τοὺς δὲ τὰ πλοῖα τῶν δεσμῶν ἀπολύοντας ἐσήμηνε τῇ σάλπιγγι. Ἀρχέβιος τοὺς ἐνε- δρεύοντας ἀναστήσας τοὺς μὲν πολεμίους διέφθειρε, τὰς δὲ τριακοντόρους αὐτῶν καὶ τὴν ναῦν τὴν μακρὰν ἐς τὸν λιμένα τῆς πόλεως κατήγαγεν.

[*](e. 58, 3)

Ἀριστοκράτης Ἀθηναῖος ναῦν λαβὼν Λακωνικὴν, ταύτην ἕχων ἀνέπλευσεν ἐς πόλιν συμμαχίδα Σπαρ- τιατῶν ἔχων ἐν τῇ νηὶ συχνοὺς ἄνδρας ἔνδοθεν ἐγχει- [*](4 ἐπέπλει Κ; ἐπιπλεῖ F || 11 (ἦν) del. K || 13 τρόπιος K ; τροπίας F || 23 Λακωνικὴν] καὶ ἰδίους μετασχηματίσας στρατιώ- τας ἐμβαλὼν εἰς αὐτὴν H.)

270
ριδίοις ὡπλισμένους. οἱ μὲν [ἐπὶ] τοῦ λιμένος τὴν ναῦν ὡς φιλίαν ὑπεδέξαντο, οἱ δὲ τῆς νεώς ἐκβάντες, ἄφνω προσπεσόντες τοῖς περιπατοῦσι δέκα μὲν αὐτῶν ἀπέσφαξαν, εἴκοσι δὲ καὶ πέντε συναρπάσαντες ἀπέ- πλευσαν, οὓς πολλῶν χρημάτων Ἀριστοκράτης ἀπε- λυτρῶώσατο.

Ἀριστόμαχος, Καρδιανῶν τριήρεις λαβών, μετ- [*](e.58,4) εμβιβάσας τοὺς ἐρέτας καὶ κοσμήσας τοῖς ἀκρωτηρίοις τῶν αὐτοῦ νεῶν, αὐλούμενος κατέπλει, τὰς ἰδίας ναῦς ἐφέλκων, τὴν καταγωγὴν ὀψὲ ποιούμενος. Καρδιανοὶ μὲν πρὸς [τὰς] ναῦς ὥρμησαν ἐκ τῆς πόλεως ὡς οἰκείας καὶ νικώσας, οἱ δὲ Ἀριστομάχειοι τῶν νεῶν ἐκβάντες πολλοὺς Καρδιανῶν ἀπέκτειναν.

Χαριμένης Μιλήσιος καταφυγὼν ἐς Φασηλίδα, ἐφορ- μουσῶν αὐτῷ νεῶν μακρῶν Περικλέους τοῦ Λυκίου, περιθέμενος περιθετὴν πεζῇ διὰ τῆς Περικλέους χώρας ἐσώθη.

Καλλιάδης κυβερνήτης καταλαμβανόμενος ὑπὸ νεὼς ταχυτέρας τὸ πηδάλιον ἔσχαζε συχνῶς, καθ᾿  ὁπότερον ἂν ἐμβάλλειν μέλλοι, ἵνα ὁ διώκων προσκρούων ταῖς [*](1 [ἐπὶ] vulg.; qui portui praeerant V || 2 φιλίαν W coll. 1, 34, 1. 1, 38, 4. 6, 2, 2; φίλην F || 5 Ἀριστοκράτης Cas.; Ἀρι- στοκλῆς F || 5 Post ἀπελυτρώσατο Aristocratis strategema in F iisdem verbis perperam iteratur || 10 αὐτοῦ F || αὐλόμενος F || 12 [τὰς] K ||  13 Ἀριστομάχειοι D ; Ἀριστομάχιοι F : cf. ad 2, 2, 9 || 23 ἂν ἐμβάλλειν vulg.; ἐμβάλλειν ἂν F.)

271
ἐπωτίσι πρὸς τὸ πηδάλιον ἐμβαλεῖν μὴ δύνηται τῷ τὴν ἐμβολὴν εἶναι κατὰ τὰς πρώτας θρανίτιδας,

[*](e. 7, 4)

Μέμνων ἐπιτιθέμενος Λεύκωνι τῷ Βοσπόρου τυ- ραννῳ, βουλόμενος καταμαθεῖν τὰ μεγέθη τῶν πολε- μίων [πόλεων] καὶ τὰ πλήθη τῶν ἐνοικούντων ἔπεμψεν Ἀρχιβιάδην Βυζάντιον ἐπὶ τριήρους πρεσβευτὴν πρὸς Λεύκωνα ὡς ὑπὲρ φιλίας καὶ ξενίας διαλεξόμενον. συνέπεμψε δὲ αὐτῷ καὶ Ὀλύνθιον κιθαρῳδὸν Ἀριστό- νικον, εὐδοκιμοῦντα μάλιστα δὴ πάντων τότε παρὰ τοῖς Ἕλλησιν, ὅπως ἐν τῷ παράπλῳ προσορμιζομένων, ἐπιδεικνυμένου τοῦ κιθαρῳδοῦ, τῶν ἐνοικούντων εἰς τὰ θέατρα σπουδῇ συνιόντων τὸ πλῆθος τῶν ἀνθρώπων κατάδηλον τῷ πρεσβευτῇ γένοιτο.

[*](e. 55,3)

Μέμνων, ἐρυμνὰ χωρία τῶν πολεμίων καταλα- βόντων καὶ οὐ καταβαινόντων ἐς μάχην, ἀποχωρήσας ἀπωτέρω τῶν ὀχυρῶν τόπων καὶ ἀντιταχθεὶς μετὰ τῶν ἡμίσεων στρατιωτῶν, ὡς τῶν ἄλλων στασιαζόντων πρὸς αὐτὸν, πέμψας πρὸς αὐτοὺς αὐτόμολον ἐκέλευσεφράζειν, ὅτι στασιάζοιεν καὶ μέλλοιεν ἀλλήλοις μάχεσθαι καὶ διὰ τοῦτο ἀνεχώρησαν ἀπωτέρω, ἄνωθεν ὑμᾶς φοβη- θέντες, καὶ δὴ ὡς ἀντιπαρατάσσεσθαι μέλλοντες ὡπλί- ζοντο. οἱ δὲ ἐκ τῆς πόλεως τοῖς τοῦ αὐτομόλου λόγοις [*](Cap 44. De fontibus cf. 7. p. 647—649.) [*](Cap. 44. § 2. Cf. Front. strat. 2, 5, 18.) [*](1 ἐπωτίσι Cas.; νεπωτίσι F || 4 ἐπιθέμενος vulg. || 5 πολε- μίων [πόλεων| scripsi coll H τῆς τῶν πολεμίων πόλεως καὶ τῶν λοιπῶν; πολεμίων F, quod corr. in πόλεων Lennep. ad Phalar. p. 129b || 6 τὰ πλήθη Cas ; τῷ πλήθει F: cf. 7, 35, 2 extr. || 22 ὁπλίζοιντο vulg.)

272
ὅμοια καὶ τὰ ἔργα ὁρῶντες καταβαίνουσιν ἀπὸ τῶν ἐρυμνῶν πρὸς αὐτούς. οἱ δὲ Μεμνόνειοι τοὺς πολε- μίους ὁρῶντες ἐν τῷ ἰσοπέδῳ οὐκ ἐπʼ ἀλλήλους, ἀλλὰ μετʼ ἀλλήλων ἐπʼ αὐτοὺς ὁρμήσαντες ὑποχειρίους ἅπαν- τας ἐποιήσαντο.

[*](340)

Ἀριστώνυμον ἐν Μηθύμνῃ Χάρης πολιορκῶν πρεσ- βείαν ἔπεμψε πρὸς Μέμνονα ἀξιῶν αὐτὸν μὴ βοηθῆσαι Ἀριστωνύμῳ. [ὁ δὲ ἀπεκρίνατο βοηθήσειν] αὐτῷ κατὰ κράτος· καὶ γὰρ εἶναι πατρικὸν φίλον καὶ ξένον καὶ τῆς γε νυκτὸς τῆς ἐπιούσης μετὰ πάντων τῶν στρα- τιωτῶν ἐκεῖ γενήσεσθαι. Χάρης τῶν πρεσβευτῶν ἀγγει- λάντων ταῦτα κατεφρόνησεν ὡς ἀδύνατον πολὺ καὶ βαρὺ στρατόπεδον [τῆς] ἐπιούσης νυκτὸς ἐνταυθοῖ γενέσθαι. ὁ δὲ Μέμνων ὁδεύσας πέντε στάδία. ἑσπέ- ρας ἐς πλοῖα χιλίους διακοσίους στρατιώτας ἐμβιβάσας σύνθημα ἔδωκεν, ὅταν ἀποβάντες ἐς τὴν ἀκρόπολιν παρέλθωσιν, ἆραι πυρσὸν καὶ τοῖς πολεμίοις ἐπιθέσθαι- τούτων πραχθέντων ἡ μὲν ἐπίθεσις ἐν τῷ σκότῳ παρά- δοξος ἐφάνη, ὁ δὲ πυρσὸς ἀρθεὶς ἐς φυγὴν ἐτρέψατο τὸν Χάρητα ὡς τοῦ Μέμνονος μετὰ πάσης [τῆς] δυνά- μεως τὴν ἀκρόπολιν κατειληφότος.

[*](Cap 44. § 3. De tempore cf. Schaefer, Demosth. I1, p. 435, not. 1 et Droysen I, 1, p. 238.)[*](6 Ἀριστώνυμον] Ἀριστόνικον Boehnecke, Forsch. auf d. Ge- biete d. att Reda. p 650, not cf. Arrian., anab. 3, 2, 4 Ἀρι- στόνικον Μεθυμναῖον τὸν τύραννον || Μιθύμνῃ F || ἐπολιόρκει K ex V || 7 βοηθῆσαι p; φοβηθῆσαι F; πρὸς αὐτὸν Μέμνονα ἀξιῶν μὴ βοηθῆσαι Ἀριστωνύμῳ αὐτὸν K || 8 [ὁ δὲ ἀπεκρίνατο βοη- θήσεν] add. p; om. F || 12 ἀδύνατον [ὂν| K: cf. 5, 2, 11 || 13 [τῆς] K coll 1, 46. 7, 12. supra v. 10 || 17 ἆραι vulg.; ἀνῆραι F contra usum Polyaeni || ἐπιθέσθαι Roth; ἐπιτίθεσθαι F || 20 [τῆς] Hertlein.)
273
[*](e. 31, 13)

Μέμνων τετρακισχιλίους στρατιώτας ἔχων, Μα- [*](336) γνησίας ἀπέχων τεσσαράκοντα στάδια τεῖχος ἤγειρε κύκλῳ τοῦ στρατοπέδου· Παρμενίων καὶ Ἄτταλος ἦσαν ἐν Μαγνησίᾳ μυρίους ἔχοντες. ὀχυρωσάμενος δὲ τὸ στρατόπεδον ὁ Μέμνων ἐξήγαγεν αὐτοὺς διεσκευα- σμένους ἐς μάχην ὅσον ἐπὶ στάδια δέκα. τῶν δὲ πολε- μίων ἐκβοηθησάντων, ὁ Μέμνων [τὸ] ἀνακλητικὸν σημήνας ἀνεχώρησεν εἴσω τείχους, καὶ οἱ πολέμιοι δὲ ὁμοίως ἀπηλλάγησαν. πάλιν ὁ Μέμνων προελθὼν, τοὺς πολεμίους ὁρῶν ἀντιπαρατασσομένους ἀνεχώρησε, καὶ οἱ πολέμιοι ἀνεχώρουν. καὶ τοῦτο πολλάκις τῆς ἡμέρας. τέλος δὲ, ὁπότε ᾤετο ἐκδεδυκότας αὐτοὺς τὰ ὅπλα περὶ ἀριστοποιΐαν ἀσχολεῖσθαι, πάλιν ἐπεφάνη· τῶν δὲ οὐ φθασάντων ἀριστῆσαι, πολλῶν μὲν γυμνῶν, πολλῶν δὲ ἄρτι τὰ ὅπλα λαμβανόντων, πάντων δὲ ἀτάκτων ὄντων, συνιδὼν διεσπασμένην αὐτῶν τὴν φάλαγγα, συντεταγμένος αὐτὸς ἐπιθέμενος πολλοὺς αὐτῶν διαφθείρας, πολλοὺς δὲ ζωγρήσας τοὺς λοιποὺς καταφυγεῖν ἐς Μαγνησίαν ἠνάγκασεν.

[*](e. 28, 3)

Μέμνων Κυζικηνοῖς ἐπιὼν τῇ κεφαλῇ καυσίαν [*](334) ἐπέθετο Μακεδονικὴν, αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἡγεμόνες. Κυζικηνοὶ προσιόντας ἀπὸ τῶν τειχῶν ὁρῶν- τες, νομίσαντες, ὅτι Κάλας ὁ Μακεδὼν φίλος ὢν καὶ [*](Cap. 44. § 4. Cf. Droysen I, 1, p. 96 et not. 2; I, 1, p. 114, not. 2.) [*](Cap. 44. § 5. Cf. Diod. 17, 7. — Droysen I, 1, p. 183 sq. 7 [τὸ] Hercher, Hermes 9, p. 112: cf. 6, 2, 2 || 12 ᾤετο H; ὥστε F; ἐπύθετο K || 15 ἄρτι F] ἔτι H || 16 ὄντων H; om. F διεσκεδασμένην H || 17 φαλάγγαν F || αὐτὸς ἐπιθέμενος H; om. F || 18 [μὲν| αὐτῶν Hercher, Hermes 9, p. 112 || 22 οἱ Κυζικηνοὶ vulg. 23 || Κάλας Droysen I, 1, p. 183, not. 2 coll. Diod. 17, Χάλκας H; Χάλκος F.)

274
σύμμαχος ἥκοι βοηθήσων , προσεδέχοντο τὰς πύλας ἀνοίγοντες. ἐπεὶ δὲ πλησίον γενόμενον ἐγνώρισαν, οἱ μὲν ἀπέκλεισαν τὰς πύλας, Μέμνων δὲ τὴν χώραν λεηλατήσας ἀπηλλάττετο.

[*](354)

Φιλόμηλος Φωκεῦσι πολεμουμένοις ὑπὸ Θηβαίων καὶ Θετταλῶν ὑποσχόμενος κατορθώσειν τὸν πόλεμον, ἡγεμὼν ἀποδειχθεὶς, τὴν τοῦ πολέμου πρόφασιν ξενο- λογήσας ** κρατῶν τοῖς ἱεροῖς χρήμασιν ἀνέδην ἀποχρώ- μενος τὴν ἡγεμονίαν μετέβαλεν ἐς τὴν τυραννίδα.

[*](367—343)

Δημοκλῆς πρεσβεύσας κατηγορούμενος ὑπὸ τῶν [ἄλλων] πρεσβευτῶν, ὅτι μεγάλας τοῦ Διονυσίου πράξεις ἔβλαψεν, ὀργισθέντος τοῦ τυράννου ἐμοὶ πρὸς τού- τους᾿, ἔφη, γέγονε διαφορὰ, ὅτι μετὰ τὸ δεῖπνον οὗτοι μὲν τοὺς Στησιχόρου καὶ Πινδάρου παιᾶνας ᾖδον, ἐγὼ δὲ τοὺς ὑπὸ σοῦ πεποιημένους᾿· καὶ συνῇσε τοὺς παιᾶνας αὐτοῦ. Διονύσιος ἡσθεὶς οὐκέτι ἠνέσχετο τῶν ἐγκλημάτων.

[*](Cap. 45. Cf. Schaefer, Demostn. I1, p. 453, not. 1.)[*](Cap. 46. E Timaeo coll. Athen, 6, 13, p. 250 A. — J. p. 517 sq.)[*](2 γενόμενον F] γενομένων vulg. || 5 Φιλόμηλος Bongarisus ad Iust. 8, 1; Φιλόμηδος F || 8 ἡγεμὼν vulg.; ἥττων F || πρό- φασιν] cf. 1, 23, 2. 2, 30, 3. 6, 1, 6 || ξενολογήσας * * κρατῶν W coll. 3, 10, 9. 4, 6, 14. 7, 3 (in lacuna suppl. τοῦ μαντείου coll. Diod. 16, 27, 1); ξενοκρατῶν F; ἐξενολόγει· κρατῶν δὲ vulg., quod probat Schaefer l. l. || 10 ἡγεμονείαν F || τὴν del. K || 13 [ἄλλων] ex Timaeo ap. Athen. l. l.; [συμ]πρεσβευτῶν Cas. K || 14 τούτους F] τούτοις M vulg. || 17 εἶδον F || συνῇσε vel συνῇδε K ex V simul cecinit; πάντας ἐφεξῆς ᾄδειν Timaeus; συνῆψε F.)
275

Παναίτιος Λεοντίνων Μεγαρεῦσι πολεμούντων [*](608 sec. Euseb. ) περὶ γῆς ὅρων πολεμαρχῶν πρῶτον μὲν τοὺς πένητας καὶ πεζοὺς τοῖς εὐπόροις καὶ ἱππεῦσι συνέκρουσεν ὡς ἐκείνων πλεονεκτούντων ἐν ταῖς μάχαις, αὐτῶν δὲ πολλὰ ἐλαττουμένων, ἔπειτα δὲ καὶ πρὸ τῶν πυλῶν ἐξόπλισιν ποιήσας τὰ μὲν ὅπλα ἀριθμεῖν καὶ δοκιμάζειν ἐπειρᾶτο, τοὺς δὲ ἵππους τοῖς ἡνιόχοις παραδοὺς ἐκέ- λευσεν ἄγειν ἐς νομήν. ἑξακοσίους δὲ πελταστὰς ἔχων εὐτρεπεῖς πρὸς τὴν ἐπανάστασιν τῷ μὲν τούτων ἄρχοντι τὴν ἐξαρίθμησιν τῶν ὅπλων ἐπέτρεψεν, αὐτὸς δὲ ὡς σκιᾶς δεόμενος ὑπὸ τὰ δένδρα ἀνεχώρησε καὶ τοὺς ἡνιόχους ἔπεισεν ἐπιθέσθαι τοῖς δεσπόταις. οἱ δὲ ἐπι- βάντες τῶν ἵππων ἐπέδραμον αὐτοῖς καὶ τὰ ὅπλα ἐξαριθμούμενα ἁρπάσαντες γυμνοὺς καὶ ἀόπλους ἐφό- νευσαν. καὶ οἱ πελτασταὶ δὲ συνεφήψαντο τοῦ φόνου καὶ πολλῇ σπουδῇ δραμόντες κατελάβοντο τὴν πόλιν καὶ Παναίτιον τύραννον ἀνηγόρευσαν.

[*](e. 11)

Ὅτι καὶ ἡ σφενδόνη μακροβολώτερον ὅπλον τοῦ τόξου. συνέβη γὰρ νικῆσαι Πυραίχμην μονομαχήσαντα μετὰ Αἰσχίνου τόξον μὲν κεκτημένου, τοῦ δὲ Πυραίχμου τῇ σφενδόνῃ [δια- κινδυνεύοντος].

[*](Cap. 48. Cf. Ephorus ap. Strab. 8 p. 547; Paus. 5, 4, 2.)[*](3 πρῶτον V primum; πρώτους F || 4 εὐπόροις m; ἐμπόροις vulg. || συνέκρουεν vulg. || 6 καὶ del. K || 7 ἐξόπλησιν F || 11 ὡς ὑπὸ τὰ δένδρα σκιᾶς δεόμενος F, transposuit vulg. || 16 συνεφήψαντο RK; συνεψηφίσαντο F || 19—23 addita sunt ex H || 21 Αἰσχίνου] Δεγμένου secundum Ephorum et Paus. || 22 [δια- κινδυνεύοντος] vel tale quid supplendum ant τὴν σφενδόνην le- gendum censet W.)